← 狄摩西尼

序言集

§38.1-38.3

危局进言之难与切勿迁怒建议者

演说者指出危局之下进言本就艰难,劝告听众切勿盲目迁怒于建议者,并申明自己毫无过失且能提出良策,以此确立发言的正当性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§38.1

πρῶτον μὲν οὐ πάνυ θαυμαστόν ἐστιν, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ μὴ ῥᾳδίους τοῖς συμβουλεύειν βουλομένοις εἶναι τοὺς λόγους· ὅταν γὰρ τὰ πράγματʼ ἔχῃ φαύλως περὶ ὧν δεῖ σκοπεῖν, δυσχερεῖς ἀνάγκη περὶ αὐτῶν εἶναι καὶ τὰς συμβουλίας. εἰ μὲν οὖν ἐκ τοῦ μὴ ʼθέλειν ἀκούειν ἐλπὶς ταῦτα γενέσθαι βελτίω, τοῦτο χρὴ πράττειν· εἰ δὲ χείρω μὲν ἅπαντα, βέλτιον δʼ οὐδὲν ἐκ τούτου γενήσεται, τί δεῖ, πρὸς τὸ φαυλότατον ἐλθεῖν ἐάσαντας, ἐκ πλείονος ἢ νῦν καὶ χαλεπωτέρως σῴζειν πειρᾶσθαι, ἐξὸν ἐκ τῶν παρόντων ἔτι καὶ νῦν ἐπανορθώσασθαι1 καὶ προαγαγεῖν ἐπὶ τὸ βέλτιον;

首先,雅典人啊,对于希求献策者而言,进言并非易事,这完全不足为奇;因为每当需要审议的事务处于恶劣境地时,关于它们的建言势必也是艰难的。因此,如果因不愿倾听而有望使局势好转,你们便应当这样做;但如果由此只会使一切变得更糟而毫无起色,那么,明明可以从现状着手、在当下便予以纠正并引向更好的方向,又何必放任事务陷入最恶劣的地步,然后再试图以比现在更远的距离、更艰难的方式去挽救呢?

§38.2

τὸ μὲν οὖν ὀργίλως ὑμᾶς ἔχειν εἰκός ἐστιν ταῦτα πάσχοντας· τὸ δὲ μὴ τοῖς αἰτίοις, ἀλλὰ πᾶσιν ἐφεξῆς ὀργίζεσθαι, τοῦτʼ οὐκέτʼ εἰκὸς οὐδʼ ὀρθῶς ἔχον ἐστίν. οἱ γὰρ μηδενὸς μὲν αἴτιοι τῶν παρεληλυθότων, τὰ δὲ λοιπὰ πῶς ἔσται βελτίω λέγειν ἔχοντες, χάριν, οὐκ ἀπέχθειαν κομίσαιντʼ ἂν δικαίως παρʼ ὑμῶν· οὕς, ἐὰν ἀκαίρως δυσκολαίνητε, ὀκνεῖν ἀνίστασθαι ποιήσετε.

因此,身受这些困厄的你们心怀忿怒,原是情理之中;然而,不把怒火发泄于罪魁祸首、却对众人一概迁怒,这便不再合情,也不再正确了。因为那些对以往的过失毫无责任、却能够指出今后如何能转好的人,理当从你们那里获得感激而非仇怨;假若你们不合时宜地动怒刁难,只会使他们望而却步、不敢起立发言。

§38.3

καίτοι ἔγωγʼ οὐκ ἀγνοῶ, ὅτι πολλάκις οὐ τοῖς αἰτίοις, ἀλλὰ τοῖς ἐμποδὼν οὖσι τοῖς ὀργιζομένοις2 ἀηδές τι παθεῖν συνέβη· ὅμως δʼ ἀνέστην συμβουλεύσων· πιστεύω γὰρ ἔγωγʼ, ὦ ἄνδρες Ἀθηναῖοι, φλαύρου μὲν μηδενὸς αἴτιος ὢν εὑρεθήσεσθαι,3 βελτίω δʼ ἑτέρων ὑμῖν ἔχειν συμβουλεῦσαι.

尽管我并非不知,遭遇不测者往往不是肇事之人,而是恰巧挡在发怒者面前的人;然而,我依然站起身来进言献策。因为我坚信,雅典人啊,我必将被证明未曾造成任何耻辱之失,并且我能够向你们提出优于他人的良策。

语法注3 条
  1. 38.1ἐξὸν ἐκ τῶν παρόντων ἔτι καὶ νῦν ἐπανορθώσασθαι

    ἐξόν 是非人称动词 ἔξεστι 的中性单数宾格分词,构成“宾格绝对独立结构”(accusative absolute),表示让步或对比(“明明能够……”、“在尚且可以……的时候”)。它与主句的疑问句 τί δεῖ...(“何必……”)形成对比,指出了当前本可采取的更可行的解决途径。

  2. 38.3τοῖς ἐμποδὼν οὖσι τοῖς ὀργιζομένοις

    τοῖς ὀργιζομένοις(“发怒的人们”)作分词短语 τοῖς ἐμποδὼν οὖσι(“挡在……面前的/碰上的”)所支配的与格补足语,意为“处于发怒者跟前的人们”。尽管句中动词 συνέβη 也支配与格,但从语序与语义连贯性来看,该与格直接依附于 ἐμποδὼν οὖσι。

  3. 38.3φλαύρου μὲν μηδενὸς αἴτιος ὢν εὑρεθήσεσθαι

    动词 εὑρίσκω 的被动态常与分词补足语连用(意为“被发现/被证明处于某种状态”)。在接续主句动词 πιστεύω(“我坚信”)的不定式从句中,由于不定式的逻辑主语与主句主语(“我”)一致,因此表语 αἴτιος 和分词 ὢν 采用了主格而非宾格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg062.humanitext-grc2:38.1-38.3