← 狄摩西尼

序言集

§46.1-46.5

驳斥使节指控与呼吁公正审听

演说者驳斥了使节们对雅典的不公指控,敦促公民们不要因受惑于巧言令色而盲目认同攻讦,而应作为公正的听众倾听关乎真相的辩护。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§46.1

ὅσην μέν, ὦ ἄνδρες Ἀθηναῖοι, πεποίηνται σπουδὴν οἱ πρέσβεις κατηγορῆσαι τῆς πόλεως ἡμῶν, ἅπαντες ἑοράκατε· πλὴν γὰρ οὐκ ἔχω τίνος εἴπω,1 τἄλλα πάνθʼ ὑμῖν ἀναθεῖναι πεπείρανται. εἰ μὲν οὖν ἦσαν αὐτῶν ἀληθεῖς αἱ κατηγορίαι, χάριν γʼ εἴχετʼ εἰκότως ἄν, εἰ πρὸς ὑμᾶς οὕτως ὑμῶν κατηγόρουν καὶ μὴ πρὸς ἄλλους.

雅典人啊,使节们在控告我们城邦时投入了多么大的劲头,你们所有人都已目睹;因为除了我实在说不出有什么例外,其余一切罪责他们都企图加在你们身上。如果他们的指控属实,既然他们是像这样当着你们的面控告你们,而非向旁人控告,你们理所当然会心怀感激。

§46.2

ἐπειδὴ δὲ διαστρέψαντες τἀληθῆ, καὶ τὰ μὲν παραβαίνοντες, ἀφʼ ὧν ἂν μεγάλους ἐπαίνους κομίσαισθε δικαίως, τὰ δʼ αἰτιασάμενοι ψευδῆ καὶ οὐ προσήκονθʼ ὑμῖν, κέχρηνται τῷ λόγῳ, πονηροὺς δίκαιον αὐτούς, ἐπειδὰν ἐξελεγχθῶσι ταῦτα πεποιηκότες, νομίζειν. εἰ γὰρ ῥήτορες δεινοὶ μᾶλλον εἶναι δοκεῖν ἢ μετʼ ἀληθείας ἐπιεικεῖς ἄνθρωποι νομίζεσθαι προείλοντο, οὐδʼ αὐτοὶ καλοκἀγαθίας ἂν ὡς ἔοικεν ἀμφισβητοῖεν.

然而,既然他们通过曲解真相、一方面略去那些你们理应获得极大赞誉的事迹,另一方面却诬陷以不实且不符合你们实情之罪来展开其演说,那么,一旦证实他们确曾这般行事,将他们视为卑劣之徒乃是公道的。因为如果他们宁愿显得是善于辞令的演说家,而不愿被公认为秉持真理的正人君子,那么看来就连他们自己也不会主张自身具备贤良德行了。

§46.3

ἔστι μὲν οὖν χαλεπὸν τὸ παρʼ ὑμῖν ὑπὲρ ὑμῶν ἐροῦντʼ ἀνεστηκέναι, ὥσπερ ῥᾴδιον τὸ καθʼ ὑμῶν. ἐγὼ γὰρ μὰ τὴν Ἀθηνᾶν οὐδένας ἂν τῶν ἄλλων ἀνθρώπων οὕτως οἶμαι τὰ προσόνθʼ αὑτοῖς ἀκοῦσαι νουθετουμένους, ὡς ὑμεῖς τὰ μὴ προσήκοντα κακῶς ἀκούοντες.2 οὐ μὴν οὐδὲ τούτους θρασέως ἂν οὕτως ἡγοῦμαι ψεύδεσθαι, εἰ μὴ συνῄδεσαν ταῦτα, καὶ πρόδηλον ἦν ὅτι δεινότατοι πάντων ὑμεῖς ἐστʼ ἀκούειν ὅ τι ἄν τις καθʼ ὑμῶν λέγῃ. εἰ μὲν οὖν ταύτης τῆς εὐηθείας δίκην ὑμᾶς δεῖ διδόναι, λόγους οὐ προσήκοντας κατὰ τῆς πόλεως ἀκούειν τοῦτʼ ἂν εἴη. εἰ δʼ ὑπὲρ τῶν ἀληθῶν εἴ τι δίκαιον ῥητέον, ἐπὶ τοῦτʼ ἐγὼ παρελήλυθα, πιστεύων οὐκ αὐτὸς ἀξίως τῶν ὑμῖν πεπραγμένων εἰπεῖν δυνήσεσθαι, ἀλλὰ τὰ πράγματα, ὅπως ἄν τις εἴπῃ, δίκαια φανεῖσθαι.

