- 底本
- Demosthenes. Orationes, Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg062.humanitext-grc2:44.1-44.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者以听众之间存在意见分歧为由解释自己登台发言的缘由,指出静心倾听无论最终是被说服还是借此检验并更加坚信当下的决断,都将对公众大有裨益。
οὐχὶ τὸν αὐτὸν εἶναι καιρὸν ὑπείληφʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦ τε χαρίζεσθαι καὶ τοῦ τὰ δοκοῦντά μοι βέλτιστα παραινεῖν. πολλάκις γὰρ ὁρῶ τὸ χαρίζεσθαί τι παρὰ γνώμην πλείονʼ ἀπέχθειαν ἐνεγκὸν τοῦ τὸ πρῶτον ἐναντιωθῆναι.1 εἰ μὲν οὖν ἅπαντες ἐγιγνώσκετε ταὐτά, οὔτʼ ἄν, εἴ μοι τὰ δέοντʼ ἐδοκεῖτε προαιρεῖσθαι, παρῆλθον, περίεργον ἡγούμενος τοῖς ἀφʼ αὑτῶν ἃ χρὴ ποιοῦσι λέγειν, οὔτʼ ἂν εἰ τοὐναντίον·2 μᾶλλον γὰρ ἂν ἡγησάμην ἕνʼ ὄντʼ ἐμαυτὸν ἀγνοεῖν τὰ κράτιστʼ ἢ πάντας ὑμᾶς.
雅典人啊,我认为讨好迎合与劝告我认为最佳之事,二者的适当时机并不相同。因为我常常看到,违背自身见解去讨好他人,比起最初便予以反对,往往会招致更大的怨恨。因此,倘若你们所有人的意见完全一致,那么,即便在我看来你们似乎正在选择应行之事,我也不会登台发言,因为我认为对那些自发履行应尽之责的人多言是多此一举;而倘若情况相反,我也同样不会发言,因为我宁可认为只是我一人不识大体,也不愿认为你们全体都不明大局。
ἐπειδὴ δʼ ὁρῶ τινὰς ὑμῶν ταὐτὰ μὲν γιγνώσκοντας ἐμοί, τἀναντία δʼ ἄλλοις, πειράσομαι μετὰ τούτων τοὺς ἑτέρους πεῖσαι. εἰ μὲν οὖν οἰήσεσθε δεῖν μὴ ʼθέλειν ἀκούειν, οὐκ ὀρθῶς ποιήσετε· ἂν δʼ ἀκούσητε σιωπῇ καὶ τοῦθʼ ὑπομείνητε, δυοῖν ἀγαθοῖν θάτερον ὑμῖν ὑπάρξει· ἢ γὰρ πεισθήσεσθε, ἄν τι δοκῶμεν λέγειν συμφέρον, ἢ βεβαιότερον περὶ ὧν ἐγνώκατʼ ἔσεσθε πεπεισμένοι. ἂν γάρ, οἷς τι διαμαρτάνειν οἰόμεθʼ ἡμεῖς ὑμᾶς, ταῦτα μηδενὸς ἄξια φανῇ,3 μετʼ ἐλέγχου τὰ δεδογμένα νῦν ὑμεῖς ἔσεσθʼ ᾑρημένοι.
然而,既然我看到你们当中有些人与我见解一致,而与另一些人意见相反,我便将与这些人一道,尽力去说服另一方。因此,倘若你们认为理当不愿倾听,那你们的所作所为就是不当的;但若你们能在静默中倾听并忍受此事,你们就必将获得两大利好之一:因为倘若我们所说之言看似切实有益,你们便会被说服;若不然,对于你们已经决定的事,你们也必将抱有更为坚定的信念。因为,倘若我们据以认为你们有所谬误的那些由头最终被证明毫无价值,那么你们便是经过了检验才最终坚持了当下的决断。
- 44.1τὸ χαρίζεσθαί τι παρὰ γνώμην πλείονʼ ἀπέχθειαν ἐνεγκὸν τοῦ τὸ πρῶτον ἐναντιωθῆναι
该句为充当动词 ὁρῶ 的宾语补足语的分词结构。主语是带中性定冠词的不定式短语 τὸ χαρίζεσθαί τι παρὰ γνώμην,中性单数过去不定时分词 ἐνεγκόν 与之保持一致,表达屡见不鲜的既成经验或结果。比较级 πλείονʼ 之后的比较对象由带属格定冠词的不定式 τοῦ τὸ πρῶτον ἐναντιωθῆναι 承担。
- 44.1οὔτʼ ἄν, εἴ μοι τὰ δέοντʼ ἐδοκεῖτε προαιρεῖσθαι, παρῆλθον... οὔτʼ ἂν εἰ τοὐναντίον
嵌套结构的与事实相反(非真实)条件句。主干假定由未完成过去时直陈式构成(εἰ ... ἐγιγνώσκετε),而在其归结节(οὔτʼ ἄν ... παρῆλθον,不定过去时直陈式加 ἄν)之中,又并列嵌入了两个从属条件分句:εἴ μοι ... ἐδοκεῖτε 与 οὔτʼ ἂν εἰ τοὐναντίον。
- 44.2ἂν γάρ, οἷς τι διαμαρτάνειν οἰόμεθʼ ἡμεῖς ὑμᾶς, ταῦτα μηδενὸς ἄξια φανῇ
关系代词从句置于先行词 ταῦτα 之前的倒装(先取)结构。关系代词 οἷς 作原因/依据与格(“据以”),修饰 οἰόμεθʼ(τι 作 διαμαρτάνειν 的内部宾语),整句意为“我们据以认为你们犯有某种过失的那些依据”。指示代名词 ταῦτα 作为后置的主语,统领接续法动词 φανῇ 及表语 μηδενὸς ἄξια。
