← 狄摩西尼

序言集

§26.1-26.3

倾听反对意见的必要性与提案者的安全

演说者敦促公民大会在审议重大国事时耐心倾听反对者的意见,并论证给予反对者发言机会恰恰最能保障原提案倡导者自身的利益与安全。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§26.1

εἴη μέν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ περὶ ὧν νυνὶ τυγχάνετʼ ἐκκλησιάζοντες καὶ περὶ τῶν ἄλλων ἁπάντων ταὐτὰ καὶ δοκοῦντα βέλτισθʼ ὑμῖν εἶναι καὶ ὄνθʼ ὡς ἀληθῶς.1 δεῖ μέντοι περὶ πραγμάτων μεγάλων βουλευομένους καὶ κοινῶν, ἁπάντων ἐθέλειν ἀκούειν τῶν συμβουλευόντων, ὡς ἐμοὶ δοκεῖ, ἐνθυμουμένους ὅτι αἰσχρόν ἐστιν, ὦ ἄνδρες Ἀθηναῖοι, νῦν μὲν βουλομένων τι παραινεῖν ἐνίων θορυβεῖν, ὕστερον δὲ κατηγορούντων τῶν αὐτῶν τούτων τῶν πεπραγμένων ἡδέως ἀκούειν.2

雅典人啊,但愿不仅就你们如今聚会商议的事宜,而且就其他一切事务而言,在你们看来是最好的事情,与实际真正最好的事情,都能完全一致。然而,在商讨重大而关涉全体的事务时,依我之见,应当愿意倾听所有提出建议的人,并铭记这一点,雅典人啊:如今当某些人想要提出建言时便起哄喧哗,日后当这些完全相同的人指责所推行的举措时却听得津津有味,这乃是一件可耻之事。

§26.2

ἐγὼ γὰρ οἶδα, νομίζω δὲ καὶ ὑμᾶς, ὅτι νῦν μὲν ἀρέσκουσι μάλισθʼ ὑμῖν οἱ ταὔθʼ οἷς ὑμεῖς βούλεσθε λέγοντες· ἂν δέ τι συμβῇ παρʼ ἃ νῦν οἴεσθε, ὃ μὴ συμβαίη, τούτους μὲν ἐξηπατηκέναι νομιεῖθʼ ὑμᾶς, ὧν δὲ νῦν οὐκ ἀνέχεσθε, τότʼ ὀρθῶς δόξουσι λέγειν.3 ἔστι δὲ τοῖς μάλιστα πεπεικόσιν ὑμᾶς ταῦτʼ ἐφʼ ὧν νῦν ἐστε, τούτοις καὶ μάλιστα συμφέρον τὸ λόγου τυχεῖν τοὺς ἀντιλέγοντας.

因为我清楚地知道,且相信你们亦然:当下最能取悦你们的,乃是那些说出切合你们所愿之言的人;但若是发生了违背你们如今预期的事——但愿不会发生——你们便会认为正是他们欺骗了你们,而如今你们所无法容忍的人,到那时却会被认为是说得完全正确的。况且,对于那些最力主将你们说服至当前立场的人而言,由反对者获得发言的机会,对他们自己来说才是最有利的。

§26.3

ἂν μὲν γὰρ διδάξαι δυνηθῶσιν ὡς οὐκ ἔστιν ἄρισθʼ ἃ τούτοις δοκεῖ, ὅτʼ οὐδὲν ἡμάρτηταί πω, τοῦτο πράξαντες ἀθῴους τοῦ κινδύνου ποιήσουσιν αὐτούς. ἐὰν δὲ μὴ δυνηθῶσιν, οὔκουν ὕστερόν γʼ ἐπιτιμᾶν ἕξουσιν, ἀλλʼ ὅσʼ ἀνθρώπων ἦν ἔργον, ἀκοῦσαι, τούτων τετυχηκότες,4 ἂν ἡττῶνται δικαίως στέρξουσιν, καὶ μεθʼ ἁπάντων τῶν ἀποβαινόντων, ὁποῖʼ ἄττʼ ἂν ᾖ, κοινωνήσουσιν.

因为,反对者若能在尚无任何过失铸成之时,指明这些人所赞同的主张并非最好,他们借此行事便能使这些人免受危险;而若是反对者无力证明这一点,日后他们便绝无可能再行指责,而是在获得了人事所能及的一切——即受到倾听——之后,若被公正地驳倒,他们便会心悦诚服地接受,并且无论结局如何,都将与大家共同承担后果。

语法注4 条
  1. 26.1ταὐτὰ καὶ δοκοῦντα βέλτισθʼ ὑμῖν εἶναι καὶ ὄνθʼ ὡς ἀληθῶς

    ταὐτά 作为表达愿望的祈愿语气动词 εἴη 的主语/表语,与两个平行的中性复数分词短语(καὶ δοκοῦντα... καὶ ὄνθʼ ὡς ἀληθῶς)相配合,整句结构意为“但愿在你们看来最好的事与真正最好的事是同一的”。

  2. 26.1νῦν μὲν βουλομένων τι παραινεῖν ἐνίων θορυβεῖν, ὕστερον δὲ κατηγορούντων τῶν αὐτῶν τούτων τῶν πεπραγμένων ἡδέως ἀκούειν

    两个动词不定式 θορυβεῖν 与 ἡδέως ἀκούειν 作为 αἰσχρόν ἐστιν 的真正主语,各自搭配了表示时机/让步的属格独立结构(βουλομένων ... ἐνίων 与 κατηγορούντων τῶν αὐτῶν τούτων)。其中 τῶν πεπραγμένων 是受动词 κατηγορούντων 支配、表示指责内容的属格。

  3. 26.2ὧν δὲ νῦν οὐκ ἀνέχεσθε, τότʼ ὀρθῶς δόξουσι λέγειν

    关系代词 ὧν 因动词 ἀνέχομαι 支配表示人称的属格而变为属格(即 οὗτοι ὧν νῦν οὐκ ἀνέχεσθε 省略先行词)。整个关系分句所指代的人即后文主句人称动词 δόξουσι λέγειν 的逻辑主语。

  4. 26.3ἀλλʼ ὅσʼ ἀνθρώπων ἦν ἔργον, ἀκοῦσαι, τούτων τετυχηκότες

    不定式 ἀκοῦσαι 是对关系从句 ὅσʼ ἀνθρώπων ἦν ἔργον(“凡人事所能及之事”)的同位语解释,指明即“获得倾听”。τούτων 则是分词 τετυχηκότες(源自 τυγχάνω)所要求的属格补足语,复指前面的 ὅσα 关系从句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg062.humanitext-grc2:26.1-26.3