- 底本
- Demosthenes. Orationes, Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg062.humanitext-grc2:34.1-34.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者指出前次大会压制反对意见直接导致了当下的争端,呼吁民众公正听取双方申辩并恪守既定决议,并着手反驳那些企图推翻决议的言论。
οὐκ ἄδηλον ἦν, ὦ ἄνδρες Ἀθηναῖοι, πρῴην, ὅτε τῶν ἀντιλέγειν βουλομένων οἷς ὁ δεῖνʼ ἔλεγεν οὐκ ᾤεσθʼ ἀκούειν χρῆναι, ὅτι συμβήσεται τοῦθʼ ὃ νυνὶ γίγνεται, ὅτι οἱ τότε κωλυθέντες ἐροῖεν εἰς ἑτέραν ἐκκλησίαν.1 ἂν τοίνυν ταὔθʼ ἅπερ πρότερον ποιήσητε, καὶ τῶν τοῖς τότε δόξασι συνειπεῖν βουλομένων μὴ ʼθελήσητʼ ἀκοῦσαι, πάλιν ταῦτʼ εἰς τὴν ἑτέραν ἐκκλησίαν οὗτοι λαβόντες τούτων κατηγορήσουσιν.
雅典人啊,前些日子,当你们认为不该听取那些意图反驳某人发言之人的意见时,如今正发生的事态——即当时被阻挠发言的人将在另一次公民大会上发言——早已是显而易见的。因此,如果你们重蹈覆辙,不愿听取那些意图为当时所通过的决议辩护之人的意见,这些人又会借由这些议题,在下一次公民大会上对其加以指控。
οὐδαμῶς, ὦ ἄνδρες Ἀθηναῖοι, οὔτε τὰ πράγματα χείρω γένοιτʼ ἄν, οὔθʼ ὑμεῖς ἀτοπώτεροι φανείητε, ἢ εἰ μήτε τῶν δοξάντων ὑμῖν πέρας μηδὲν ἔχειν δοκοίη, μήτʼ ἀφέντες ἃ μὴ συμφέρει, τῶν πρὸ ὁδοῦ τι2 περαίνοιτε, εἴητε δʼ ὥσπερ τὰ θέατρα τῶν προκαταλαμβανόντων.3 μηδαμῶς, ὦ ἄνδρες Ἀθηναῖοι, ἀλλὰ πονήσαντες τὸν πόνον τοῦτον καὶ παρασχόντες ἴσους ἀκροατὰς ἀμφοτέροις ὑμᾶς αὐτοὺς πρῶτον μὲν ἕλεσθʼ ὅ τι καὶ ποιήσετε, ἔπειθʼ ὑπολαμβάνετε, ἐάν τις ἐναντιῶται τοῖς ἅπαξ οὕτω δοκιμασθεῖσι, πονηρὸν καὶ κακόνουν ὑμῖν.
雅典人啊,倘若你们所决议的任何事项似乎都得不到任何落实,你们亦未能摒弃无益之策而推进任何切实可行的事情,反而像剧场一般完全沦为抢占先机者的附庸,那么事情绝不可能变得更加糟糕,你们也绝不可能显得更为荒唐。绝不可如此,雅典人啊!相反,你们应当耐下性子承受这番辛劳,使自己成为对双方一视同仁的听众,首先选定你们究竟要付诸实行的事务;随后,如果有人胆敢反对已经由此获得认可的决议,你们便应将此人视作邪恶且对你们怀有歹意之人。
τὸ μὲν γὰρ λόγου μὴ τυχόντα πεπεῖσθαι βέλτιον τῶν ὑμῖν δοκούντων αὐτὸν ἐντεθυμῆσθαι συγγνώμη· τὸ δʼ ἀκουσάντων ὑμῶν καὶ διακρινάντων ἔτʼ ἀναισχυντεῖν, καὶ μὴ συγχωρεῖν ἐνδόντα τῇ τῶν πλειόνων γνώμῃ, ἄλλην τινʼ ἂν ὑποψίαν οὐχὶ δικαίαν ἔχειν φανείη. ἐγὼ μὲν δὴ σιωπᾶν ἂν ᾤμην δεῖν ἐν τῷ παρόντι, εἰ μένοντας ὑμᾶς ἑώρων ἐφʼ ὧν ἔδοξεν· εἰμὶ γὰρ τῶν ἐκεῖνα πεπεισμένων συμφέρειν ὑμῖν· ἐπειδὴ δʼ ὑπὸ τῶν παρὰ τούτων λόγων μεταβεβλῆσθαί μοί τινες δοκοῦσιν, ὡς οὔτʼ ἀληθῆ λέγουσιν οὔθʼ ὑμῖν συμφέροντα, ἴσως μὲν εἰδότας, οὐ μὴν ἀλλʼ εἰ καὶ τυγχάνετʼ ἀγνοοῦντες, διδάξω.
因为一个人在未能获得发言机会时,确信自己构想出了比你们的决议更佳的良策,这尚且情有可原;但若在你们已经倾听并作出裁决之后,他依旧厚颜无耻,不肯顺从并退让于多数人的决议,这便似乎难免招致另一种极不光彩的猜疑了。就我而言,倘若我看见你们坚守已经通过的决议,我原本是认为此刻应当保持沉默的;因为我本人正是确信那些决议有益于你们的人之一。但既然在我看来有些人已被这些人的言辞所动摇,那我便要向你们阐明——这或许是向早已心知肚明的人说明,但哪怕你们恰巧未察也是如此——他们所说的话既非真实,也对你们毫无益处。
- 34.1ὅτι συμβήσεται τοῦθʼ ὃ νυνὶ γίγνεται, ὅτι οἱ τότε κωλυθέντες ἐροῖεν εἰς ἑτέραν ἐκκλησίαν
第一个 ὅτι 引导的从句(ὅτι συμβήσεται...)作主句谓语 οὐκ ἄδηλον ἦν 的真正主语从句。随后的第二个 ὅτι 从句(ὅτι οἱ τότε κωλυθέντες...)则是同位语从句,具体解释前述指示代词 τοῦθʼ(“此事”)的具体内容。
- 34.2τῶν πρὸ ὁδοῦ τι
前置词短语 πρὸ ὁδοῦ 为习语,字面意为“在路途前方”,引申为“有助前行、有益实用”。冠词加短语构成的属格 τῶν πρὸ ὁδοῦ 在此作不定代词 τι 的部分属格,意为“有益之事中的某些作为”。
- 34.2εἴητε δʼ ὥσπερ τὰ θέατρα τῶν προκαταλαμβανόντων
名词 τὰ θέατρα 作 ὥσπερ 引导的省略比较从句的主语,而属格分词短语 τῶν προκαταλαμβανόντων 为所有属格(“属于抢先占有者”)。此句运用比喻,说明公民大会(乃至公民自身)若被最先发言者牵着走,就如同剧场落入抢先占位者手中一样。
