← 狄摩西尼

序言集

§5.1-5.3

摒弃逢迎据理直言与公允倾听双方

演说者阐明真正的公民应为了城邦利益据理力争而非逢迎民众,恳请大会摒弃先入之见、公允地倾听双方陈词。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.1

ὁρῶ μέν, ὦ ἄνδρες Ἀθηναῖοι, παντάπασι πρόδηλον ὂν1 οὕς τʼ ἂν ἀκούσαιτε λόγους ἡδέως καὶ πρὸς οὓς οὐκ οἰκείως ἔχετε· οὐ μὴν ἀλλὰ τὸ μὲν λέγειν ἅ τις οἴεται χαριεῖσθαι τῶν παρακρούσασθαί τι βουλομένων εἶναι2 νομίζω, τὸ δʼ ὑφίστασθαι, περὶ ὧν πέπεικεν ἑαυτὸν συμφέρειν τῇ πόλει, καὶ θορυβηθῆναι κἂν ἄλλο τι βούλησθʼ ὑμεῖς, εὔνου καὶ δικαίου τοῦτο πολίτου κρίνω.

雅典的公民们,我固然看到,诸位乐于倾听何种言论、对何种言论心怀抵触,是昭然若揭的;然而我认为,讲论自以为能讨好诸位之事,是那些意图行欺骗之人的行径;而就自己坚信对城邦有利之事坚持到底,哪怕遭受起哄鼓噪,或是诸位另有任何意愿,我也判定这才是善意且公正的公民之本分。

§5.2

βουλοίμην δʼ ἂν ὑμᾶς, εἰ καὶ μηδὲ διʼ ἓν τῶν ἄλλων, διʼ ἐκεῖνʼ ὑπομεῖναι τοὺς λόγους ἀμφοτέρων, ἵνʼ ἐὰν μὲν ὀρθότερον φανῇ τις λέγων ὧν ὑμεῖς ὡρμήκατε,3 χρήσησθε τούτῳ, ἂν δʼ ἀπολειφθῇ καὶ μὴ δύνηται διδάξαι, διʼ αὑτόν, ἀλλὰ μὴ διʼ ὑμᾶς οὐκ ἐθέλοντας ἀκούειν τοῦτο πεπονθέναι δοκῇ. ἔτι δʼ οὐδὲ πάθοιτʼ ἂν ἀηδὲς οὐδὲν τοσοῦτον, εἰ πολλά τινος ληροῦντος ἀκούσαιτε, ὅσον εἰ τῶν δεόντων τι λέγειν ἔχοντός τινος εἰπεῖν κωλύσαιτε.

我希望诸位——纵使没有任何别的缘由——也能单单因这一缘故而容忍双方的言论:若有人发表的意见显得比诸位业已定下的意图更为正确,诸位便可采纳之;但若他力有不逮、无法说服诸位,人们也会看出他是因他自身的缘故,而非因诸位不愿倾听才遭此挫折的。况且,即便诸位听了某人许多废话,由此所遭受的不快,也绝不能与诸位阻止了某个怀有切要之事要讲的人开口所造成的后果相比。

§5.3

ἡ μὲν οὖν ἀρχὴ τοῦ δοκιμάζειν ὀρθῶς ἅπαντʼ ἐστὶν μηδὲν οἴεσθαι πρότερον γιγνώσκειν πρὶν μαθεῖν, ἄλλως τε καὶ συνειδότας4 πολλάκις ἤδη πολλοὺς μετεγνωκότας. ἂν τοίνυν ὑμεῖς ταῦθʼ ὑπάρξητε νῦν πεπεισμένοι, οἴομαι μετὰ βραχέων λόγων καὶ αὐτὸς ἀντιλέγειν εἰκότως δόξειν καὶ ὑμῖν τὰ βέλτιστα φανεῖσθαι λέγων.

因此,正确审验一切事物的起点,乃是在受教之前绝不自以为已经通晓,尤其是诸位自己深知许多人早已屡次改变初衷的情况下更是如此。倘若诸位如今本着这一坚信出发,我认为,通过简短的言辞,我本人也会被认为是在合情合理地提出反对,并且在诸位看来是在陈述最善之事。

语法注4 条
  1. 5.1παντάπασι πρόδηλον ὂν

    此处的现在分词 ὄν 与形容词 πρόδηλον 构成无人称结构,作为动词 ὁρῶ 的宾语补足语(或宾格绝对独立结构),引出其后由 οὕς τʼ ἂν... 引导的间接疑问句。

  2. 5.1τῶν παρακρούσασθαί τι βουλομένων εἶναι

    属格分词短语 τῶν ... βουλομένων 与不定词 εἶναι 连用,充当表特征或属性的属格表语,意为“属于/是……的特征”。主语为冠词不定词 τὸ μὲν λέγειν。

  3. 5.2ὧν ὑμεῖς ὡρμήκατε

    关系代词 ὧν 包含先行词(相当于 τούτων ἅ),修饰比较级 ὀρθότερον,作比较属格,意为“比诸位所倾向/决意之事更为正确”。

  4. 5.3συνειδότας

    阳性复数宾格分词,与不定词 οἴεσθαι 的逻辑主语(即雅典听众)保持一致。由 ἄλλως τε καί(“尤其是因为……”)引出,遵循不定词通则采用宾格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg062.humanitext-grc2:5.1-5.3