← 狄摩西尼

序言集

§41.1-41.3

将愤慨转化为切实行动与警惕奉承

演说者规劝民众将对既往挫折的愤慨化为防患于未然的实际行动,警告他们勿听信取悦大众的虚妄言辞,唯有亲力亲为方能挽救颓势。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§41.1

οὐδένʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν πάντων ὑμῶν οὕτως οἴομαι κακόνουν εἶναι τῇ πόλει ὥστε μὴ χαλεπῶς φέρειν μηδὲ λυπεῖσθαι τοῖς γεγενημένοις. εἰ μὲν τοίνυν ἀγανακτοῦντας ἦν ἄπρακτόν τι ποιῆσαι1 τούτων, τοῦτʼ ἂν ἔγωγε παρῄνουν ὑμῖν ἅπασιν· ἐπειδὴ δὲ ταῦτα μὲν οὐκ ἂν ἄλλως ἔχοι, δεῖ δʼ ὑπὲρ τῶν λοιπῶν προνοηθῆναι ὅπως μὴ ταὐτὰ πείσεσθε, ὥσπερ, ὦ ἄνδρες Ἀθηναῖοι, νῦν γεγενημένων ἀγανακτεῖτε,2 οὕτω χρὴ σπουδάσαι ὑπὲρ τοῦ μὴ πάλιν ταὐτὰ συμβῆναι, καὶ νομίζειν μηδένʼ ἔχειν λόγον εἰπεῖν τῶν συμβουλευόντων τοιοῦτον, ὃς δυνήσεται σῷσαι τὰ παρόντα μηδενὸς ὑμῶν μηδὲν συναραμένου· οὐ γὰρ ἂν λόγος, ἀλλὰ θεός τις ὁ τοιοῦτος εἴη.

雅典人啊,我认为在诸位全体之中,绝无任何人对城邦心怀恶意到竟不对已发生之事深感愤慨与痛苦的地步。因此,假若愤慨能使这些既成事实中的任何一件化为乌有,我本会规劝你们全体去如此行事。然而,既然这些事已无法改变,而必须为了今后未雨绸缪以使你们不再遭受同样命运,那么雅典人啊,正如你们如今因已发生之事而义愤填膺,你们也就应当同样尽力防止同类事情重演,并深知进言者中无一人能说出这等言辞,即能在你们之中无一人出手相助的情况下挽救眼前的危局;因为能做到这一点的绝非言辞,而必定是某位神明。

§41.2

ἡ μὲν οὖν ἀρχὴ τοῦ ταῦθʼ οὕτως ἔχειν ἐκεῖθεν ἤρτηται, ἐκ τοῦ τῆς παραχρῆμα πρὸς ὑμᾶς ἕνεκα χάριτος ἐνίους τῶν λεγόντων ἐνταυθοῖ δημηγορεῖν,3 ὡς οὔτʼ εἰσφέρειν οὔτε στρατεύεσθαι δεῖ, πάντα δʼ αὐτόματʼ ἔσται. ἔδει μὲν οὖν ταῦθʼ ὑπʼ ἄλλου τινὸς ἐξελέγχεσθαι μετὰ τοῦ λυσιτελοῦντος τῇ πόλει· δοκεῖ δέ μοι τρόπον τινὰ καὶ νῦν ἀμείνων ἡ τύχη περὶ ὑμᾶς τῶν ἐφεστηκότων εἶναι.

