← 狄摩西尼

序言集

§9.1-9.2

批判追求辩才虚名与城邦的长远利益

演说者声明自己与先前的发言者见解不同,批评他们忽视对事实的考察而仅追求口才名声,并主张真正的建言者应着眼于城邦的长远利益而非一时的取悦。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.1

οὐχὶ ταὐτὰ γιγνώσκων ἐνίοις τῶν εἰρηκότων ἀνέστηκʼ, ὦ ἄνδρες Ἀθηναῖοι. οὐ μὴν οὐδὲ τούτους αἰτιάσομαι κακίᾳ τἀναντία τοῖς βελτίστοις εἰρηκέναι, ἀλλʼ ὅτι1 πολλοὶ τοῦ τὰ πράγματα κρίνειν ἀμελήσαντες τοὺς λόγους σκοπεῖν οὓς ἐροῦσιν εἰώθασιν, κἂν τούτοις ἀφθόνοις ἐντύχωσιν, ἑτοίμως δημηγορεῖν, οὐκ ὀρθῶς ἐγνωκότες, οὐδὲ λογιζόμενοι παρʼ ἑαυτοῖς ὅτι πολλῶν πράξεων ἐν πολλῷ χρόνῳ πᾶσι πεπραγμένων καὶ διὰ τοὺς καιροὺς ἐνίων ὑπεναντίων αὑταῖς, ἂν τὰς ἑτέρας τις ὑπερβαίνων τὰς ἑτέρας λέγῃ, λήσει τὸ ῥᾷστον τῶν ἔργων ποιῶν, αὑτὸν ἐξαπατῶν.2

雅典的公民们,我起身发言并非持与某些先前的发言者相同的观点。然而,我也决不会指控他们是出于恶意才说了违背最善之策的话;倒不如说,这是因为许多人怠于审视实际情况,往往只习惯于琢磨自己要发表的言辞,一旦寻得充裕的辞藻,便急于登台演说,既未作出正确的判断,也未在心中考量:在漫长的岁月中众人做过了无数作为,而其中某些作为因时势不同而自相矛盾,如果有人略去这一部分而只谈另一部分,那么他在做着最轻而易举之事的同时,实则是在不知不觉中欺骗了自己。

§9.2

οἱ μὲν οὖν οὕτω χρώμενοι τῷ συμβουλεύειν δοκοῦσί μοι τὴν ἀπὸ τῶν ῥηθέντων τοῦ δύνασθαι λέγειν δόξαν γιγνομένην3 αὑτοῖς ἱκανὴν φιλοτιμίαν ἡγεῖσθαι· ἐγὼ δὲ νομίζω χρῆναι τὸν πόλει περὶ πραγμάτων ἐπιχειροῦντα συμβουλεύειν μᾶλλον ὅπως τὰ δόξαντα συνοίσει σκοπεῖν, ἢ πῶς οἱ παραχρῆμα λόγοι χάριν ἕξουσι. δεῖ γὰρ τοῖς ἐπὶ τῶν λόγων εὐδοκιμοῦσι συμφέροντός τινος ἔργου πρᾶξιν προσεῖναι, ἵνα μὴ νῦν μόνον, ἀλλʼ ἀεὶ τὰ ῥηθέντα καλῶς ἔχῃ.

因此,那些以此种方式来进行建言的人,在我看来,似乎是将由所言而博得的雄辩名声视作了对自己而言充足的荣耀;但我认为,凡试图在国事上向城邦提出建言的人,更应当考虑所作决议将如何带来益处,而不是眼前的言论如何讨人喜欢。因为在言辞上受人称赞之事,必须附带有益的实际成果,如此一来,所说的话才不仅在当下,而且在任何时候都能立得住脚。

语法注3 条
  1. 9.1ἀλλʼ ὅτι

    与前面的 οὐ μὴν οὐδὲ τούτους αἰτιάσομαι... 形成对比,引出说明他们之所以发表错误言论之真实原因的分句。此处承载省略的主动词(如 ἀλλʼ [οἶμαι τοῦτο συμβαίνειν] ὅτι...),作语境上的原因从句处理。

  2. 9.1λήσει τὸ ῥᾷστον τῶν ἔργων ποιῶν, αὑτὸν ἐξαπατῶν

    动词 λανθάνω 与分词 ποιῶν 及 ἐξαπατῶν 连用的惯用句式,意为“在不知不觉中做着最容易的事,从而欺骗了自己”。其中第一个分词(ποιῶν)表示伴随状况或手段,第二个分词(ἐξαπατῶν)表示其导致的后果。

  3. 9.2τὴν ἀπὸ τῶν ῥηθέντων τοῦ δύνασθαι λέγειν δόξαν γιγνομένην

    语序倒置(hyperbaton)。定冠词 τὴν 与其修饰的名词 δόξαν 之间插入了介词短语 ἀπὸ τῶν ῥηθέντων 和宾格性属格短语 τοῦ δύνασθαι λέγειν(“关于演说能力的”),其后置分词 γιγνομένην 亦修饰 δόξαν。结构理顺为:“由所言辞章中产生的、关于辩才的声望”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg062.humanitext-grc2:9.1-9.2