- 底本
- Demosthenes. Orationes, Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg062.humanitext-grc2:10.1-10.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者告诫听众切勿预设结论而扼杀反对意见,指出唯有倾听并考量所有发言者的见解才是真正的审议,并阐明了倾听异见的必要性。
εἰ μὲν ἐγνώκατʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τί βέλτιστον ὂν τυγχάνει πρᾶξαι περὶ τῶν παρόντων, ἁμάρτημα τὸ συμβουλεύειν προτιθέναι· ἃ γὰρ αὐτοὶ πρὶν ἀκοῦσαι δοκιμάζετε συμφέρειν, τί δεῖ ταῦτʼ ἀκούοντας μάτην ἐνοχλεῖσθαι; εἰ δὲ σκοπεῖτε καὶ βουλεύεσθʼ ὡς ἐκ τῶν ῥηθησομένων δοκιμάσαι δέον,1 οὐκ ὀρθῶς ἔχει τὸ κωλύειν τοὺς βουλομένους λέγειν. παρὰ μὲν γὰρ τῶν ὅλως ἀποστερεῖσθʼ ἐκ τοῦ τοῦτο ποιεῖν, εἴ τι χρήσιμον ἐντεθύμηνται· τοὺς δʼ2 ἀφέντας ἃ τυγχάνουσιν ἐγνωκότες, ὧν ὑμᾶς ἐπιθυμεῖν οἴονται, ταῦτα ποιεῖτε συμβουλεύειν.
雅典的公民们,如果你们对于处理当下的局势何为最善之策已然做出了决断,那么提出建言的议程本身就是个错误;因为对于你们自己在聆听之前就已经认定为有益的事,何必还要因听取发言而白白遭受困扰呢?但如果你们是在考察和商议,认为应当根据将要发表的言论来作出判断,那么阻拦那些意欲发言的人便是不当的。因为通过这种做法,对于其中一部分人,如果他们想到了什么有益之策,你们将完全无从得知;而对于另一部分人,你们则迫使他们放弃自己真正的想法,转而只向你们建言他们认为你们所期望听到的事情。
ἔστιν δʼ ἁμαρτάνειν μὲν βουλομένων τὸ συναναγκάζειν τὸν παριόνθʼ ἃ βούλεσθε λέγειν, βουλευομένων δʼ ἀκούσαντας ἃ γιγνώσκει σκοπεῖν,3 κἄν τι καλῶς ἔχῃ, χρῆσθαι. λέγω δὲ ταῦτʼ οὐκ ἐναντία τοῖς ὑμῖν ἀρέσκουσιν μέλλων παραινεῖν, ἀλλʼ ἐκεῖνʼ εἰδώς, ὅτι ἂν μὲν μὴ ʼθελήσητε τῶν ἀντιλεγόντων ἀκοῦσαι, ἐξηπατῆσθαι φήσουσιν ὑμᾶς, ἂν δʼ ἀκούσαντες μὴ πεισθῆτε, ἐξεληλεγμένοι παραχρῆμʼ ἔσονται τὰ χείρω παραινοῦντες.
强迫登台发言之人顺从你们的心意说话,是甘愿犯错之人的特征;而听取其真实想法后再加考量,若有可取之处便予以采纳,方为审议者之所当为。我陈述这些,并非打算提出违背你们心愿的劝告,而是深知这一点:如果你们不愿倾听持反对意见者的话,他们便会宣称你们受到了蒙蔽;但若是听过之后未被说服,他们便会当场被揭穿是在提出更为劣拙的建议。
- 10.1ὡς ἐκ τῶν ῥηθησομένων δοκιμάσαι δέον
连词 ὡς 后接非人称动词 δεῖ 的中性单数宾格分词(宾格绝对结构)δέον,表示主观前提或假定(“认为理应根据……”)。不定词 δοκιμάσαι 充当 δέον 的补足语。
- 10.1παρὰ μὲν γὰρ τῶν ... τοὺς δʼ
由冠词与 μέν / δέ 构成的对比结构。介词短语 παρὰ τῶν(与 ἀποστερεῖσθε 连用)为表示来源或分离的属格(“从其中一部分人那里[被剥夺]”),而其后的 τοὺς δʼ 则是主动词 ποιεῖτε 的宾语(兼作不定词 συμβουλεύειν 的逻辑主语)。此句将发言者划分为两类(有良策者与迎合者)进行对比。
- 10.2ἔστιν δʼ ἁμαρτάνειν μὲν βουλομένων τὸ συναναγκάζειν ... βουλευομένων δʼ ἀκούσαντας ἃ γιγνώσκει σκοπεῖν
联系动词 ἔστιν 连用属格分词 ἁμαρτάνειν βουλομένων 和 βουλευομένων,构成表示特征或属性的属格结构(“是……的特征/本分”)。全句的主语为带冠词不定词 τὸ συναναγκάζειν 以及与其并列的不定词 σκοπεῖν、χρῆσθαι。修饰 σκοπεῖν 的不定过去时分词 ἀκούσαντας 采用宾格,与其语境中暗指的不定词逻辑主语(听众/你们)保持一致。
