← 狄摩西尼

序言集

§50.1-50.3

关于出兵的审慎商议与伊菲克拉特斯的名言

演说者呼吁公民不要立刻将主张出兵者视为勇敢而将反对者断为懦弱,强调在公民大会中审慎商议的重要性。他进而援引将领伊菲克拉特斯的名言,敦促大家切勿因渺茫的期望而损害城邦当下的繁荣。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§50.1

ὅ τι μὲν μέλλει συνοίσειν πάσῃ τῇ πόλει, τοῦτο καὶ λέγειν εὔχομαι πάντας, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ὑμᾶς ἑλέσθαι. ἐγὼ δʼ οὖν, ἃ πεπεικὼς ἐμαυτὸν τυγχάνω μάλιστα συμφέρειν ὑμῖν, ταῦτʼ ἐρῶ, δεηθεὶς ὑμῶν τοσοῦτον, μήτε τοὺς ἐξιέναι κελεύοντας ὑμᾶς διὰ τοῦτο νομίζειν ἀνδρείους, μήτε τοὺς ἀντιλέγειν ἐπιχειροῦντας διὰ τοῦτο κακούς.1 οὐ γὰρ ὁ αὐτὸς ἔλεγχος, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν τε λόγων καὶ τῶν πραγμάτων ἐστίν, ἀλλὰ δεῖ νῦν εὖ βεβουλευμένους ἡμᾶς φανῆναι, τότε δέ, ἂν ἄρα ταῦτα δοκῇ, τὰ τῆς ἀνδρείας ἀποδείξασθαι.

雅典人啊,我祈求所有人都说出对全城邦有利的话,而你们也能做出这样的选择。至于我本人,我将陈述自认为对你们最有利的意见,但向你们提出这样一个请求:切莫因此便认为那些主张出征的人勇敢,也切莫因此便认为那些试图提出异议的人懦弱。因为,雅典人啊,对于言论的检验和对于实际行动的检验并不是同一回事;我们现在所应当展现的,是已经经过深谋远虑,而随后如果确实决定出征,那时再去展示勇武之举。

§50.2

ἡ μὲν οὖν ὑμετέρα προθυμία παντὸς ἀξία καὶ τοιαύτη πάρεστιν οἵαν ἄν τις εὔξαιτʼ εὔνους ὢν τῇ πόλει· νῦν δʼ ὅσῳ τυγχάνει σπουδαιοτέρα, τοσούτῳ δεῖ μᾶλλον προϊδεῖν ὅπως εἰς δέον καταχρήσεσθʼ αὐτῇ. οὐδενὸς γὰρ εὐδοκιμεῖ πράγματος ἡ προαίρεσις, ἂν μὴ καὶ τὸ τέλος συμφέρον καὶ καλὸν λάβῃ. ἐγὼ δʼ οἶδά ποτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, παρʼ ὑμῖν ἀκούσας ἀνδρὸς οὔτʼ ἀνοήτου δοκοῦντος εἶναι οὔτʼ ἀπείρου πολέμου, Ἰφικράτους λέγω, ὃς ἔφη δεῖν οὕτω προαιρεῖσθαι κινδυνεύειν τὸν στρατηγὸν ὅπως μὴ τὰ ἢ τὰ γενήσεται, ἀλλʼ ὅπως τά·2 οὕτως γὰρ εἶπε τῷ ῥήματι. ἦν δὴ τοῦτο γνώριμον, ὅτι ὅπως καλῶς ἀγωνιεῖται ἔλεγεν. ἐπειδὰν μὲν τοίνυν ἐξέλθητε, ὃς ἂν ἡγῆται, κύριος ὑμῶν ἐστι· νῦν δʼ ἕκαστος ὑμῶν αὐτῶν στρατηγεῖ. δεῖ δὴ τοιαῦτα φανῆναι βεβουλευμένους διʼ ὧν πανταχῶς συνοίσει τῇ πόλει καὶ μὴ μελλουσῶν ἕνεκʼ ἐλπίδων τῆς παρούσης εὐδαιμονίας χεῖρόν τι ποιήσετε.3

你们的热情固然值得一切赞许,而且正以任何心系城邦之人所期望的方式展现出来;然而,这种热情如今越是高涨,就越应当预先看清如何将它用在切实需要的地方。因为任何事情的决断,除非其结局也是有利而光明的,否则绝不会受到赞赏。雅典人啊,我记得曾经在你们这里听过一位既非愚蠢、又非不谙战事之人所说的话——我说的是伊菲克拉特斯,他说将军在选择涉险时,应当做到不是使结果出现这个或那个,而是务必出现这个;因为他原话就是这么说的。显而易见,他的意思是作战务必取胜。因此,一旦你们出征,无论谁统率军队,他就是你们的主人;但在眼下,你们每个人自己都是将军。所以,你们现在必须表现出做出了这样的决策:通过这些决策,城邦将在各方面获益,而不至于为了未来的希望而使现有的福祉受到损害。

语法注3 条
  1. 50.1δεηθεὶς ὑμῶν τοσοῦτον, μήτε τοὺς ἐξιέναι κελεύοντας ὑμᾶς διὰ τοῦτο νομίζειν ἀνδρείους, μήτε τοὺς ἀντιλέγειν ἐπιχειροῦντας διὰ τοῦτο κακούς

    τοσοῦτον 作分词 δεηθείς 的副词性宾格(同源宾格用法),意为“向你们提出这样一点请求”。其后由 μήτε ... μήτε ... νομίζειν 构成的不定式短语充当其同位语,具体解释请求的内容(“切莫认为……也切莫认为……”);不定式 νομίζειν 的逻辑主语是承接前文 ὑμῶν 而来的宾格 ὑμᾶς。

  2. 50.3ὅπως μὴ τὰ ἢ τὰ γενήσεται, ἀλλʼ ὅπως τά

    引述伊菲克拉特斯的一句习用语。这里使用了冠词/代词的中性复数形式:τὰ ἢ τά 指“非此即彼、胜负未定的结局(碰运气的含糊结果)”,与之相对的 ὅπως τά 则表示“确定的这一个结果(意料中的明确胜利)”。后文的 ὅτι ὅπως καλῶς ἀγωνιεῖται ἔλεγεν(“其意在于务必取胜”)对这一凝练说法作出了明确的解释。

  3. 50.3διʼ ὧν πανταχῶς συνοίσει τῇ πόλει καὶ μὴ μελλουσῶν ἕνεκʼ ἐλπίδων τῆς παρούσης εὐδαιμονίας χεῖρόν τι ποιήσετε

    在由 διʼ ὧν(先行词为 τοιαῦτα)引导的关系代词分句中,第三人称单数的将来直陈式 συνοίσει 与带有否定词 μή 的第二人称复数将来直陈式 ποιήσετε 并列。该关系从句含有目的或预见结果的意味(“通过这些决策,城邦将获益……且你们不致损害……”)。此处之所以用 μή 而非 οὐ,是因为受到主句 δεῖ 所支配的情态影响,蕴含了预防与警告的意志。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg062.humanitext-grc2:50.1-50.3