← 狄摩西尼

序言集

§49.1-49.3

重新审查错误决议与确保辩论的重要性

演说者指出,防止错误决策,或者在受蒙蔽后能心平气和地重新审查并撤回错误,对城邦最为有益,并批判了那些企图阻挠重新商议的人。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§49.1

οὐδένʼ ἂν εὖ φρονοῦντʼ ἀντειπεῖν, ὦ ἄνδρες Ἀθηναῖοι, νομίζω, ὡς οὐχ1 ἁπάντων ἄριστόν ἐστιν τῇ πόλει μάλιστα μὲν ἐξ ἀρχῆς μηδὲν ἀσύμφορον πράττειν, εἰ δὲ μή, παρεῖναι εὐθὺς τοὺς ἐναντιωσομένους. δεῖ μέντοι τούτῳ προσεῖναι ἐθέλοντας ἀκούειν ὑμᾶς καὶ διδάσκεσθαι· οὐδὲν γὰρ πλέον εἶναι τὸν ἐροῦντα τὰ βέλτιστα,2 ἂν μὴ τοὺς ἀκουσομένους ἔχῃ.

雅典人啊,我认为任何明理之人都不会否认,对城邦而言最善之事,莫过于从一开始就绝不做不利之事;退一步说,若做不到这一点,也要有反对者立刻在场。然而,对此还必须加上你们乐意倾听并接受劝导;因为如果说话者没有听众,即使有人能陈说至善之策,也毫无用处。

§49.2

οὐ μὴν οὐδʼ ἐκεῖνʼ ἀλυσιτελὲς μετὰ ταῦτʼ ἂν φανείη, ὅσʼ ἄν τις ὑμᾶς ἢ διὰ καιρὸν ἢ διʼ ὥραν ἡμέρας ἢ διʼ ἄλλην τινʼ αἰτίαν παρακρούσηται, ταῦθʼ ὅταν ποτὲ βούλησθʼ ὑμῶν αὐτῶν ὄντες3 ἀκούειν, εἶναι τὸν ἐξετάσοντα πάλιν, ἵνʼ ἐὰν μὲν οἷά φασιν οἱ τότε πείσαντες φανῇ, προθυμότερον πράττηθʼ ὡς ἔλεγχον δεδωκότα, ἐὰν δʼ ἄρα μὴ τοιαῦθʼ εὑρεθῇ, πρὶν πορρωτέρω προελθεῖν ἐπίσχητε. καὶ γὰρ ἂν δεινὸν εἴη, εἰ τοῖς τοῦ κρατίστου διαμαρτοῦσι τὸ χείριστον ἀνάγκη πράττειν εἴη, καὶ μή, τὸ δεύτερον ἐκ τῶν λόγων,4 ἐξείη μεταβουλεύσασθαι.

此外,此后无论何时,当你们心平气和地愿意倾听时,如果有人能对你们因时机、当日时刻或其他某种原因而被误导的一切事情重新加以审查,这绝非无益。这样一来,若事实证明事情确如当初说服你们的那些人所言,你们就能以其经受了检验而更加热心地付诸实行;若发现并非如此,你们便可在进一步陷入之前加以阻止。因为,倘若错失了至善方案的人,就必然只能执行最恶之策,而不被允许根据商议的结果采取次善之策来改弦更张,那可就太可怕了。

§49.3

τοὺς μὲν οὖν ἄλλους ἅπαντας ἔγωγʼ ὁρῶ τὴν ἀειλογίαν προτεινομένους, ὅταν τι πιστεύωσι δικαίως αὑτοῖς πεπρᾶχθαι· οὗτοι δʼ αὖ τοὐναντίον ἐγκαλοῦσιν, εἰ περὶ ὧν ἡμάρτετε νῦν ἀναθέσθαι βούλεσθε, τὴν ἀπάτην κυριωτέραν οἰόμενοι δεῖν εἶναι τῆς μετὰ τοῦ χρόνου βασάνου. τὴν μὲν οὖν τούτων σπουδὴν οὐδʼ ὑμῶν ἴσως ἀγνοοῦσιν οἱ πολλοί· δεῖ δʼ ὑπὲρ τῶν πραγμάτων, ἐπειδήπερ γέγονε λόγου τυχεῖν, ἅ τις ἡγεῖται κράτιστα, λέγειν.

据我所见,其他所有人在确信自己行事公正时,都主动提出随时可以接受质询;然而这些人反而指责你们如今想就自己犯错之事做出撤回,他们以为欺瞒理应比历经时间考验的检验更具有效力。对于他们这番急切的用心,你们多数人大概也心知肚明;但既然已经获得了发言的机会,就必须为了城邦的利益,说出自己认为最为妥当的意见。

语法注4 条
  1. 49.1ὡς οὐχ

    接在带有否定含义的动词 ἀντειπεῖν(反驳、否认)之后,ὡς οὐ 引导名词性从句("……并非")。与主句的 οὐδένʼ ἂν ... ἀντειπεῖν 构成双重否定,表达强烈的肯定含义("没有人会否认……是最善的")。

  2. 49.1οὐδὲν γὰρ πλέον εἶναι τὸν ἐροῦντα τὰ βέλτιστα

    惯用表达 οὐδὲν πλέον(ἐστί)("毫无益处"、"毫无用处")省略了系动词 ἐστί,由宾格加不定式短语 εἶναι τὸν ἐροῦντα τὰ βέλτιστα 作其主语。不定式 εἶναι 表存在("有……存在"),宾格分词 τὸν ἐροῦντα 作其逻辑主语,意为"即便有陈述至善方案之人,也无任何益处"。

  3. 49.2ὑμῶν αὐτῶν ὄντες

    反身代词属格 ὑμῶν αὐτῶν 与现在分词 ὄντες 构成的惯用短语(相当于拉丁语的 compos sui),意为"恢复理智"、"克制冷静"或"心平气和"(属格作表语)。指摆脱被误导和冲动的状态,恢复自主判断力。

  4. 49.2τὸ δεύτερον ἐκ τῶν λόγων

    插入句中的副词性(或同位语性)宾格短语,意为"作为基于讨论与商议结果的次善之策"。它与前文"错失至善方案者"(τοῖς τοῦ κρατίστου διαμαρτοῦσι)相对,指代退而求其次的弥补方案。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg062.humanitext-grc2:49.1-49.3