← 狄摩西尼

序言集

§45.1-45.4

谨防巧言误导与对忒拜的切实备战

演说者警示民众切勿被演说家脱离实力的豪言所迷惑,力劝明智的公民认清言行之别,在与忒拜人抗衡时应首先从切实备战着手,而非贸然决战。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§45.1

βουλοίμην ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, περὶ ὧν ηὐδοκίμηκε λέγων παρʼ ὑμῖν ὁ δεῖνα, ἐπὶ τῶν ἔργων πραττομένων ἴσον αὐτῷ τὸν ἔπαινον γενέσθαι· οὔτε γὰρ τούτῳ κακόνους εἰμὶ μὰ τοὺς θεοὺς ὑμῖν τʼ ἀγαθὸν ἄν τι γίγνεσθαι βουλοίμην. ἀλλʼ ὁρᾶτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, μὴ κεχωρισμένον ᾖ1 λόγον εἰπεῖν εὖ καὶ προελέσθαι πράγματα συμφέροντα, καὶ τὸ μὲν ῥήτορος ἔργον ᾖ, τὸ δὲ νοῦν ἔχοντος ἀνθρώπου.

雅典人啊,对于某某人在你们面前发言而博得声誉之事,我倒希望在实际行动付诸实施时,他也能得到同等的赞誉;因为指着诸神起誓,我不仅对这个人毫无恶意,而且切盼有某种益处降临于你们。但是,雅典人啊,请你们务必留心,善于辞令与选取切实有益之事是否并非一回事,前者是否不过是演说家的作为,而后者才属于有明智之人的本分。

§45.2

ὑμεῖς τοίνυν οἱ πολλοί, καὶ μάλισθʼ οἱ πρεσβύτατοι, λέγειν μὲν οὐκ ὀφείλεθʼ ὁμοίως δύνασθαι τοῖς δεινοτάτοις· τῶν γὰρ εἰθισμένων τοῦτο τὸ πρᾶγμα· νοῦν δʼ ἔχειν ὀφείλεθʼ ὁμοίως καὶ μᾶλλον τούτων· αἱ γὰρ ἐμπειρίαι καὶ τὸ πόλλʼ ἑορακέναι τοῦτʼ ἐμποιοῦσι. μὴ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, φανῆτʼ ἀγνοοῦντες ἐν τῷ παρόντι νῦν ὅτι αἱ διὰ τῶν λόγων ἀνδρεῖαι καὶ θρασύτητες, ἐὰν μὴ μεθʼ ὑπαρχούσης ὦσι παρασκευῆς καὶ ῥώμης, ἀκοῦσαι μέν εἰσιν ἡδεῖαι, πράττειν δʼ ἐπικίνδυνοι.

因此,你们大众,尤其是最年长的人,并不必须具备同最卓越的演说者并驾齐驱的口才,因为这桩事本属于惯常从事此道之人;但你们理应具备同他们相等、乃至胜过他们的明智,因为阅历和见多识广正能培养出这一点。所以,雅典人啊,切莫在眼下这一刻显得浑然不知:言辞中所展现的勇敢与无畏,若没有既备的准备与力量作为后盾,听起来固然悦耳,付诸实行却险象环生。

§45.3

αὐτίκα γὰρ τὸ μὴ ʼπιτρέπειν τοῖς ἀδικοῦσιν,2 ὁρᾶθʼ ὡς καλὸν τὸ ῥῆμα. ἀποβλέψατε δὴ πρῶτον πρὸς τὸ ἔργον αὐτό. δεῖ κρατῆσαι μαχομένους τῶν ἐχθρῶν τοὺς τὴν τοῦ ῥήματος τούτου σεμνότητʼ ἔργῳ ληψομένους.3 εἰπεῖν μὲν γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, πάντα πέφυκε ῥᾴδιον, πρᾶξαι δʼ οὐχ ἅπαντα. οὐ γὰρ ἴσος πόνος καὶ ἱδρὼς πρό τε τοῦ λέγειν καὶ πρὸ τοῦ πράττειν ἐστίν.

例如,“绝不姑息作恶之人”这句话,请看它是多么动听!那么,请首先看一看行动本身。凡要切实赢得这句话的尊严者,必须在战斗中击败仇敌。因为,雅典人啊,任何事情在天性上说起来容易,全盘付诸实践却不然;毕竟在说话之前的辛劳与汗水,绝不能同行动之前的同日而语。

§45.4

ἐγὼ δʼ οὐ χείρους ὑμᾶς ἡγοῦμαι φύσει Θηβαίων ʽκαὶ γὰρ ἂν μαινοίμην̓, ἀλλʼ ἀπαρασκευοτέρους. φημὶ δὴ δεῖν τοῦ παρασκευάζεσθαι νῦν ποιεῖσθαι τὴν ἀρχήν, ἐπειδὴ τέως ἠμελεῖτε, οὐ τοῦ διαγωνίζεσθαι. οὐ γὰρ ἀντιλέγω τὸ ὅλον, ἀλλʼ ὑπὲρ τοῦ τρόπου τῆς ἐγχειρήσεως ἐναντιοῦμαι.

我并非认为你们在天性上逊色于忒拜人(若真如此认为我便是发疯了),而是认为你们更缺乏准备。因此我主张,既然你们此前一直懈怠,如今应当着手开启准备,而非去决一死战。因为我并非全面反对这一图谋,而只是对其着手推进的方式持反对意见。

语法注3 条
  1. 45.1ὁρᾶτʼ... μὴ κεχωρισμένον ᾖ

    表示注意与戒备的祈使动词 ὁρᾶτε 后接 μή 与虚拟式 ᾖ,构成表达顾虑或审慎考量的句式(“请注意……是否并非……”)。这并非纯粹的否定,而是提醒听众审视“善于辞令”与“选取益事”是否实为两桩分离的事(κεχωρισμένον)。

  2. 45.3αὐτίκα γὰρ τὸ μὴ ʼπιτρέπειν τοῖς ἀδικοῦσιν

    带冠词的不定式短语 τὸ μὴ ʼπιτρέπειν... 作为悬置主格(或前置提顿)置于句首,充当即刻列举的实例,预先点出紧随其后的感叹句 ὁρᾶθʼ ὡς καλὸν τὸ ῥῆμα(“看这词句多么动听!”)所要指涉的核心话题。

  3. 45.3δεῖ κρατῆσαι μαχομένους τῶν ἐχθρῶν τοὺς τὴν τοῦ ῥήματος τούτου σεμνότητʼ ἔργῳ ληψομένους

    由无人称动词 δεῖ 支配的“宾格加不定式”结构。不定式 κρατῆσαι 的逻辑主语为后置于句末的宾格分词短语 τοὺς ... ληψομένους,位于修饰动词的分词 μαχομένους 和属格宾语 τῶν ἐχθρῶν 之后,形成了语序倒装(hyperbaton)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg062.humanitext-grc2:45.1-45.4