因此,事态沦落至此的根源便系于彼处:即某些发言者为了在你们面前博取眼前的恩宠而在此向大众演说,宣称既无需缴纳特别税,亦无需亲自从征,一切皆会自行顺遂。本来,这些谰言早该由他人以对城邦有益的方式予以驳斥;然而在我看来,在某种意义上即便如今,命运之神对你们的眷顾也远甚于那些身居要职之人。

§41.3

τὸ μὲν γὰρ ἕκαστʼ ἀπόλλυσθαι τῆς τῶν ἐπιμελουμένων κακίας σημεῖον προσήκει ποιεῖσθαι· τὸ δὲ μὴ πάλαι πάντʼ ἀπολωλέναι τῆς ὑμετέρας τύχης εὐεργέτημʼ ἔγωγε κρίνω. ἐν ᾧ τοίνυν ἡ τύχη διαλείπει καὶ τοὺς ἐχθροὺς ἀνέχει, τῶν λοιπῶν ἐπιμελήθητε. εἰ δὲ μή, σκοπεῖθʼ ὅπως μὴ ἅμα τούς τʼ ἐφεστῶτας ἑκάστοις ὑμεῖς κρινεῖτε, καὶ τὰ πράγμαθʼ ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, κλινεῖ.4 οὐ γὰρ ἔσθʼ ὅπως ταῦτʼ ἄνευ μεγάλου τινὸς κακοῦ στήσεται, μηδενὸς ἀντιλαμβανομένου.

因为各项事业的废弛理应被视为掌权者无能的表征;而诸事未在很久以前便全盘崩溃,我则断定是你们自身运势所赐予的恩惠。因此,趁着命运之神尚在留出间隙并阻遏敌寇之时,务请料理好余下之事。否则,请诸位留神,免得你们在审判主管各事者的同时,雅典人啊,你们的国势亦随之一蹶不振。因为倘若无一人援手匡扶,这一切断不可能不经历某种巨大的灾难而自行止息。

语法注4 条
  1. 41.1ἀγανακτοῦντας ἦν ἄπρακτόν τι ποιῆσαι

    此处 ἦν 带有不定式 ποιῆσαι,作非人称用法表可能性(“能够做到/取消”),与 τοῦτʼ ἂν ... παρῄνουν 构成与现在事实相反的虚拟条件句。分词 ἀγανακτοῦντας(阳性宾格复数)与其不定式 ποιῆσαι 的逻辑主语(泛指的“人们/诸位”)保持性数格一致。

  2. 41.1ὥσπερ ... νῦν γεγενημένων ἀγανακτεῖτε

    动词 ἀγανακτέω 通常支配与格(如第1节中的 λυπεῖσθαι τοῖς γεγενημένοις),此处中性复数属格分词 γεγενημένων 既可理解为表示原因的属格(“因已发生之事而愤慨”),亦可视为省略了主语(如 τούτων)的独立属格(“既成事实既已如此”)。它与后文的 οὕτω χρὴ σπουδάσαι 形成呼应对比。

  3. 41.2ἐκ τοῦ τῆς παραχρῆμα πρὸς ὑμᾶς ἕνεκα χάριτος ἐνίους τῶν λεγόντων ἐνταυθοῖ δημηγορεῖν

    由介词 ἐκ 引导的冠词不定式结构(ἐκ τοῦ ... δημηγορεῖν),作 ἤρτηται 的补足语说明根源。不定式 δημηγορεῖν 的逻辑主语为宾格短语 ἐνίους τῶν λεγόντων。夹在冠词与不定式中间的短语 τῆς παραχρῆμα ... χάριτος 则是受 ἕνεκα 支配的属格词组,用以修饰 δημηγορεῖν。

  4. 41.3σκοπεῖθʼ ὅπως μὴ ἅμα τούς τʼ ἐφεστῶτας ἑκάστοις ὑμεῖς κρινεῖτε, καὶ τὰ πράγμαθʼ ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, κλινεῖ

    由表示防备、警惕的动词 σκοπεῖτε 引领 ὅπως μή 从句,从属动词使用将来直陈式(κρινεῖτε 与 κλινεῖ)。动词 κλίνω 的将来态形式 κλινεῖ 在此作不及物动词用,意为“倾颓”、“崩溃”,其主语为 τὰ πράγματα。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg062.humanitext-grc2:41.1-41.3