← 狄摩西尼

序言集

§6.1-6.2

批判演说者互相攻讦并简述最善之策

说话者批评其他发言人并未就当前议题建言,而是通过互相攻讦来麻痹民众,并声明自己绝不指责他人,仅简要陈述最善之策后便退场。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.1

πολλῶν, ὦ ἄνδρες Ἀθηναῖοι, λόγων εἰρημένων παρὰ πάντων τῶν συμβεβουλευκότων, οὐδὲν ὑμᾶς νῦν ὁρῶ ὄντας ἐγγυτέρω τοῦ τί πρακτέον ηὑρῆσθαι1 ἢ πρὶν εἰς τὴν ἐκκλησίαν ἀναβῆναι. αἴτιον δὲ τούτου ταὔθʼ ὅπερ οἶμαι τοῦ κακῶς ἔχειν τὰ ὅλα·2 οὐ γὰρ παραινοῦσιν ὑμῖν ὑπὲρ τῶν παρόντων οἱ λέγοντες, ἀλλʼ ἑαυτῶν κατηγοροῦσι καὶ λοιδοροῦνται, ὡς μὲν ἐγὼ κρίνω, συνεθίζοντες ὑμᾶς ἄνευ κρίσεως, ὅσων εἰσὶν αἴτιοι κακῶν, ἀκούειν, ἵνʼ ἄν ποτʼ ἄρʼ εἰς ἀγῶνα καθιστῶνται,3 μηδὲν ἡγούμενοι καινὸν ἀκούειν, ἀλλʼ ὑπὲρ ὧν ὤργισθε πολλάκις, πραότεροι δικασταὶ καὶ κριταὶ γίγνησθε τῶν πεπραγμένων αὐτοῖς.

雅典的公民们,尽管所有提出建议的人都发表了许多言论,但我看到诸位如今在找出当行之事方面,比起登上公民大会之前并没有靠近分毫。我认为,其原因正与整体局势恶化的原因完全相同:因为发言者们并非就眼前的事态向诸位进言,而是在互相指责、彼此谩骂。依我之见,他们这是在让诸位在未经审判的情况下习惯于听闻他们造成了多少祸害,以便有朝一日倘若他们当真被推上审判之席,诸位自以为听到的并非新事,而是早已为之屡屡动怒之事,从而成为对他们过往行径更为宽大温和的法官与审裁者。

§6.2

τὴν μὲν οὖν αἰτίαν διʼ ἣν ταῦτα ποιοῦσιν, ἴσως ἀνόητον ἀκριβῶς ζητεῖν ἐν τῷ παρόντι· ὅτι δʼ ὑμῖν οὐχὶ συμφέρει, διὰ τοῦτʼ ἐπιτιμῶ. ἐγὼ δʼ οὔτε κατηγορήσω τήμερον οὐδενός, οὔθʼ ὑποσχήσομαι τοιοῦτʼ οὐδὲν ὃ μὴ παραχρῆμʼ ἐπιδείξω, οὐδʼ ὅλως τῶν αὐτῶν τούτοις οὐδὲν ποιήσω· ἀλλʼ ἃ βέλτιστα μὲν τοῖς πράγμασιν, συμφέροντα δὲ τοῖς βουλευομένοις ὑμῖν ἡγοῦμαι, ταῦθʼ ὡς ἂν δύνωμαι διὰ βραχυτάτων εἰπὼν καταβήσομαι.

那么,在当下准确探究他们为何要这般作为,或许是不明智的;但我之所以对此加以谴责,乃是因为这于诸位毫无裨益。就我而言,我今天既不指责任何人,也不许诺任何无法当场予以证明之事,更绝不做任何与这些人相同的举动;相反,我将尽可能简明地陈述我认为对局势最善、对正在商榷的诸位有益的主张,随后便走下讲坛。

语法注3 条
  1. 6.1τοῦ τί πρακτέον ηὑρῆσθαι

    由比较级副词 ἐγγυτέρω 所支配的属格结构。间接疑问短语 τί πρακτέον(使用动词性形容词 πρακτέον 表非人称意义“当行何事”)作为定冠词支配的完成时被动不定式 τοῦ ηὑρῆσθαι(“得以找出”)的宾语/内涵嵌入其中。

  2. 6.1ταὔθʼ ὅπερ οἶμαι τοῦ κακῶς ἔχειν τὰ ὅλα

    ταὔθʼ 为 ταὐτό(即 τὸ αὐτό)受其后关系代词 ὅπερ 的粗气影响发生元音脱落及送气化而成的形式(ταὐτὸ ὅπερ → ταὔθʼ ὅπερ)。骨干结构为 αἴτιον δὲ τούτου [ἐστὶ] ταὐτὸ [αἴτιον] ὅπερ [αἴτιόν ἐστι] τοῦ κακῶς ἔχειν τὰ ὅλα,表语名词 αἴτιον 所支配的属格 τούτου 与同等关系从句中的属格定冠词不定式短语 τοῦ κακῶς ἔχειν τὰ ὅλα 遥相并列对应。

  3. 6.1ἵνʼ ἄν ποτʼ ἄρʼ εἰς ἀγῶνα καθιστῶνται

    目的从句 ἵνα ... γίγνησθε 内部嵌套了条件从句 ἄν (= ἐάν) ποτʼ ἄρʼ εἰς ἀγῶνα καθιστῶνται(现在时虚拟语气)的复合结构。其骨架为 ἵνα ... πραότεροι δικασταὶ καὶ κριταὶ γίγνησθε,夹在中间的分词短语 μηδὲν ἡγούμενοι ... ὤργισθε 说明了主语 ὑμεῖς 的心理状态与动机。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg062.humanitext-grc2:6.1-6.2