← 狄摩西尼

序言集

§31.1-31.2

演说者内讧的危害与抵御外敌的团结呼吁

演说者指责政客们一边谴责党争一边自己大搞内讧的恶习,并劝告民众不要偏袒任何一方,而应团结一致抵御外敌、着手改善当下的政局。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§31.1

οὐδέν ἐστιν, ὦ ἄνδρες Ἀθηναῖοι, χαλεπώτερον ἢ τοῖς αὐτοῖς ἔθεσιν ἐπιτιμᾶν τε καὶ χρῆσθαι τοὺς δημηγοροῦντας. τὸ γὰρ στασιάζειν πρὸς αὑτοὺς καὶ κατηγορεῖν ἀλλήλων ἄνευ κρίσεως,1 οὐδείς ἐστιν οὕτως ἀγνώμων ὅστις οὐ φήσειεν ἂν βλάβην εἶναι τοῖς πράγμασιν. ἐγὼ δʼ οἴομαι τούτους μὲν ἂν εἶναι βελτίους, εἰ τὴν πρὸς αὑτοὺς φιλονικίαν ἐπὶ τοὺς τῆς πόλεως ἐχθροὺς τρέψαντες ἐδημηγόρουν·2 ὑμῖν δὲ παραινῶ μὴ συστασιάζειν μηδετέροις τούτων, μηδʼ ὅπως ἅτεροι κρατήσουσι σκοπεῖν, ἀλλʼ ὅπως ὑμεῖς ἅπαντες τῶν ἐχθρῶν περιέσεσθε.

雅典人啊,没有什么比公开发表演说的人一边谴责同样的陋习、一边自己却又照做不误更令人难以忍受的了。至于他们彼此拉帮结派、未经法庭审理便互相指控,没有人如此不明事理,以至于不会承认这对国家政务乃是一种危害。我以为,倘若他们把针对彼此的意气之争转向城邦的敌人然后再来向民众发表演说,他们本会表现得更好;但我奉劝你们切莫与这两派中的任何一方同流合污,也切莫去盘算其中一方该如何获胜,而要着眼于你们全体将如何战胜敌人。

§31.2

εὔχομαι δὲ τοῖς θεοῖς τοὺς ἢ φιλονικίας ἢ ἐπηρείας ἤ τινος ἄλλης ἕνεκʼ αἰτίας ἄλλο τι, πλὴν ἅ ποθʼ ἡγοῦνται συμφέρειν, λέγοντας παύσασθαι· τὸ γὰρ καταρᾶσθαι συμβουλεύοντʼ3 ἴσως ἔστʼ ἄτοπον. αἰτιασαίμην μὲν οὖν ἔγωγʼ ἂν οὐδένʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦ κακῶς τὰ πράγματʼ ἔχειν ἀλλʼ ἢ4 πάντας τούτους· οἴομαι δὲ δεῖν παρὰ μὲν τούτων ἐφʼ ἡσυχίας λόγον ὑμᾶς λαβεῖν, νῦν δʼ ὑπὲρ τῶν παρόντων, ὅπως ἔσται βελτίω, σκοπεῖν.

我向神明祈求,愿那些出于争胜之心、怨恨或任何其他缘由,说着自认为有益之事以外的言论的人,都能够停止这种作为;因为对于一个提出建言的人来说,妄加诅咒或许是不合时宜的。因此,雅典人啊,对于当前政局败坏一事,我绝不会去责怪除这所有演说家之外的任何人;但我认为,你们应当在局势平静时再向他们问责,而当务之急则是针对现状考虑该如何将其加以改善。

语法注4 条
  1. 31.1τὸ γὰρ στασιάζειν πρὸς αὑτοὺς καὶ κατηγορεῖν ἀλλήλων ἄνευ κρίσεως

    句首带有中性单数定冠词的不定式短语(τὸ στασιάζειν...)构成悬垂结构(悬垂主格或宾格),起到提前引出并强调后文否定关系从句中不定式结构(βλάβην εἶναι)之逻辑主语的作用。

  2. 31.1τούτους μὲν ἂν εἶναι βελτίους, εἰ ... ἐδημηγόρουν

    配合条件从句 εἰ ... ἐδημηγόρουν(未完成过去时直陈语气),在主句的宾格不定式结构(τούτους ... ἂν εἶναι βελτίους)中加入小词 ἄν,构成了表示与现在事实相反的非真实条件句结论部分。

  3. 31.2συμβουλεύοντʼ

    现在分词宾格 συμβουλεύοντα 的省略形式,充当带定冠词不定式 τὸ καταρᾶσθαι 的逻辑主语,泛指“处于提供建言立场的人(或指演说者本人)”。

  4. 31.2ἀλλʼ ἢ

    与前文的否定词 οὐδένα 相呼应,表示“除了……之外”的固定惯用表达。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg062.humanitext-grc2:31.1-31.2