← 狄摩西尼

序言集

§24.1-24.4

驳斥使者不当指责与对罗得斯主持正义

演说者力陈针对使节对雅典不当指责进行辩驳的必要性,指出曾狂妄对抗雅典的罗得斯人如今已沦为请愿者,呼吁公民既当感念神恩,亦当愤慨于这干使者忘恩负义的中伤,坚持展现雅典的一贯正义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§24.1

εἰ καὶ μηδὲν ἄλλο τις, ὦ ἄνδρες Ἀθηναῖοι, πρότερον παρʼ ὑμῖν εἰρηκὼς εἴη, νῦν γε λέγων περὶ ὧν οὐκ ὀρθῶς ἐγκαλοῦσιν οἱ πρέσβεις τῇ πόλει, παρὰ πάντων ἄν μοι δοκεῖ δικαίως συγγνώμης τυχεῖν. καὶ γὰρ ἐν ἄλλοις μέν τισιν ἡττᾶσθαι τῶν ἐναντίων οὐχ οὕτως ὄνειδος ὡς ἀτύχημʼ ἂν φανείη· καὶ γὰρ τῇ τύχῃ καὶ τοῖς ἐφεστηκόσι καὶ πολλοῖς μέτεστι τοῦ καλῶς ἢ μὴ ἀγωνίσασθαι· ἐν δὲ τῷ τὰ δίκαιʼ ὑπὲρ αὑτῶν μὴ ἔχειν ἀξίως τῶν ὑπαρχόντων εἰπεῖν αὐτῆς τῆς γνώμης τῆς τῶν τοῦτο παθόντων τὸ ὄνειδος εὑρήσομεν.1

雅典的公民们,哪怕有人此前从未在你们面前发过言,如今就使节们对城邦所作的不当指控发表演说,我认为他也理所当然会获得所有人的谅解。因为在某些其他事情上败给对手,看起来与其说是耻辱,不如说是不幸;毕竟交战妥善与否,运气、将领以及诸多因素都参与其中。但在未能按照既有实情妥善陈述自身的合法正义这一点上,我们将会发现,耻辱正是在于遭逢此境者自身的见识与判断。

§24.2

εἰ μὲν οὖν ἕτεροί τινες ἦσαν ἐν οἷς ἐγίγνονθʼ οἱ λόγοι περὶ ὑμῶν, οὔτε τούτους ἂν οἶμαι ῥᾳδίως οὕτω ψεύδεσθαι, οὔτε τοὺς ἀκούοντας πολλὰ τῶν εἰρημένων ἀνασχέσθαι. νῦν δὲ τἄλλα τʼ οἶμαι τῆς ὑμετέρας πλεονεκτοῦσιν εὐηθείας ἅπαντες, καὶ δὴ καὶ τοῦτο νῦν οὗτοι· ἀκροαταῖς γὰρ ἐχρήσαντο καθʼ ὑμῶν ὑμῖν οἵοις οὐδέσιν ἂν τῶν ἄλλων,2 ἀκριβῶς οἶδα τοῦτʼ ἐγώ.

因此,如果关于你们的这些言论是对某些其他人发表的,我认为这些使者绝不会如此轻易地撒谎,听众也不会容忍所说的许多内容。但现在,我认为不仅众人在其他方面都占你们忠厚宽和的便宜,而且这干人如今在这件事上也正是如此:因为他们把你们自己作为反对你们自己的听众加以利用,而这种听众是他们在其他任何人群中都不可能获得的,这一点我洞若观火。

§24.3

ἄξιον δʼ εἶναί μοι δοκεῖ3 διὰ ταῦτα τοῖς θεοῖς χάριν ὑμᾶς ἔχειν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ τούτους μισεῖν. τὸ μὲν γὰρ ὁρᾶν τούτους τὸν Ῥοδίων δῆμον, τὸν πολὺ τούτων ποτʼ ἀσελγεστέρους λόγους λέγοντα πρὸς ὑμᾶς, ἱκέτην ὑμέτερον γεγενημένον εὐτύχημʼ εἶναι νομίζω τῆς πόλεως· τὸ δὲ τοὺς ἀνοήτους τούτους μήτε τοῦτο λογίζεσθαι, παρὸν οὕτως ἐναργὲς ἰδεῖν, μήθʼ ὅτι πολλάκις καθʼ ἕνʼ αὐτῶν ἕκαστον ὑμεῖς σεσῴκατε, καὶ πλείω πράγματʼ ἐσχήκατε τὴν τούτων θρασύτητα καὶ κακοδαιμονίαν ἐπανορθοῦντες, ἐπειδὰν διʼ ἑαυτοὺς ἀνέλωνται πόλεμον, ἢ τὰ ὑμέτερʼ αὐτῶν πράττοντες,4 τοῦτο παμπόλλην ὑμῖν ὀργὴν εἰκότως ἂν παραστῆσαί μοι δοκεῖ.

