- 底本
- Demosthenes. Orationes, Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg062.humanitext-grc2:33.1-33.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者阐述了探求当务之急并说服公民大会的困难,摒弃仅能取悦一时的祖先颂词,主张演说者真正的职责在于提出能带来长远利益的切实行动方案。
μάλιστα μέν, ὦ ἄνδρες Ἀθηναῖοι, βουλοίμην ἂν ὑμᾶς ἃ μέλλω λέγειν πεισθῆναι· εἰ δʼ ἄρα τοῦτʼ ἄλλῃ πῃ συμβαίνοι, ἐμαυτῷ γʼ ἂν εἰρῆσθαι πρὸ παντὸς αὐτὰ δεξαίμην.1 ἔστι δʼ οὐ μόνον, ὡς δοκεῖ, τὸ πρὸς ὑμᾶς εἰπεῖν χαλεπὸν τὰ δέοντα, ἀλλὰ καὶ καθʼ αὑτὸν σκοπούμενον εὑρεῖν. γνοίη δʼ ἄν τις, εἰ μὴ τὸν λόγον ὑμᾶς, ἀλλὰ τὰ πράγματʼ ἐφʼ ὧν ἐστε σκέψεσθαι νομίσαι,2 καὶ πλείω σπουδὴν τοῦ δοκεῖν ἐπιεικὴς εἶναι ἢ τοῦ δεινὸς εἰπεῖν φανῆναι ποιοῖτο.
雅典人啊,我首先最为企盼的,是你们能被我即将发表的言辞所说服;但若事情终究向别的方向发展,我个人也万分情愿已经将这些话坦率陈述出来。因为向你们陈述当务之急不仅如众人所见那般艰难,甚至独自深思去发现它也同样不易。倘若有人相信你们将要审视的不是辞令本身,而是你们所处的现实事态,并且比起显露出口才过人,他更致力于表现得明理持重,那么任何人都会认清这种艰难。
ἐγὼ γοῦν ʽοὕτω τί μοι ἀγαθὸν γένοιτὀ3 ἐπειδὴ περὶ τῶν παρόντων ἐπῄει μοι σκοπεῖν, λόγοις μὲν καὶ μάλʼ ἀφθόνοις, οὓς οὐκ ἂν ἀηδῶς ἠκούεθʼ ὑμεῖς, ἐνετύγχανον. καὶ γὰρ ὡς δικαιότατοι τῶν Ἑλλήνων ἐστέ, πόλλʼ ὄντʼ εἰπεῖν καὶ ἑώρων καὶ ὁρῶ,4 καὶ ὡς ἀρίστων προγόνων, καὶ πολλὰ τοιαῦτα. ἀλλὰ ταῦτα μὲν τὸν χρόνον ἡσθῆναι ποιήσανθʼ ὅσον ἂν ῥηθῇ, μετὰ ταῦτʼ οἴχεται·
至少就我而言——但愿有福佑降临于我!——当我念及眼下的局势并加以思索时,确实遇到了极其充裕的话题,而这些话你们听来也绝不会不快。因为关于你们是希腊人中最公正之辈,我以往便看到、如今依然看到有太多话可说,关于你们出自最优秀的先祖,以及许多诸如此类的事情也是如此。然而这些言辞在被说出的那段时间里带来愉悦之后,便随之烟消云散了。
δεῖ δὲ πράξεώς τινος τὸν λέγοντα φανῆναι σύμβουλον, διʼ ἣν καὶ μετὰ ταῦτʼ ἀγαθοῦ τινος ὑμῖν ἔσται παρουσία. τοῦτο δʼ ἤδη καὶ σπάνιον καὶ χαλεπὸν πεπειραμένος οἶδʼ ὂν εὑρεῖν. οὐδὲ γὰρ αὔταρκες τὸ ἰδεῖν ἐστι τὰ τοιαῦτα, ἂν μὴ καὶ πεῖσαί τις τοὺς συναρουμένους ὑμᾶς δυνηθῇ. οὐ μὴν ἀλλʼ ἐμὸν μὲν ἔργον εἰπεῖν ἴσως ἃ πέπεικʼ ἐμαυτὸν συμφέρειν, ὑμέτερον δʼ ἀκούσαντας κρῖναι, κἂν ἀρέσκῃ, χρῆσθαι.
然而演说者必须作为某种行动的进言者出现,借由这种行动,你们在此后也能迎来某种切实的好处。而这一点,据我的切身体会,已然是极为罕见且难以寻觅的。因为即便察觉了这类方略也绝非足够,除非有人还能够说服将要共同承担这一切的你们。话虽如此,我的职责或许是将自认为有益之事和盘托出,而你们的职责则是在听取之后加以裁决,若觉合宜,便付诸实行。
- 33.1ἐμαυτῷ γʼ ἂν εἰρῆσθαι πρὸ παντὸς αὐτὰ δεξαίμην
与格 ἐμαυτῷ 既可视为与完成时被动态不定词 εἰρῆσθαι 连用的施事与格(“由我自己说完”),亦可视为取决于主要动词 δεξαίμην ἄν(“对于我自身而言,我宁愿选择”)的利害与格。完成时不定词强调结果与责任的履行:即便听众最终未被说服,演说者也希望自己已尽到了陈词的本分。
- 33.1γνοίη δʼ ἄν τις, εἰ μὴ τὸν λόγον ὑμᾶς, ἀλλὰ τὰ πράγματʼ ἐφʼ ὧν ἐστε σκέψεσθαι νομίσαι
主句 γνοίη δʼ ἄν τις 为带 ἄν 的愿望语气(潜在用法,“任何人都会明白”),引导条件从句 εἰ ... νομίσαι。动词 νομίσαι 统辖不定词复合结构,其中 ὑμᾶς 是不定词 σκέψεσθαι 的主语,受词为对比结构 μὴ τὸν λόγον ... ἀλλὰ τὰ πράγματα;关系从句 ἐφʼ ὧν ἐστε(“你们所处的[实际情况]”)修饰先行词 τὰ πράγματα。
- 33.2οὕτω τί μοι ἀγαθὸν γένοιτο
插入句,属于由愿望语气(γένοιτο)构成的祈愿与起誓程式语(“但愿以此赐福于我!”即“我指着自身的福分发誓”),用以郑重保证下文所言及的反思过程出自真诚与实情。
- 33.2πόλλʼ ὄντʼ εἰπεῖν καὶ ἑώρων καὶ ὁρῶ
知觉动词 ἑώρων 与 ὁρῶ 接补充性分词 ὄντα(中性复数宾格,修饰 πολλά),其后带说明性不定词 εἰπεῖν(“有许多话可说”)。前面的 ὡς 从句则引出所要谈论的主题(“关于你们是最公正的……”)。
