← 狄摩西尼

序言集

§22.1-22.3

盟友事务审议中对正义与声誉的优先考量

演说者区分了城邦私事与盟友及公共事务的审议,指出在后者中正义与声誉必须放在首位,并在简要驳斥反对者之后准备提出最善之策。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§22.1

οἶμαι πάντας ἂν ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, ὁμολογῆσαι,1 ὅτι δεῖ τὴν πόλιν ἡμῶν, ὅταν μὲν περὶ τῶν ἰδίων τινὸς τῶν αὑτῆς βουλεύηται, ἴσην πρόνοιαν ἔχειν τοῦ συμφέροντος ὅσηνπερ τοῦ δικαίου, ὅταν δʼ ὑπὲρ τῶν συμμαχικῶν ἢ τῶν κοινῶν, οἷον καὶ τὸ νυνὶ παρόν, μηδενὸς οὕτως ὡς τοῦ δικαίου φροντίζειν. ἐν μὲν γὰρ ἐκείνοις τὸ λυσιτελὲς ἐξαρκεῖ, ἐν δὲ τοῖς τοιούτοις καὶ τὸ καλὸν προσεῖναι δεῖ.

雅典的公民们,我想你们大家都会承认,当我们的城邦就自身的私事进行商议时,对利益的关照应当同对正义的关照一样多;而当为盟邦或公共事务商议时——正如眼前的局势一样——则对任何事物都不应当像对正义那样关心。因为在前一种情况下,有利便已足够,但在后一种事务中,还必须具备高尚。

§22.2

τῶν μὲν γὰρ πράξεων, εἰς οὓς ἂν ἥκωσι, κύριοι καθίστανται·2 τῆς δʼ ὑπὲρ τούτων δόξης οὐδεὶς τηλικοῦτός ἐσθʼ ὅστις ἔσται κύριος, ἀλλʼ ὁποίαν τινʼ ἂν τὰ πραχθέντʼ ἔχῃ δόξαν, τοιαύτην οἱ πολλοὶ περὶ τῶν πραξάντων διήγγειλαν. διὸ δεῖ σκοπεῖν καὶ προσέχειν ὅπως δίκαια φανεῖται.

因为对于行动本身,行动落到谁的手中,谁就成了主宰;但对于关涉这些行动的名声,却没有任何人强大到能够成为它的主宰,相反,所做之事拥有怎样的名声,大众就会关于行事者传扬怎样的名声。因此,必须审慎并留意,使所行之事显现为正义。

§22.3

χρῆν μὲν οὖν3 οὕτως ἅπαντας ἔχειν τὴν διάνοιαν περὶ τῶν ἀδικουμένων ὥσπερ ἄν, εἴ τι γένοιτο, ὃ μὴ συμβαίη,4 τοὺς ἄλλους ἀξιώσειε πρὸς αὑτὸν ἕκαστος ἔχειν. ἐπειδὴ δὲ καὶ παρὰ τὴν αὑτῶν γνώμην ἐναντιοῦνταί τινες, μικρὰ πρὸς τούτους εἰπών, ἃ βέλτισθʼ ὑμῖν ὑπολαμβάνω, ταῦτʼ ἤδη συμβουλεύσω.

因此,本来所有人都应当对遭受不公者持有这样的心念,正如同如果发生什么不幸之事——愿其不致发生!——每个人都会期望他人对自己所持有的心念一样。但既然有人甚至违背自己的本意而提出反对,那么在对他们讲几句话之后,我将立即就我认为对你们最好的事提出建议。

语法注4 条
  1. 22.1πάντας ἂν ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, ὁμολογῆσαι

    由动词 οἶμαι 统辖的宾格带不定式结构(πάντας ὑμᾶς 为逻辑主语,ὁμολογῆσαι 为不定式),潜能小词 ἄν 修饰该不定式。若还原为直接引语,则相当于 πάντες ἂν ὁμολογήσαιτε(希求语气加 ἄν),表达一种委婉而确信的推断。

  2. 22.2τῶν μὲν γὰρ πράξεων, εἰς οὓς ἂν ἥκωσι, κύριοι καθίστανται

    前置的属格 τῶν πράξεων 是作表语的名词 κύριοι 的宾格性属格。插入的关系从句 εἰς οὓς ἂν ἥκωσι 意为“无论行动落在谁的头上/由谁经手”,主句未明指的主语指的是具体的行动者。这种倒装语序旨在与下文的 τῆς δʼ ὑπὲρ τούτων δόξης 形成鲜明对仗。

  3. 22.3χρῆν μὲν οὖν

    无人称动词 χρή 的未完过去时,不带 ἄν,用于表达未实现的义务(“原本理应……,但实际并未如此”),带有虚拟和批评口吻,指责现实中人们并未对受害者怀有同等同情。

  4. 22.3ὃ μὴ συμβαίη

    关系代词 ὃ 作主语、由希求语气构成的独立插入小句,表达愿望(“但愿此事不要发生!”)。这是一种避讳性的程式语(apotropaic wish),用以消解前面假设句 εἴ τι γένοιτο(“万一发生什么事”)所暗示的不祥之兆。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg062.humanitext-grc2:22.1-22.3