← 狄摩西尼

序言集

§32.1-32.4

批评浮华演说与要求对照反驳审慎决断

演说者批评那些只求辩才浮华而忽视切实备战的言论,敦促雅典民众切莫盲信先前的演说,而应将其与反驳意见对照检验后再作决断。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§32.1

ἐβουλόμην ἄν,1 ὦ ἄνδρες Ἀθηναῖοι, τὴν ἴσην σπουδὴν ἐνίους τῶν λεγόντων ποιεῖσθαι ὅπως τὰ βέλτιστʼ ἐροῦσιν, ὅσηνπερ ὅπως εὖ δόξουσι λέγειν, ἵνʼ οὗτοι μὲν ἀντὶ τοῦ δεινοὶ λέγειν ἐπιεικεῖς ἐνομίζοντʼ εἶναι, τὰ δʼ ὑμέτερα, ὥσπερ ἐστὶν προσῆκον, βέλτιον εἶχεν. νῦν δʼ ἔνιοί μοι δοκοῦσι παντάπασι τὴν ἀπὸ τοῦ λόγου δόξαν ἠγαπηκότες τῶν μετὰ ταῦτα συμβησομένων ὑμῖν μηδὲν φροντίζειν.

雅典人啊,我真希望某些演说家能拿出他们力求表现出口才出众时所倾注的同样热情,去致力于发表最善的言论;若是那样,他们便会被视作明理公正之人而非善辩之徒,而你们的政务也能如理所应当的那样处于更良好的状态。然而现在,某些人在我看来似乎完全沉湎于因言辞而获得的虚名,对你们今后所将遭遇的后果毫不挂怀。

§32.2

καὶ δῆτα θαυμάζω, πότερά ποθʼ οἱ τοιοῦτοι λόγοι τὸν λέγονθʼ ὁμοίως πεφύκασιν ἐξαπατᾶν ὥσπερ πρὸς οὓς ἂν λέγωνται, ἢ συνιέντες οὗτοι τἀναντία τοῖς δοκοῦσιν ἑαυτοῖς εἶναι βελτίστοις δημηγοροῦσιν. εἰ μὲν γὰρ ἀγνοοῦσιν ὅτι τὸν μέλλοντα πράξειν τὰ δέοντα οὐκ ἐπὶ τῶν λόγων θρασύν, ἀλλʼ ἐπὶ τῆς παρασκευῆς ἰσχυρὸν εἶναι δεῖ, οὐδʼ ἐπὶ τῷ τοὺς ἐχθροὺς μὴ δυνήσεσθαι θαρρεῖν, ἀλλʼ ἐπὶ τῷ κἂν δύνωνται κρατήσειν, τὰ τῶν λόγων ἀστεῖʼ ὡς ἔοικεν τοῦ τὰ μέγιστʼ αἰσθάνεσθαι κεκώλυκεν αὐτούς. εἰ δὲ ταῦτα μὲν μηδʼ ἂν φήσαιεν ἀγνοεῖν, πρόφασις δʼ ἄλλη τις ὕπεστι διʼ ἣν ταῦτα προαιροῦνται, πῶς οὐ χρὴ φαύλην ταύτην ὑπολαμβάνειν, ἥτις ποτʼ ἐστίν;

我确实感到不解,这类的言论究竟是生来就容易既蒙蔽听众又同样蒙蔽演说者自身呢,还是这些人明知故犯,在公众演说中发表违背他们自己认为最善之事的见解。因为,倘若他们竟然不知,一个打算付诸必要行动的人,不应在言辞上逞勇,而应在备战上强大,也不应寄希望于敌人无能为力,而应寄希望于哪怕敌人有能力也能将其压倒,那么看来正是那些巧妙浮华的辞藻妨碍了他们察觉最重要的事理。但倘若他们甚至不会声称对此一无所知,而是在他们选择这种做法的背后另有某种借口,那么无论这借口究竟是什么,我们怎能不认定它是卑劣的呢?

