← 狄摩西尼

序言集

§8.1-8.3

批评偏袒使节与坚持为城邦利益公正进言

发言者批评那些偏袒对立使节并互相中伤的演说家,表明自己不避两面受敌、誓从公正立场为城邦谋求最善之策的决心。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.1

ἀμφότεροί μοι δοκοῦσιν ἁμαρτάνειν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ οἱ τοῖς Ἀρκάσιν καὶ οἱ τοῖς Λακεδαιμονίοις συνειρηκότες· ὥσπερ γὰρ ἀφʼ ἑκατέρων ἥκοντες, οὐχ ὑμῶν ὄντες, πρὸς οὓς ἀμφότεροι πρεσβεύονται, κατηγοροῦσιν καὶ διαβάλλουσιν ἀλλήλους. ἦν δὲ τοῦτο μὲν τῶν ἀφιγμένων ἔργον,1 τὸ δὲ κοινῶς ὑπὲρ τῶν πραγμάτων λέγειν καὶ τὰ βέλτισθʼ ὑπὲρ ὑμῶν σκοπεῖν ἄνευ φιλονικίας τῶν ἐνθάδε συμβουλεύειν ἀξιούντων.

雅典的公民们,在我看来,那些替阿卡迪亚人说话的人和替拉刻代蒙人辩护的人,双方都犯了错误。因为他们就像是从彼此阵营派来的使节,而不是属于诸位这方(双方使团所出使的对象)的公民一样,相互控诉和中伤。然而,前者本是来访使节的事,而摒弃党派争端、公正地就国事发言并为诸位谋求最大利益,才应是那些自认为有资格在此提出建言者的事情。

§8.2

νῦν δʼ ἔγωγε, εἴ τις αὐτῶν ἀφέλοι τὸ γιγνώσκεσθαι καὶ τὸ τῇ φωνῇ λέγειν ἀττικιστί, πολλοὺς ἂν οἶμαι τοὺς μὲν Ἀρκάδας, τοὺς δὲ Λάκωνας αὐτῶν εἶναι νομίσαι.2 ἐγὼ δʼ οἶδα μὲν ὡς χαλεπὸν τὸ τὰ βέλτιστα λέγειν ἐστίν· συνεξηπατημένων γὰρ ὑμῶν, καὶ τῶν μὲν ταυτί, τῶν δὲ ταυτὶ βουλομένων, ἐὰν τὰ μεταξύ τις ἐγχειρῇ λέγειν κᾆθʼ ὑμεῖς μὴ περιμένητε μαθεῖν, χαριεῖται μὲν οὐδετέροις, διαβεβλήσεται δὲ πρὸς ἀμφοτέρους·

然而如今,如果有人除去了他们为人熟识的面孔以及用阿提卡方言说话的声音,我想许多人定会以为他们当中一部分是阿卡迪亚人,另一部分是斯巴达人。我深知提出最善之策是何等艰难;因为当诸位共同受骗,一方企求这一方案,另一方企求那一方案时,若有人试图提出折衷之道,而诸位又耐不住性子去听明白,那么他不仅讨好不了任何一方,反倒会被双方所仇视。

§8.3

οὐ μὴν ἀλλʼ αἱρήσομαι μᾶλλον αὐτός, ἐὰν ἄρα τοῦτο πάθω, δοκεῖν φλυαρεῖν ἢ παρʼ ἃ βέλτιστα νομίζω τῇ πόλει, προέσθαι τισὶν ὑμᾶς ἐξαπατῆσαι. τὰ μὲν οὖν ἄλλʼ ὕστερον, ἐὰν ὑμῖν βουλομένοις ᾖ,3 λέξω· ἐκ δὲ τῶν ὁμολογουμένων ὑφʼ ἁπάντων ἄρξομαι ἃ κράτιστα νομίζω, διδάσκειν.

尽管如此,即便我真会落得如此境地,我个人也宁愿被看作在胡说八道,而决不愿违背我认为对城邦最善之策,任凭某些人来欺骗诸位。因此,关于其他事项,若蒙诸位乐意,我将在稍后陈述;而现在我将从所有人公认的前提出发,开始向诸位阐明我认为最佳的主张。

语法注3 条
  1. 8.1ἦν δὲ τοῦτο μὲν τῶν ἀφιγμένων ἔργον

    未完成过去时 ἦν 表示义务或本分(“原本应当是……”),体现应然规范与现实情况的偏离。属格 τῶν ἀφιγμένων 及其后对应的 τῶν ... ἀξιούντων 均为表语性属格(表示所属职责或特质),意为“属于……的本分”。

  2. 8.2πολλοὺς ἂν οἶμαι τοὺς μὲν Ἀρκάδας, τοὺς δὲ Λάκωνας αὐτῶν εἶναι νομίσαι

    主句核心为主干 οἶμαι νομίσαι ἄν,系承接前面的希求法条件从句(εἴ τις ... ἀφέλοι)而来的潜在表述(ἄν+希求法),在认知动词 οἶμαι 的间接引语中转置为 ἄν+不定式 νομίσαι。小词 ἄν 倒装前置在 πολλούς 之后(离隔修辞)。πολλούς 是不定式 νομίσαι 的逻辑主语,而 τοὺς μὲν Ἀρκάδας, τοὺς δὲ Λάκωνας 则指代 αὐτῶν,与 εἶναι 共同构成 νομίσαι 的宾语从属不定式结构。

  3. 8.3ἐὰν ὑμῖν βουλομένοις ᾖ

    由人称与格(ὑμῖν)结合动词 εἶναι 与分词 βουλομένοις 构成的惯用句式,意为“若合诸位心意/若诸位乐意”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg062.humanitext-grc2:8.1-8.3