← 狄摩西尼

序言集

§7.1-7.2

批判空谈称赞先祖并主张务实备战

发言者批评那些单纯为了炫耀口才而称赞先祖的人,主张当前的当务之急是提出切实可行的军备整备方案以消除恐慌。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.1

οἱ μὲν ἐπαινοῦντες, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς προγόνους ὑμῶν λόγον εἰπεῖν μοι δοκοῦσι προαιρεῖσθαι κεχαρισμένον, οὐ μὴν συμφέροντά γʼ ἐκείνοις οὓς ἐγκωμιάζουσιν ποιεῖν.1 περὶ γὰρ πραγμάτων ἐγχειροῦντες λέγειν ὧν οὐδʼ ἂν εἷς ἀξίως ἐφικέσθαι δύναιτο τῷ λόγῳ, αὐτοὶ μὲν τοῦ δύνασθαι λέγειν δόξαν ἐκφέρονται, τὴν δʼ ἐκείνων ἀρετὴν ἐλάττω τῆς ὑπειλημμένης παρὰ τοῖς ἀκούουσιν φαίνεσθαι ποιοῦσιν. ἐγὼ δὲ τῆς μὲν ἐκείνων ἀρετῆς μέγιστον ἔπαινον ἡγοῦμαι τὸν χρόνον, οὗ πολλοῦ γεγενημένου μείζω τῶν ὑπʼ ἐκείνων πραχθέντων οὐδένες ἄλλοι παραδείξασθαι δεδύνηνται·

雅典的公民们,在我看来,那些称赞诸位先祖的人虽然选择发表了一篇讨人欢喜的演说,却并未做出对他们所歌颂之人有益之事。因为他们企图谈论那些无论何人都无法在言辞上与之相配的功绩,其结果只是他们自己博得了善于辞令的声誉,却使先祖们的德行在听众眼中显得逊于原先所构想的程度。然而我认为,对于先祖之德的最大赞辞乃是“时间”;因为尽管岁月流逝已久,却没有任何其他人能够展现出超越他们所立下的功绩。

§7.2

αὐτὸς δὲ πειράσομαι τὸν τρόπον εἰπεῖν ὃν ἄν μοι δοκεῖτε μάλιστα δύνασθαι παρασκευάσασθαι.2 καὶ γὰρ οὕτως ἔχει· εἰ μὲν ἡμεῖς ἅπαντες οἱ λέγοντες δεινοὶ φανείημεν, οὐδὲν ἂν τὰ ὑμέτερʼ εὖ οἶδʼ ὅτι βέλτιον σχοίη· εἰ δὲ παρελθὼν εἷς ὁστισοῦν δύναιτο διδάξαι καὶ πεῖσαι, τίς παρασκευὴ καὶ πόση καὶ πόθεν πορισθεῖσα χρήσιμος ἔσται τῇ πόλει, πᾶς ὁ παρὼν λέλυται φόβος.3 ἐγὼ δὲ τοῦτο, ἂν ἄρʼ οἷός τʼ ὦ, πειράσομαι ποιῆσαι, μικρὰ προειπὼν ὑμῖν ὡς ἔχω γνώμης4 περὶ τῶν πρὸς τὸν βασιλέα.

我自己则将尽力陈述依我之见诸位最能做好准备的方式。因为事实正是如此:即使我们所有发言的人都被认为精于辞令,我深知诸位的局势也决不会有丝毫好转;但若有任何一个人走上前来,能够阐明并说服大家:何种军备、规模多大、从何处筹措才对城邦有用,那么眼前所有的恐惧便立时瓦解。若我尚有此能力,我将在向诸位简要说明我关于对王关系的见解之后,努力付诸实行。

语法注4 条
  1. 7.1οὐ μὴν συμφέροντά γʼ ἐκείνοις οὓς ἐγκωμιάζουσιν ποιεῖν

    不定词 ποιεῖν 与前文的 προαιρεῖσθαι 并列,共同受 μοι δοκοῦσι 支配(“依我看来他们并没有做……”)。否定词 οὐ 否定的是 ποιεῖν。分词 συμφέροντα 作为中性复数宾格,作 ποιεῖν 的直接宾语(“做有益之事”),并支配与格 ἐκείνοις。

  2. 7.2ὃν ἄν μοι δοκεῖτε μάλιστα δύνασθαι παρασκευάσασθαι

    小品词 ἄν 虽紧接在现在直陈式动词 δοκεῖτε 之后,但句法上与不定词 δύνασθαι 结合,构成潜在表达(“依我之见诸位最能够准备好的方式”)。关系代词 ὃν 作状语性宾格,修饰 παρασκευάσασθαι(表示方式)。

  3. 7.2εἰ δὲ παρελθὼν εἷς ὁστισοῦν δύναιτο διδάξαι καὶ πεῖσαι, τίς παρασκευὴ καὶ πόση καὶ πόθεν πορισθεῖσα χρήσιμος ἔσται τῇ πόλει, πᾶς ὁ παρὼν λέλυται φόβος

    这是一个混合条件句:条件从句使用希求法(εἰ ... δύναιτο),而结果主句使用完成时直陈式(λέλυται)。这种结构通过完成时直陈式来强调:一旦所假设的条件得到满足,当下的恐惧便会即刻、确定地烟消云散。

  4. 7.2ὡς ἔχω γνώμης

    方式副词 ὡς 与 ἔχω 以及部分属格 γνώμης 构成的惯用句式,引导间接疑问从句,意为“我就看法而言处于何种状态”,即“我抱有何种见解”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg062.humanitext-grc2:7.1-7.2