- 底本
- Demosthenes. Orationes, Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg062.humanitext-grc2:36.1-36.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者赞赏民众能识破演说家的企图与贿赂、从而将受骗时间压缩到最短的明智,并预告自己将提出一份完全不同于常人预期却切实有益的简短建议,恳请大家倾听。
πρῶτον μέν, ὦ ἄνδρες Ἀθηναῖοι, οὐ πάνυ μοι δοκεῖ τις ἂν εἰκότως περὶ ὑμῶν δεῖσαι, μὴ παρὰ τὸ τῶν συμβουλευόντων οὐκ ἐθέλειν ἀκούειν1 χεῖρον βουλεύσησθε. πρῶτον μὲν γὰρ ἡ τύχη, καλῶς ποιοῦσα, πολλὰ τῶν πραγμάτων ὑμῖν αὐτόματα, ὡς ἂν εὔξαισθε, παρίστησιν, ἐπεὶ τῇ γε τῶν προεστηκότων προνοίᾳ βραχέʼ αὐτῶν εἶχεν ἂν καλῶς. ἔπειθʼ ὑμεῖς οὐ μόνον τοὺς λόγους οὓς ἂν ἕκαστος εἴποι πρόϊστε, ἀλλὰ καὶ ὧν ἕνεκʼ αὐτῶν ἕκαστος δημηγορεῖ, εἰ δὲ μὴ φιλαπέχθημον ἦν, εἶπον ἂν καὶ πόσου.2
首先,雅典人啊,在我看来,任何人都不大有理由替你们担忧:你们会由于不愿倾听建言者的话而作出更糟糕的决议。因为首先,命运惠然眷顾,正如你们所祈愿的那样,自然而然地把许多事务呈现于你们面前;倘若单凭那些居于领导地位之人的远见,这些事务中能处于良好状态的恐怕寥寥无几。其次,你们不仅预先知晓每个人将要发表的说辞,更深知他们每个人演说究竟是为了什么——若非这会招致反感,我甚至还能说出他们是以何等价码这般行事的。
τὸν δὴ τοῦ φενακίζεσθαι χρόνον ὡς εἰς μικρότατον συνάγοντες σωφρονεῖν ἔμοιγε δοκεῖτε. εἰ μὲν δή τι τῶν αὐτῶν ἔμελλον τοῖς ἄλλοις ἐρεῖν, οὐκ ἂν ᾤμην δεῖν λέγων ἐνοχλεῖν. νῦν δὲ συμφέροντα μὲν ὑμῖν ἀκοῦσαι, παντάπασι δʼ ἀφεστηκότα τῶν ὑπὸ τῶν πολλῶν προσδοκωμένων οἴομαι λόγον ἐρεῖν.3 βραχὺς δʼ ἔσται. σκέψασθε δʼ ἀκούσαντες, κἂν ὑμῖν ἀρέσκῃ, χρήσασθε.
因此,在尽可能将受欺骗的时间压缩到最短这一点上,依我之见你们是极其明智的。假若我将要讲的和旁人千篇一律,我绝不认为有必要发表演说来烦扰你们。然而此刻,我认为自己将发表的言论,虽对你们大有裨益,却与大多数人所预期的截然不同。它将十分简短。请你们听完之后再加权衡,若中你们之意,便请付诸实施。
- 36.1παρὰ τὸ τῶν συμβουλευόντων οὐκ ἐθέλειν ἀκούειν
介词 παρά 支配带冠词的不定式(τὸ ... οὐκ ἐθέλειν),表原因(“因……”,“由于……”)。不定式结构中的属格 τῶν συμβουλευόντων 充当 ἀκούειν 的宾语(“听从建言者”),否定词 οὐ 与 ἐθέλειν 结合,表示“拒绝、不情愿”。
- 36.1πόσου
价值/价格属格(genitive of price)。与前文的间接疑问从句 ὧν ἕνεκʼ αὐτῶν ἕκαστος δημηγορεῖ(“他们每个人是为了什么目的而演讲”)并列,在 εἶπον ἄν 之下省略了动词,辛辣地指涉这些政客是“收受了多少贿赂”才在此演说。
- 36.2συμφέροντα μὲν ὑμῖν ἀκοῦσαι, παντάπασι δʼ ἀφεστηκότα τῶν ὑπὸ τῶν πολλῶν προσδοκωμένων οἴομαι λόγον ἐρεῖν
宾格分词 συμφέροντα 与 ἀφεστηκότα 通过倒置修饰后置的名词 λόγον,整个名词短语作为 οἴομαι ἐρεῖν(“我想我将发表……”)的宾语。不定式 ἀκοῦσαι 为说明性不定式(epexegetic infinitive),限定分词 συμφέροντα(“于你们听来是有益的”)。
