- 底本
- Demosthenes. Orationes, Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg062.humanitext-grc2:39.1-39.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者激励公民面对前不久的挫折切勿惊慌,应挺身克服危局,指出因命运而起的不利仍可扭转,而敌人的骄横狂妄将成为雅典反败为胜的契机。
τὰ μὲν γεγενημένʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τοιαῦθʼ οἷα πάντες ἀκηκόατε· δεῖ δʼ ὑμᾶς μηδὲν ἐκπεπληγμένως διακεῖσθαι, λογιζομένους ὅτι πρὸς μὲν τὰ παρόντʼ ἀθύμως ἔχειν οὔτε τοῖς πράγμασι συμφέρον οὔθʼ ὑμῶν ἄξιόν ἐστιν, τὸ δὲ ταῦτʼ ἐπανορθοῦν αὑτοῖς ἡγεῖσθαι προσῆκον τῆς ὑμετέρας δόξης ἄξιον ἂν φανείη. χρὴ δὲ τοὺς ὄντας οἷοι φήσαιτʼ ἂν ὑμεῖς εἶναι,1 ἐν τοῖς δεινοῖς ἑτέρων διαφέροντας φαίνεσθαι.
雅典人啊,发生的事实正如诸位所听闻的那样;但你们绝不可惊惶失措,而应思量到:面对现状灰心丧气既于政务无益,也配不上诸位;相反,若认为纠正这一切是自己应尽的职责,这才显得配得上你们的声望。而身为你们会自称是的那种人,就理应在危难关头显出超群绝伦之姿。
ἐγὼ δʼ οὐδαμῶς μὲν ἂν ἐβουλόμην ταῦτα συμβῆναι τῇ πόλει, οὐδʼ ἀτυχεῖν ὑμᾶς οὐδέν· εἰ δʼ ἄρʼ ἔδει γενέσθαι καί τι δαιμόνιον τοῦτʼ ἀπέκειτο, ὥσπερ πέπρακται τὰ γεγενημένα, λυσιτελεῖν οἴομαι. τὰ μὲν γὰρ τῆς τύχης ὀξείας ἔχει τὰς μεταβολὰς καὶ κοινὰς ἀμφοτέροις τὰς παρουσίας· ἃ δʼ ἂν διʼ ἀνδρῶν κακίαν πραχθῇ, βεβαίους ποιεῖ τὰς ἥττας.
就我而言,绝不希望这些变故降临于城邦,也不愿你们遭受丝毫厄运;但若这终究无可避免、且冥冥中由某种天意所注定,我认为事情照其已然发生的那样了结,反倒是大有裨益的。因为命运所致之事变化迅速,其降临于交战双方是均等的;然而由人之懦弱造成的败局,则会使溃败无可挽回。
οἴομαι μὲν οὖν οὐδὲ τοὺς κεκρατηκότας ἀγνοεῖν ὅτι βουληθέντων ὑμῶν καὶ παροξυνθέντων2 τῷ γεγενημένῳ, οὐ πάνυ πω δῆλον πότερον εὐτύχημʼ ἢ καὶ τοὐναντίον αὐτοῖς ἐστιν τὸ πεπραγμένον· εἰ δʼ ἄρʼ ἐπῆρκε τὸ πρᾶγμʼ αὐτοὺς θρασύνεσθαι, κἂν τοῦτο πρὸς ὑμῶν3 ἤδη γίγνοιτο. ὅσῳ γὰρ ἂν μᾶλλον καταφρονήσωσι, τοσούτῳ θᾶττον ἁμαρτήσονται.
因此,我认为连战胜者也并非不知:假若你们下定决心,并被所发生之事激发斗志,那么眼下的得手对他们而言究竟是幸事还是相反,至今还完全难见分晓;倘若此事果真驱使他们傲慢自大,这如今甚至也会化为对你们有利之事。因为他们越是轻蔑藐视,就越会更快地铸成大错。
- 39.1οἷοι φήσαιτʼ ἂν ὑμεῖς εἶναι
不定式表语的主格一致。先行词(τοὺς ὄντας)虽为宾格,但由于不定式 εἶναι 的逻辑主语与限定动词 φήσαιτʼ ἄν 的主语 ὑμεῖς(主格)同指,充当 εἶναι 表语的关系代词依常规与主语 ὑμεῖς 一致而用主格 οἷοι。
- 39.3βουληθέντων ὑμῶν καὶ παροξυνθέντων
具条件意义的属格绝对结构(genitive absolute)。在 ὅτι 引导的间接引语从句中,充当假设条件(“如果你们下定决心并受到激励”),修饰后面的判断。
- 39.3πρὸς ὑμῶν
介词 πρός 支配属格代词的习惯用法,表示“在……一方”、“对……有利”。此处意指“这将会化为对你们有利的因素”。
