← 狄摩西尼

序言集

§25.1-25.3

建议者的责任与左右成败的运气

演说者指出政策结果很大程度上取决于运气,民众不应将过失归咎于建议者,并表明自己愿承担风险、提出真正有益建言的决心。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§25.1

εἰ μετὰ τῆς αὐτῆς γνώμης, ὦ ἄνδρες Ἀθηναῖοι, τούς τε λόγους ἠκούετε τῶν συμβουλευόντων καὶ τὰ πράγματʼ ἐκρίνετε, πάντων ἀσφαλέστατον ἦν ἂν τὸ συμβουλεύειν. καὶ γὰρ εὐτυχῶς καὶ ἄλλως πράξασι (λέγειν γὰρ εὐφήμως πάντα δεῖ) κοίνʼ ἂν ἦν τὰ τῆς αἰτίας ὑμῖν καὶ τῷ πείσαντι.1 νῦν δʼ ἀκούετε μὲν τῶν ἃ βούλεσθε λεγόντων ἥδιστα, αἰτιᾶσθε δὲ πολλάκις ἐξαπατᾶν ὑμᾶς αὐτούς, ἐὰν μὴ πάνθʼ ὃν ἂν ὑμεῖς τρόπον βούλησθε γένηται, οὐ λογιζόμενοι τοῦθʼ ὅτι τοῦ μὲν ζητῆσαι καὶ λογίσασθαι τὰ βέλτιστα, ὡς ἄνθρωπος, καὶ πρὸς ὑμᾶς εἰπεῖν αὐτὸς ἕκαστός ἐστιν κύριος, τοῦ δὲ πραχθῆναι ταῦτα καὶ συνενεγκεῖν ἐν τῇ τύχῃ τὸ πλεῖστον μέρος γίγνεται. ἔστιν δʼ ἄνθρωπον ὄντʼ ἀγαπητὸν τῆς αὑτοῦ διανοίας λόγον ὑπέχειν· τῆς δὲ τύχης πρὸς ὑποσχεῖν ἕν τι τῶν ἀδυνάτων.2

雅典的公民们,如果你们在听取建议者的演说时与评判实际事务时保持相同的心态,那么提出建议本该是万事之中最安全的。因为无论事情办得顺遂还是适得其反(毕竟凡事都应当以吉利的言辞来表达),其责任的分担本该由你们与说服你们的人共同承受。然而现在,你们固然最乐意倾听那些迎合你们心意之人的言说,但若一切未能如你们所愿般发展,你们就常常指责他们欺骗了你们;你们没有考虑到这一点:作为凡人,每个人固然能够自主探求并权衡最善之事,并在你们面前陈述出来;然而这些事情得以付诸实行并产生效益,最大部分却取决于运气。人作为凡夫,本应以交代自身的意图为满足;至于连运气也一并作出交代,则纯属不可能之事之一。

§25.3

εἰ μὲν οὖν ηὑρημένον ἦν πῶς ἄν τις ἀσφαλῶς ἄνευ κινδύνου δημηγοροίη, μανία παραλείπειν τοῦτον ἂν ἦν τὸν τρόπον· ἐπεὶ δʼ ἀνάγκη τὸν περὶ τῶν μελλόντων πραγμάτων γνώμην ἀποφαινόμενον καὶ μετέχειν τῆς ἀπὸ τούτων αἰτίας, αἰσχρὸν ἡγοῦμαι λέγειν μὲν ὡς εὔνους, μὴ ὑπομένειν δέ, εἴ τις ἐκ τούτου κίνδυνος ἔσται. εὔχομαι δὲ τοῖς θεοῖς, ἃ καὶ τῇ πόλει κἀμοὶ συμφέρειν μέλλει, ταῦτʼ ἐμοί τʼ εἰπεῖν ἐλθεῖν ἐπὶ νοῦν καὶ ὑμῖν ἑλέσθαι. τὸ γὰρ πάντα τρόπον ζητεῖν νικῆσαι, δυοῖν θάτερον, ἢ μανίας ἢ κέρδους ἕνεκʼ ἐσπουδακότος φήσαιμʼ ἂν εἶναι.3

因此,如果真有人发现了怎样才能毫无危险、安稳地向大众发表政见,放弃这种方法无异于疯狂。但既然就未来事务表明见解的人,必然也要分担由此引发的责任,我认为,以忠诚友善的姿态发言却不肯承担由此带来的任何危险,乃是可耻之举。我向诸神祈求:凡是将对城邦和对我自身都有利的建白,祈愿它们涌入我的心中让我得以陈述,并祈愿你们将其采纳。因为竭尽一切手段力求取胜,我敢断言,二者必居其一:要么出于疯狂,要么是为了牟利而热衷于此之人所为。

语法注3 条
  1. 25.1κοίνʼ ἂν ἦν τὰ τῆς αἰτίας ὑμῖν καὶ τῷ πείσαντι

    非现实条件句的归结分句。中性复数主语“τὰ τῆς αἰτίας”意为“与责任/非难相关的事项”,表语形容词“κοινά”在性数上与之保持一致。与格“ὑμῖν καὶ τῷ πείσαντι”表示该共有份额所属的对象(关涉与格)。

  2. 25.2ἔστιν δʼ ἄνθρωπον ὄντʼ ἀγαπητὸν τῆς αὑτοῦ διανοίας λόγον ὑπέχειν· τῆς δὲ τύχης πρὸς ὑποσχεῖν ἕν τι τῶν ἀδυνάτων

    无人称句与带格不定式的复合结构。前半句中,无人称动词“ἔστιν”后接表语形容词“ἀγαπητόν”(令人满意的),支配宾格主语“ἄνθρωπον ὄντα”与不定式“λόγον ὑπέχειν”(交代解释),属格“τῆς αὑτοῦ διανοίας”为宾格性属格。后半句则以“ [ἔστιν] ἕν τι τῶν ἀδυνάτων”(是不可能之事之一)为表语,承接带副词“πρός”(额外)的主语不定式“ὑποσχεῖν”(承前省λόγον,作出交代)。

  3. 25.3ἢ μανίας ἢ κέρδους ἕνεκʼ ἐσπουδακότος φήσαιμʼ ἂν εἶναι

    由潜在希求法动词“φήσαιμʼ ἄν”引导的带格不定式结构(宾格主语为前文的定指不定式“τὸ ... ζητεῖν”)。“ἐσπουδακότος”是完成时分词的阳性单数属格,作为领属/属性属格充当不定式“εἶναι”的表语,意为“……之人的特征/作风”。“δυοῖν θάτερον”(二者择一)为副词性或同格插入语,限定后文所列的两种动机。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg062.humanitext-grc2:25.1-25.3