雅典的公民们,正因如此,我认为你们理当感谢神明,并痛恨这干人。因为一方面,这干人看到曾向你们发表远比他们更为放肆言论的罗得斯人民如今成了向你们求告的请愿者,我认为这是城邦的幸事;但另一方面,这些愚蠢之徒不仅未能将这如此显而易见的事实记在心上,也未曾虑及你们曾多次挽救他们之中的每一个人,且每当他们因自身招致战争时,你们为了纠正他们的盲动狂妄与厄运,所承受的麻烦比处理你们自身事务还要多——我认为这一事实理所当然会在你们心中激起极大的愤慨。

§24.4

οὐ μὴν ἀλλʼ ἴσως τούτοις μὲν εἵμαρται μηδέποτʼ εὖ πράττουσιν εὖ φρονῆσαι· ἡμῖν δὲ προσήκει καὶ διʼ ἡμᾶς αὐτοὺς καὶ διὰ τἄλλʼ ἃ πέπρακται τῇ πόλει, σπουδάσαι δεῖξαι πᾶσιν ἀνθρώποις ὅτι καὶ πρότερον καὶ νῦν καὶ ἀεὶ ἡμεῖς μὲν τὰ δίκαια προαιρούμεθα πράττειν, ἕτεροι δέ τινες καταδουλοῦσθαι βουλόμενοι τοὺς αὑτῶν πολίτας διαβάλλουσιν πρὸς ἡμᾶς.

不过,或许他们命中注定一旦顺遂得势就绝无明智之思;但对我们而言,无论为了我们自身,还是为了城邦所成就的其他一切功业,都应当竭力向全人类表明:从前、现在以及永远,我们都选择行使正义,而另一些企图奴役自身同胞公民的人,却向我们中伤诽谤〔他们〕。

语法注4 条
  1. 24.1αὐτῆς τῆς γνώμης τῆς τῶν τοῦτο παθόντων τὸ ὄνειδος εὑρήσομεν

    αὐτῆς τῆς γνώμης 在语法上作领属性属格,与 εὑρήσομεν 的宾语 τὸ ὄνειδος 构成表语性联系(“我们将发现耻辱正是属于见识本身的”)。倒装(hyperbaton)将属格短语提前,而将中心名词 τὸ ὄνειδος 置于后方以示强调。

  2. 24.2ἀκροαταῖς γὰρ ἐχρήσαντο καθʼ ὑμῶν ὑμῖν οἵοις οὐδέσιν ἂν τῶν ἄλλων

    动词 ἐχρήσαντο 带双与格结构:宾语与格 ὑμῖν 与表语与格 ἀκροαταῖς。关系从句中承前省略了动词 ἐχρήσαντο,以 οὐδέσιν τῶν ἄλλων 为宾语与格、关系代词 οἵοις 为表语与格(“这种听众是他们在其他任何人群中都不可能利用到的”)。

  3. 24.1τὸ δὲ τοὺς ἀνοήτους τούτους μήτε τοῦτο λογίζεσθαι ... τοῦτο παμπόλλην ὑμῖν ὀργὴν εἰκότως ἂν παραστῆσαί μοι δοκεῖ

    带冠词的不定式短语 τὸ ... λογίζεσθαι(统领两个由 μήτε 引出的长从属成分)置于句首,随后被指示代词 τοῦτο 赘述复指,作为不定式 παραστῆσαι 的逻辑主语。全句的句法骨架为“τὸ ... τοῦτο ... παραστῆσαι δοκεῖ”(“他们不考虑……这件事本身,在我看来理当激起愤怒”)。

  4. 24.3πλείω πράγματʼ ἐσχήκατε ... ἢ τὰ ὑμέτερʼ αὐτῶν πράττοντες

    由比较级 πλείω 与连词 ἤ 构成的比较句式。分词短语 τὴν τούτων θρασύτητα ... ἐπανορθοῦντες 与 τὰ ὑμέτερʼ αὐτῶν πράττοντες 构成并列对比,表示环境或时间状语,意为“在纠正他们鲁莽狂妄时所招致的麻烦,比处理你们自身事务时还要多”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg062.humanitext-grc2:24.1-24.4