← 狄摩西尼

序言集

§23.1-23.2

批判言行矛盾与直陈益言的决意

演说者指出公民们既畏惧恶名却又屡行不当之事的自相矛盾,并表明自己不事逢迎、决意陈述真正有益之言的立场。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§23.1

οὐ μικρὰν ἄν μοι δοκεῖτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ζημίαν νομίσαι,1 εἴ τις ἀηδὴς δόξα καὶ μὴ προσήκουσα τῇ πόλει παρὰ τοῖς πολλοῖς περιγίγνοιτο. τοῦτο τοίνυν οὕτω καλῶς ἐγνωκότες οὐκ ἀκόλουθα ποιεῖτε τὰ λοιπά, ἀλλʼ ὑπάγεσθʼ ἑκάστοτε πράττειν ἔνια, ἃ οὐδʼ ἂν αὐτοὶ φήσαιτε καλῶς ἔχειν. ἐγὼ δʼ οἶδα μὲν τοῦθʼ ὅτι τοὺς ἐπαινοῦντας ἥδιον προσδέχονται πάντες τῶν ἐπιτιμώντων· οὐ μὴν οἴομαι δεῖν, ταύτην τὴν φιλανθρωπίαν διώκων, λέγειν παρʼ ἃ συμφέρειν ὑμῖν ἡγοῦμαι.

雅典的公民们,如果城邦在大众之间获得了某种不快且不相称的名声,我认为你们会视之为不小的损失。然而,你们既然已经如此清楚地认识到这一点,在其余事情上却没有采取一致的行动,反而在每次都被诱导着去做出某些连你们自己也不会承认为妥当的事情。就我而言,我固然明白每个人相比于批评者,都更乐意接纳赞美者;但我绝不认为自己应当为了追求这种善意,而言及违背我认为对你们有益之事。

§23.2

κγ τὴν μὲν ἀρχὴν2 εἰ καλῶς ἐγιγνώσκετε, οὐδὲν δεῖν κοινῇ ποιεῖν ὑποληπτέον ἦν3 ὧν ἰδίᾳ μέμφεσθε, ἵνα μὴ συνέβαινεν ὅπερ νυνὶ γίγνεται· περιιὼν μὲν ἕκαστος ὡς αἰσχρὰ καὶ δεινά λέγει καὶ μέχρι τοῦ προβήσεται τὰ πράγματα; συγκαθεζόμενος δʼ αὐτὸς ἕκαστός ἐστι τῶν τὰ τοιαῦτα ποιούντων. ἐγὼ μὲν οὖν ἐβουλόμην ἄν, ὥσπερ ὅτι ὑμῖν συμφέρει τοῦ τὰ βέλτιστα λέγοντος ἀκούειν οἶδα, οὕτως εἰδέναι4 συνοῖσον καὶ τῷ τὰ βέλτιστʼ εἰπόντι· πολλῷ γὰρ ἂν ἥδιον εἶχον. νῦν δὲ φοβοῦμαι μέν, ὅμως δʼ ἅ γε πιστεύω χρηστὰ φανεῖσθαι, κἂν ὑμεῖς μὴ πεισθῆτε, οὐκ ἀποτρέψομαι λέγειν.

​23如果你们起初判断得当,本该认为私下里所责难的事绝无必要在公共场合去行,以免发生目前正出现的情形:每个人都在四处走动时说: “多么可耻可怕啊!” 并且说: “局势究竟要发展到什么地步?” 然而一旦坐在一起开会,每个人自己却都成了做出此类事情的人。因此,正如我确知倾听讲出最善之言者对你们有利一样,我本希望同样确知讲出最善之言对说话者自身也会是有益的;因为那样一来我的心情就会愉快得多。但现在,尽管我心怀担忧,即使你们不信服,我绝不会退缩而不去讲出那些我相信终将显现为有益的事情。

语法注4 条
  1. 23.1οὐ μικρὰν ἄν μοι δοκεῖτʼ ... ζημίαν νομίσαι

    助词 ἄν 与人称句式 δοκεῖτε 以及不定式 νομίσαι 连用,构成与后文希求法条件从句(εἴ τις ... περιγίγνοιτο)呼应的潜在结论部。尽管 ἄν 位于 δοκεῖτε 之前,但在语法上修饰不定式 νομίσαι,意为“在我看来,你们会认为……”。

  2. 23.2τὴν μὲν ἀρχὴν

    副词性宾格,意为“从根本上”、“起初”或“完全”,在非真实条件从句中用来指示根本的前提。

  3. 23.2οὐδὲν δεῖν κοινῇ ποιεῖν ὑποληπτέον ἦν

    动名词形容词 ὑποληπτέον 与未完过去时 ἦν 连用,构成省略 ἄν 的过去非真实条件结论部(表示义务或必然的词类在反事实结论中常不带 ἄν,意为“本应当认为……”)。它支配不定式 δεῖν 及其补充不定式 ποιεῖν。

  4. 23.2ἐβουλόμην ἂν ... οὕτως εἰδέναι

    未完过去直陈式 ἐβουλόμην 与 ἄν 连用,表达当前无法实现的愿望(“我倒希望自己知道……”)。不定式 εἰδέναι 通过 οὕτως 与前面的 ὥσπερ ὅτι ... οἶδα 形成呼应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg062.humanitext-grc2:23.1-23.2