← 狄摩西尼

序言集

§40.1-40.3

对全盟邦的影响与将领营私之弊

发言者指出对单一城邦的处置关系到所有盟邦的向背,揭露将领们培植私人阿谀之辈而损害城邦盟友的弊端,并表示将提出有利的建议。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§40.1

οὔ μοι δοκεῖτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, περὶ ἧς οἴεσθε πόλεως νυνὶ μόνον βουλεύεσθαι,1 ἀλλʼ ὑπὲρ πασῶν τῶν συμμαχίδων. ὅπως γὰρ ἂν περὶ ταύτης γνῶτε, πρὸς ταῦτʼ εἰκὸς ἀποβλέποντας τοὺς ἄλλους καὶ αὑτοὺς τῶν αὐτῶν τεύξεσθαι νομίζειν. ὥστε δεῖ καὶ τοῦ βελτίστου καὶ τῆς ὑμετέρας αὐτῶν ἕνεκα δόξης σπουδάσαι, ὅπως ἅμα καὶ συμφέροντα καὶ δίκαια φανήσεσθε βουλευόμενοι.

雅典人啊,在我看来,你们如今商议的不仅是你们自以为关注的那座城邦,更是关乎所有的同盟城邦。因为无论你们对这座城邦作出何种决断,其他城邦很可能会以此为观照,认为自己也将遭受同样的待遇。因此,无论为了最好的结果,还是为了诸位自身的声望,你们都必须竭尽全力,好让人们看到你们商议出的决断既切合利益又合乎正义。

§40.2

ἡ μὲν οὖν ἀρχὴ τῶν τοιούτων πραγμάτων ἁπάντων ἐστὶν τῶν στρατηγῶν·2 ὧν οἱ πλεῖστοι τῶν παρʼ ὑμῶν ἐκπλεόντων οὐ τοὺς ὑμετέρους φίλους, οὓς διὰ παντὸς τοῦ χρόνου τῶν αὐτῶν κινδύνων μετεσχηκότας παρειλήφασιν, τούτους θεραπεύειν οἴονται δεῖν, ἀλλʼ ἰδίους φίλους ἕκαστος ἑαυτῷ κατασκευάσας ὑμᾶς ἀξιοῖ τοὺς αὑτῶν κόλακας καὶ ὑμετέρους ἡγεῖσθαι φίλους· οὗ πᾶν ἐστι τοὐναντίον.

实际上,所有这等事的根源皆在将官。从你们这里扬帆出征的大多数将领,并不认为应当去照拂那些他们所承接的、历来共担艰危的你们的盟友,反倒是各自为己私立朋党,要求你们把他们自己那些阿谀奉承之徒也当作你们的朋友——然而实情与此全然相反。

§40.3

οὔτε γὰρ ἐχθροτέρους οὔτʼ ἀναγκαίους μᾶλλον ἐχθροὺς3 ἂν τούτων εὕροιτε. ὅσῳ γὰρ πλείω παρακρουόμενοι πλεονεκτοῦσιν, τοσούτῳ πλειόνων ὀφείλειν ἡγοῦνται δίκην δοῦναι· οὐδεὶς δʼ ἂν γένοιτʼ εὔνους τούτοις ὑφʼ ὧν ἄν τι κακὸν πείσεσθαι προσδοκᾷ. τοῦ μὲν οὖν κατηγορεῖν ἴσως οὐχ ὁ παρὼν καιρός· ἃ δʼ ἡγοῦμαι συμφέρειν ὑμῖν, ταῦτα συμβουλεύσω.

因为诸位再也找不到比他们更怀敌意、或更为不可避免的仇敌了。他们通过欺罔而谋取的私利越多,自知应当偿付的罪罚也就越重;而任何人绝不会对自己预料将加害于己的人心怀善意。此刻或许并非进行谴责的良机;但我认为于你们有利的建言,我定当奉告。

语法注3 条
  1. 40.1περὶ ἧς οἴεσθε πόλεως νυνὶ μόνον βουλεύεσθαι

    先行词 πόλεως 被吸收入关系分句中的倒装结构。其句法骨架相当于 οὐ μόνον περὶ τῆς πόλεως, περὶ ἧς οἴεσθε νυνὶ βουλεύεσθαι(“不仅关乎你们认为正在商议的那座城邦”),并与后文的 ἀλλʼ ὑπὲρ πασῶν τῶν συμμαχίδων 形成呼应对比。

  2. 40.2ἡ μὲν οὖν ἀρχὴ τῶν τοιούτων πραγμάτων ἁπάντων ἐστὶν τῶν στρατηγῶν

    表归属的谓语性属格,意为“所有这类事情的根源(责任)属于各位将领”。随后的 τῶν παρʼ ὑμῶν ἐκπλεόντων 则进一步修饰 ὧν οἱ πλεῖστοι,表示“从你们这里出海的将领中的大多数”。

  3. 40.3ἀναγκαίους μᾶλλον ἐχθροὺς

    ἀναγκαῖος 通常表示“必需的”或“亲族的”,但此处修饰 ἐχθρούς,表示因果情势上的“必然的、无可避免的仇敌”(即由于罪咎与恐惧而必然走向敌对的人)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg062.humanitext-grc2:40.1-40.3