← 狄摩西尼

序言集

§47.1-47.3

劝告反对者倾听演说与双重益处

演说者指出公民对何为最佳方案各持己见,并劝告持反对意见者倾听演说,说明听取发言要么能达成共识,要么能更坚定原先的判断,必获其一之利。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§47.1

οἶμαι πάντας ἂν ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, φῆσαι,1 ἃ βέλτισθʼ ἕκαστος ἡγεῖται τῇ πόλει, βούλεσθαι ταῦτα πραχθῆναι. συμβαίνει δέ γε μὴ κατὰ ταὐτὸ κεκρίσθαι παρὰ πᾶσι τὸ βέλτιστον· οὐ γὰρ ἂν ὑμῶν οἱ μὲν λέγειν, οἱ δὲ μὴ λέγειν ἐκέλευον.2 πρὸς μὲν τοίνυν τοὺς ὑπειληφότας ταῦτα συμφέρειν οὐδενὸς δεῖ λόγου τῷ μέλλοντι λέγειν· πεπεισμένοι γὰρ ὑπάρχουσι· πρὸς δὲ τοὺς τἀναντία συμφέρειν ἡγουμένους βραχέʼ εἰπεῖν βούλομαι.

雅典人啊,我想你们所有人都会表示,希望各人认为对城邦最有利的方案得以推行。然而事实却是,何为最善,在所有人心中并非判断一致;否则,你们当中就不会有人要求发言,而另一些人要求不要发言了。那么,对于那些已经认为这些提议有利的人,将要发言的人根本无需多费唇舌,因为他们早已被说服;但对于那些认为相反方案有利的人,我想说几句简短的话。

§47.2

μὴ ʼθέλουσι μὲν οὖν ἀκούειν οὐκ ἔνι δήπου μαθεῖν, οὐδὲν μᾶλλον ἢ σιωπῶσιν μηδενὸς λέγοντος· ἀκούσασιν δὲ δυοῖν ἀγαθοῖν οὐκ ἔνι θατέρου διαμαρτεῖν. ἢ γὰρ πεισθέντες πάντες καὶ ταὔτʼ ἐγνωκότες κοινότερον βουλεύσεσθε, οὗ μεῖζον εἰς τὰ παρόντʼ οὐδὲν ἂν γένοιτʼ ἀγαθόν, ἢ μὴ δυνηθέντος τοῦ λέγοντος διδάξαι βεβαιότερον τοῖς ἐγνωσμένοις πιστεύσετε.

因此,对于不愿倾听的人而言,自然根本学不到任何东西,这与无人发言、众人皆默不作声毫无二致;但对于倾听过的人来说,断无错失两样好处之一的可能。因为要么是你们所有人均被说服而取得一致见解,从而更加齐心协力地协商——面对当前局势,再没有比这更大的益处了;要么是讲者未能说服你们,你们反倒会更加坚信自己原先的决定。

§47.3

χωρὶς δὲ τούτων οὐδὲ καλὴν ὑποψίαν ἔχει ἥκειν μὲν εἰς τὴν ἐκκλησίαν ὡς ἐκ τῶν ῥηθησομένων τὸ κράτιστον ἑλέσθαι δέον,3 φανῆναι δέ, πρὶν ἐκ τῶν λόγων δοκιμάσαι, παρʼ ὑμῖν αὐτοῖς τι πεπεισμένους, καὶ τοῦθʼ οὕτως ἰσχυρὸν ὥστε μηδʼ ἐθέλειν παρὰ ταῦτʼ ἀκούειν.

除此之外,来到公民大会本应意味着必须从将要发表的言论中抉择最佳方案,但在通过言论加以检验之前,就显出你们自己内心早已确信了某种意见,且这种成见坚定到了甚至不愿倾听与之相悖之言的地步,这绝不会给人留下良好的印象。

语法注3 条
  1. 47.1πάντας ἂν ὑμᾶς ... φῆσαι

    由动词 οἶμαι 所支配的带宾格不定式结构,并与表示潜在的助词 ἄν 结合(相当于直陈式过去时或祈愿式加 ἄν),表达委婉的推断或断言:“我想你们所有人都会说”。

  2. 47.1οὐ γὰρ ἂν ὑμῶν οἱ μὲν λέγειν, οἱ δὲ μὴ λέγειν ἐκέλευον

    带有 ἄν 的直陈式未完成过去时(ἐκέλευον),构成非真实条件句的主句。虽然没有明确写出条件从句,但承接前文,暗含“假若最善之事在所有人心中判断一致”这一假设。

  3. 47.3ὡς ἐκ τῶν ῥηθησομένων τὸ κράτιστον ἑλέσθαι δέον

    连词 ὡς 加上由非人称动词 δεῖ 的分词 δέον 构成的独立宾格结构,表示主观动机或表面理据:“本着必须从将发表的言论中抉择最佳方案的原则”,修饰 ἥκειν εἰς τὴν ἐκκλησίαν(来到公民大会)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg062.humanitext-grc2:47.1-47.3