因此,当着你们的面挺身而出为你们辩护实属不易,正如指责你们轻而易举一样。指着雅典娜起誓,我认为世上没有任何其他人,在听取关于自己实际缺点的规劝时,能像你们忍受那些不符合实情的恶言相向那样包容。事实上,若非他们对此心知肚明、且显而易见的是你们在倾听任何人对你们的指责方面比所有人都更有耐心,我想他们也绝不敢如此放肆地撒谎。假若你们必须为这种单纯幼稚付出代价,那么听到对城邦而言不公的言论,便是这代价了。但若是为了真相而必须道出公道之言,这便是我走上讲坛的缘由;我之所以有信心,并非自认能以配得上你们功绩的水平发表演说,而是深信无论何人如何表述,事实本身终将显明其公道。

§46.5

βουλοίμην δʼ ἂν ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, ἴσους ἀκροατὰς ὑπὲρ ὑμῶν αὐτῶν γενέσθαι, καὶ μὴ τῷ προῆχθαι τοὺς λόγους ἐπαινέσαι τοὺς τούτων φιλονικεῖν.3 οὐ γὰρ ἂν ὑμετέραν κακίαν οὐδεὶς ἔτι κρίναι, εἰ λέγοντός τινος εὖ παρεκρούσθητε, ἀλλὰ τῶν ἐπὶ τούτῳ σπουδὴν ποιησαμένων, ὅπως ὑμᾶς ἐξαπατήσουσιν.

雅典人啊,我倒希望你们能为了自己而成为公正的听众,切莫因已被诱导去赞赏他们的辞令而固执己见。因为假若由于某人言辞动听而致使你们受了蒙骗,任何人再也不会将此判定为你们自身的过失,而只会归咎于那些专门费尽心机欺骗你们的人。

语法注3 条
  1. 46.1πλὴν γὰρ οὐκ ἔχω τίνος εἴπω

    一种用作插入语的惯用结构,字面意为“因为除了我说不出是什么之外”,实际起到“几乎毫无例外地”强调完全普遍性的作用。间接疑问句(οὐκ ἔχω τί εἴπω)在此被视作介词 πλήν 的属格补足语。

  2. 46.3ὡς ὑμεῖς τὰ μὴ προσήκοντα κακῶς ἀκούοντες

    承接前文不定式结构(οὐδένας ἂν ... οὕτως ... ἀκοῦσαι)的比较从句,但在句法上呈现出破格(anacoluthon)。按严格语法本应使用宾格分词(ὡς ὑμᾶς ... ἀκούοντας)承接前文,或补出定式动词(如 ὡς ὑμεῖς ἀκούοιτʼ ἄν),此处却使用了与主格 ὑμεῖς 一致的主格分词 ἀκούοντες,以形成鲜明对比。

  3. 46.5τῷ προῆχθαι τοὺς λόγους ἐπαινέσαι τοὺς τούτων φιλονικεῖν

    带冠词不定式的与格 τῷ προῆχθαι 表示原因(“因受诱导/被推动”),修饰后面的动词 φιλονικεῖν(固执己见、争强好胜)。其后的不定式 ἐπαινέσαι 则作结果或目的的不定式,说明被诱导去从事的动作(“去称赞那些人的演说”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg062.humanitext-grc2:46.1-46.5