- 底本
- Demosthenes. Orationes, Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg062.humanitext-grc2:37.1-37.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者表明自己将坦诚且简明地开篇,并直接亮出核心立场:密提林人民遭受了不公,雅典应当出面为他们伸张正义。
καὶ βραχεῖαν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ δικαίαν ποιήσομαι τὴν ἀρχὴν τοῦ λόγου· καὶ οὕτω δὲ τὰ πάντʼ ἐρῶ. ἡγοῦμαι γὰρ ἐξαπατᾶν μὲν εἶναι βουλομένου1 σκοπεῖν ὅντινʼ ὑμᾶς τρόπον τοὺς ἀκούοντας τὰ τοῦ πράγματος δυσχερῆ τῷ λόγῳ συγκρύψεται,2 ἁπλῶς δὲ πεπεικότος αὑτὸν ὑμῖν προσφέρεσθαι τοῦτο πρῶτον εἶναι, εἰπεῖν πότερʼ ἐγνωκὼς παρελήλυθεν,3 ἵνʼ ἐὰν μὲν ἀκούσαντες τοῦτο τοὺς μετὰ ταῦτα λόγους βούλησθʼ ἀκούειν, καὶ διδάσκῃ καὶ φράζῃ τὰ βέλτισθʼ αὑτῷ δοκοῦντα, ἂν δʼ ἀποδοκιμάσητε, ἀπηλλαγμένος ᾖ καὶ μήθʼ ὑμῖν ἐνοχλῇ μήθʼ αὑτὸν κόπτῃ. ἐγὼ δὴ τοῦτο πρῶτον ἐρῶ. ἐμοὶ δοκεῖ Μυτιληναίων ὁ δῆμος ἠδικῆσθαι, καὶ δίκην ὑμῖν ὑπὲρ αὐτοῦ προσήκειν λαβεῖν. καὶ ὅπως λήψεσθʼ ἔχω λέγειν, ἐπειδὰν ὡς ἠδίκηνται καὶ ὑμῖν προσήκει βοηθεῖν ἐπιδείξω.
雅典人啊,我将使我演说的开端既简短又公正;而且我也将依循这一原则阐明全貌。因为我认为,盘算如何用言辞向身为听众的你们隐瞒事情的难处,乃是企图欺骗者之所为;而决心坦诚对待你们的人,其首要之举则应当是说明自己抱持何种主张而登台,以便在听过这一点之后,假若你们希望继续听接下来的论述,他便能向你们讲明并陈述他自认最佳的方案;假若你们予以否决,他便可就此脱身,既不烦扰你们,也不折磨自己。因此,我首先就要申明此点:依我之见,密提林的人民遭受了不公的对待,而由你们为他们去讨还公道乃是理所应当的。至于你们应当如何讨还公道,待我论证了他们遭受了不公以及你们理当施以援手之后,便会向你们说明。
- 37.1ἐξαπατᾶν μὲν εἶναι βουλομένου
βουλομένου 为系动词 εἶναι 的表语性属格,表示特征或属性(“属于/是……所为”)。后文的 πεπεικότος 同样为此种属格,构成 μέν...δέ 的对比结构。
- 37.1ὅντινʼ ὑμᾶς τρόπον τοὺς ἀκούοντας τὰ τοῦ πράγματος δυσχερῆ τῷ λόγῳ συγκρύψεται
动词 συγκρύπτω 支配双宾格:被隐瞒的人(ὑμᾶς τοὺς ἀκούοντας)与被隐瞒的事物(τὰ τοῦ πράγματος δυσχερῆ)。ὅντινα τρόπον 作状语性宾格(“以何种方式”)。
- 37.1πότερʼ ἐγνωκὼς παρελήλυθεν
πότερʼ(即 πότερα)在此为疑问代词 πότερος 的中性复数宾格,作分词 ἐγνωκώς 的直接宾语(“决定了哪一种立场/方案”),而非引入间接疑问的连词用法(“是否”)。
