← 希罗多德

历史

§1.11.1-1.11.5

王后对吉格斯的逼迫与弑君之抉择

王后为了报复坎达乌列斯,逼迫吉格斯在杀死国王并夺取王位与自己和立刻受死之间做出选择,吉格斯为了生存被迫同意弑君。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.11.1

τότε μὲν δὴ οὕτω οὐδέν δηλώσασα ἡσυχίην εἶχε. ὡς δὲ ἡμέρη τάχιστα ἐγεγόνεε, τῶν οἰκετέων τοὺς μάλιστα ὥρα1 πιστοὺς ἐόντας ἑωυτῇ, ἑτοίμους ποιησαμένη ἐκάλεε τὸν Γύγεα. ὁ δὲ οὐδὲν δοκέων αὐτήν τῶν πρηχθέντων ἐπίστασθαι ἦλθε καλεόμενος· ἐώθεε γὰρ καὶ πρόσθε, ὅκως ἡ βασίλεια καλέοι, φοιτᾶν.

当时她就这样一无所露,保持着平静。然而天一亮,她就准备好了仆役中她认为最忠于自己的人,并召见吉格斯。吉格斯以为她对所发生的事一无所知,应召而来;因为以前也是这样,每当王后召见,他都会前往。

§1.11.2

ὡς δὲ ὁ Γύγης ἀπίκετο, ἔλεγε ἡ γυνὴ τάδε. νῦν τοί δυῶν ὁδῶν παρεουσέων2 Γύγη δίδωμί αἵρεσιν, ὁκοτέρην βούλεαι τραπέσθαι. ἢ γὰρ Κανδαύλεα ἀποκτείνας ἐμέ τε καὶ τὴν βασιληίην ἔχε τὴν Λυδῶν, ἢ αὐτόν σε αὐτίκα οὕτω ἀποθνήσκειν δεῖ, ὡς ἂν μὴ πάντα πειθόμενος Κανδαύλῃ τοῦ λοιποῦ ἴδῃς3 τὰ μὴ σε δεῖ.

吉格斯一到,妇人便说道: “吉格斯,现在摆在你面前有两条路,我给你一个选择,看你愿意走哪一条。要么你杀死坎达乌列斯,拥有我并得到吕底亚人的王权;要么你自己必须立刻死在这里,以免你今后对坎达乌列斯百依百顺,看到了不该看的东西。

§1.11.3

ἀλλʼ ἤτοι κεῖνόν γε τὸν ταῦτα βουλεύσαντα δεῖ ἀπόλλυσθαι, ἢ σε τὸν ἐμὲ γυμνήν θεησάμενον καὶ ποιήσαντα οὐ νομιζόμενα. ὁ δὲ Γύγης τέως μὲν ἀπεθώμαζε τὰ λεγόμενα, μετὰ δὲ ἱκέτευε μὴ μιν ἀναγκαίῃ ἐνδέειν διακρῖναι τοιαύτην αἵρεσιν.

总之,要么是那个策划了这一切的人死,要么是看见了我的裸体、做了不合规矩之事的你死。” 吉格斯一时之间对这些话感到惊愕,随后他恳求她不要强加给他必须做出这种选择的必然性。

§1.11.4

οὔκων δὴ ἔπειθε, ἀλλʼ ὥρα ἀναγκαίην ἀληθέως προκειμένην ἢ τὸν δεσπότεα ἀπολλύναι ἢ αὐτὸν ὑπʼ ἄλλων ἀπόλλυσθαι· αἱρέεται αὐτὸς περιεῖναι.4 ἐπειρώτα δὴ λέγων τάδε. ἐπεί με ἀναγκάζεις δεσπότεα τὸν ἐμὸν κτείνειν οὐκ ἐθέλοντα, φέρε ἀκούσω τέῳ καὶ τρόπῳ ἐπιχειρήσομεν αὐτῷ.

但他未能说服她,反而看到真正的被迫之势摆在面前:要么毁灭主人,要么自己被别人毁灭;他选择了让自己活下去。于是他问道: “既然你强迫我违反本意去杀害我的主人,那么来吧,让我听听,我们将以何种方式和手段向他下手。”

§1.11.5

ἣ δὲ ὑπολαβοῦσα ἔφη ἐκ τοῦ αὐτοῦ μὲν χωρίου ἡ ὁρμή ἔσται ὅθεν περ καὶ ἐκεῖνος ἐμέ ἐπεδέξατο5 γυμνήν, ὑπνωμένῳ δὲ ἡ ἐπιχείρησις ἔσται.

她接过去说道: “袭击的发起地点,就在他让我裸体展示给你的同一个地方;而动手,则要在他就寝熟睡的时候。”

语法注5 条
  1. 1.11.1ὥρα

    未完成过去时 ὥρα 是爱奥尼亚方言形式,相当于雅典方言的 ἑώρα(ὁράω “看见、认为”的未完成过去时),省略了时态增词(augment)。

  2. 1.11.2δυῶν ὁδῶν παρεουσέων

    属格独立结构。δυῶν(雅典方言为 δυοῖν)为属格,παρεουσέων(雅典方言为 παρουσῶν)为现在分词阴性属格复数,体现了爱奥尼亚方言的词形变化。

  3. 1.11.2ὡς ἂν μὴ... ἴδῃς

    由 ὡς ἄν + 虚拟语气引导的目的从句。虽然在雅典散文中目的从句带 ἄν 较为罕见,但在爱奥尼亚散文(如希罗多德)和诗歌中,表示目的的 ὡς 或 ὅπως 经常连用 ἄν。

  4. 1.11.4αἱρέεται αὐτός περιεῖναι

    由于主句动词 αἱρέεται(“选择”)的主语与不定式 περιεῖναι(“生存”)的逻辑主语一致,因此不定式的主语使用主格(αὐτός)而非宾格。

  5. 1.11.5ἐπεδέξατο

    爱奥尼亚方言动词形式。相当于雅典方言的 ἐπεδείξατο(ἐπιδείκνυμι“展示、呈现”的不定过去时中间态)。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:1.11.1-1.11.5