- 底本
- Demosthenes. Orationes, Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg062.humanitext-grc2:48.1-48.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者指出多次就同一事务发言的责任在于拒不执行决议的长官,并痛斥这些官员在战船装配劳役中企图索取私利而不予拨款的行径。
ἴσως ὀχληρός, ὦ ἄνδρες Ἀθηναῖοι, τισὶν ὑμῶν εἶναι δοκῶ, πολλάκις λέγων περὶ τῶν αὐτῶν ἀεί. ἀλλʼ ἐὰν ὀρθῶς σκοπῆτε, οὐκ ἐγὼ φανήσομαι τούτου δίκαιος ὢν ἔχειν τὴν αἰτίαν,1 ἀλλʼ οἱ μὴ πειθόμενοι τοῖς ὑμετέροις ψηφίσμασιν. εἰ γὰρ ἐκεῖνοι τὸ πρῶτον ἐποίησαν ἃ ὑμεῖς προσετάξατε, οὐδὲν ἂν τὸ δεύτερον ἡμᾶς ἔδει λέγειν, οὐδʼ εἰ τὸ δεύτερον, αὖθις. νῦν δʼ ὅσῳ πλεονάκις τὰ προσήκονθʼ ὑμεῖς ἐψηφίσασθε, τοσούτῳ μοι δοκοῦσιν ἧττον ἐκεῖνοι παρεσκευάσθαι ποιεῖν.
雅典人啊,我屡次三番谈及完全相同的事情,在你们有些人看来,我或许显得令人厌烦。但如果你们正确审视,就会发现理当对此承担罪责的并不是我,而是那些不服从你们决议的人。因为如果他们起初就照你们所吩咐的去做了,我们便完全无需第二次发言;即使第二次去做了,也无需再次发言。然而现在,你们就应当履行的义务通过决议的次数越多,他们就越显得毫无去执行的准备。
πρότερον μὲν οὖν ἔγωγε μὰ τοὺς θεοὺς οὐκ ᾔδειν πρὸς τί ποτʼ εἴη τοῦτʼ εἰρημένον ἀρχὴ ἄνδρα δείκνυσιν· νῦν δὲ κἂν ἄλλον μοι δοκῶ διδάξαι. οἱ γὰρ ἄρχοντες ἢ τινὲς αὐτῶν, ἵνα μὴ πάντας λέγω, τῶν μὲν ὑμετέρων ψηφισμάτων ἀλλʼ οὐδὲ τὸ μικρότατον φροντίζουσιν, ὅπως δὲ λήψονται.2 εἰ μὲν οὖν ἐνῆν δοῦναι, δικαίως ἂν αὐτὸ τοῦτό μοί τις ἐπέπληξεν, εἰ διὰ μικρὸν ἀνάλωμʼ ἐνοχλεῖν ὑμῖν ᾑρούμην· νῦν δʼ οὐκ ἔνι, καθάπερ οὐδὲ τούτους λέληθεν.
因此,从前指着诸神起誓,我根本不知道人们究竟是针对何事说出这句话的: “统治显露其人”;但如今,我想自己甚至能以此指教他人了。因为那些长官,或者其中的一部分人——免得我说所有人——对你们的决议根本连一丝一毫也不放在心上,而只琢磨着自己怎样捞取好处。因此,若是能够给付,假使我只为区区花销就选择叨扰你们,有人倒确实可以公正地就此责难我;但现在这并不可能,正如他们也心知肚明一样。
εἰ δʼ ὑπὲρ ὧν ὑμῖν λῃτουργεῖν δεῖ, προσθήσειν αὑτοῖς οἴονταί με,3 ληροῦσιν. καὶ ταῦτʼ ἴσως βούλονται καὶ προσδοκῶσιν· ἐγὼ δʼ οὐ ποιήσω ταῦτα, ἀλλʼ ἐὰν μὲν δῶσι, καθέλξω τὴν ναῦν καὶ τὰ προσήκοντα ποιήσω, εἰ δὲ μή, τοὺς αἰτίους ὑμῖν ἀποφανῶ.
如果他们以为,关于我必须为你们履行的公共服务,我还会向他们额外行贿,那他们可就打错算盘了。这或许是他们所希冀和期待的;但我绝不会这么做。相反,如果他们拨付所应给的,我就下水战船并履行应尽之责;如果不拨付,我就会向你们揭发谁是责任人。
- 48.1οὐκ ἐγὼ φανήσομαι τούτου δίκαιος ὢν ἔχειν τὴν αἰτίαν
此处为希腊语特有的人称结构 δίκαιός εἰμι 搭配不定式(相当于非人称结构 δίκαιόν ἐστιν ἐμὲ ἔχειν),外层再与接补充分词 ὤν 的动词 φανήσομαι 结合。主语 ἐγώ 与主格补语 δίκαιος ὤν 一致,整句字面意为“我将显出是正当承担对此责任的人”。τούτου 为修饰 αἰτίαν 的宾格性属格。
- 48.2τῶν μὲν ὑμετέρων ψηφισμάτων ἀλλʼ οὐδὲ τὸ μικρότατον φροντίζουσιν, ὅπως δὲ λήψονται
结构上呈现 τῶν μὲν... 与 ὅπως δέ... 的对比,但后半句省略了表示“关心/谋求”的动词(如 σκοποῦσιν 或 φροντίζουσιν),构成一种紧凑的省略句法。ἀλλʼ οὐδέ 引出强烈的递进否定(“非但……甚至连最微小的也不”),鲜明对照出官员们对决议视若无睹、唯独汲汲于索取财物的情态。
- 48.3εἰ δʼ ὑπὲρ ὧν ὑμῖν λῃτουργεῖν δεῖ, προσθήσειν αὑτοῖς οἴονταί με
在 ὑπὲρ ὧν 结构中,指示代词先行词(如 τούτων)被省略,ὧν 指代从属句中履行城邦公共劳役(此处特指三列桨座战船指挥劳役)所需的各项义务或支出。προσθήσειν αὑτοῖς 由 οἴονται 统领,构成宾格不定式结构(主语为 με),意为“我会向他们自己额外奉上/贴补钱财”。