§32.3

ἐγὼ δʼ οὐκ ἀποτρέψομαι λέγειν ἃ δοκεῖ μοι, καίπερ οὕτως ὁρῶν ἠγμένους ὑμᾶς· καὶ γὰρ εὔηθες, λόγῳ ψυχαγωγηθέντων ὑμῶν οὐκ ὀρθῶς, λόγον αὖ τὸν μέλλοντα βελτίω λέγειν καὶ μᾶλλον συμφέρονθʼ ὑμῖν καταδεῖσαι.2 ἀξιῶ δὲ καὶ ὑμᾶς ὑπομεῖναι, ἐνθυμηθέντας ὅτι οὐδὲ τὰ νῦν δοκοῦντʼ ἔδοξεν ἂν ὑμῖν, εἰ μὴ τοὺς λόγους ἠκούσατʼ ἐξ ὧν ἐπείσθητε.

尽管看到你们已经被引导至这般地步,我却决不会退缩而不去说出我认为正确的话;因为,既然你们已经被言辞不正当地蛊惑,回过头来却又去畏惧那将要为你们说出更好且更有益之言的言论,那未免太愚蠢了。而我请求你们也耐心听我说下去,请记住,即便如今被你们认可的那些决定,如果当初你们没有听到使你们被说服的言辞,你们也是决计不会认可的。

§32.4

ὥσπερ ἂν τοίνυν, εἰ νόμισμʼ ἐκρίνεθʼ ὁποῖόν τί ποτʼ ἐστίν, δοκιμάσαι δεῖν ἂν ᾠήθητε,3 οὕτω καὶ τὸν λόγον ἀξιῶ τὸν εἰρημένον ἐξ ὧν ἀντειπεῖν ἡμεῖς ἔχομεν σκεψαμένους, ἐὰν μὲν συμφέρονθʼ εὕρητε, ἀγαθῇ τύχῃ πείθεσθαι, ἂν δʼ ἄρʼ ἕκαστα λογιζομένοις ἀλλοιότερος φανῇ, πρὶν ἁμαρτεῖν μεταβουλευσαμένους, τοῖς ὀρθῶς ἔχουσιν χρήσασθαι.

因此,正如你们在判定某种钱币的优劣时会认为必须加以检验一样,我也同样请求你们:根据我们能够提出的反驳意见来审视那篇已经发表的演说;若发现它确属有利,便在吉运之下采纳之;但若在逐一权衡之后发现它并非如此,则在铸成大错之前改变决断,采纳真正正确的方略。

语法注3 条
  1. 32.1ἐβουλόμην ἄν

    未完成过去时直陈式加上 ἄν,表示当前未能实现的愿望(“我真希望……[但事实并非如此]”)。随后 ἵνα 从句中的动词(ἐνομίζοντʼ, εἶχεν)亦为未完成过去时直陈式,表示针对当下情况未能实现的虚拟目的或结果。

  2. 32.3καὶ γὰρ εὔηθες, λόγῳ ψυχαγωγηθέντων ὑμῶν οὐκ ὀρθῶς, λόγον αὖ τὸν μέλλοντα βελτίω λέγειν καὶ μᾶλλον συμφέρονθʼ ὑμῖν καταδεῖσαι.

    句子的核心骨架为非人称结构 εὔηθες [ἐστί](“……是愚蠢的”),后接不定式 καταδεῖσαι(“畏惧”)作主语。插入其中的 λόγῳ ψυχαγωγηθέντων ὑμῶν οὐκ ὀρθῶς 为独立属格结构(“当你们已被言辞不正当地蛊惑时”)。宾格 λόγον 是 καταδεῖσαι 的直接宾语,并由定语分词短语 τὸν μέλλοντα βελτίω λέγειν καὶ μᾶλλον συμφέρονθʼ ὑμῖν 修饰。

  3. 32.4ὥσπερ ἂν τοίνυν, εἰ νόμισμʼ ἐκρίνεθʼ ὁποῖόν τί ποτʼ ἐστίν, δοκιμάσαι δεῖν ἂν ᾠήθητε

    小词 ἄν 在虚拟条件句的归结从句中重复出现(ὥσπερ ἂν ... ἂν ᾠήθητε)。紧跟在 ὥσπερ 之后的第一个 ἄν 预示了主节动词 ᾠήθητε,随后在动词前再次重复。从属从句 εἰ νόμισμʼ ἐκρίνεθʼ 使用未完成过去时直陈式,表示非真实的假设条件。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg062.humanitext-grc2:32.1-32.4