← 狄摩西尼

序言集

§21.1-21.4

批判仓促决议并提议长效军备方案

演说者批评雅典人以往遇事仓促决议、而在危机稍缓便半途而废的弊病,并预告自己不会止于责难,而将提出一套切实可行的长效军事整备方案。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§21.1

εἰ καὶ τὸν ἄλλον χρόνον, ὦ ἄνδρες Ἀθηναῖοι, μηδενὶ συμπολιτευόμενοι τοσαύτην ἤγομεν ἡσυχίαν ὅσηνπερ ἐν τῷ παρόντι, οὔτε τὰ νῦν ἂν γεγενημένα συμβῆναι νομίζω, τῶν τʼ ἄλλων οἶμαι πολλὰ βέλτιον ἂν ἡμῖν ἔχειν. νῦν δʼ ὑπὸ τῆς ἐνίων ἀσελγείας οὔτε παρελθεῖν οὔτʼ εἰπεῖν οὔθʼ ὅλως λόγου τυχεῖν ἔστιν.

雅典的公民们,如果我们在其他时候也像眼下这般保持平静,不与任何人进行党争,我认为既不会发生如今已经发生的事,而且在许多其他方面,我们的处境也会好得多。但现实中,由于某些人的放肆蛮横,人们既无法走上前台,也无法发言,甚至根本无法获得说话的机会。

§21.2

ὅθεν συμβαίνει πολλὰ καὶ οὐκ ἐπιτήδειʼ ἴσως. εἰ μὲν οὖν ἀεὶ ταὐτά, πυνθάνεσθαι, καὶ σκοπεῖν ὅ τι χρὴ ποιῆσαι, καὶ πάσχειν οἷάπερ νυνὶ βούλεσθε, ψηφιεῖσθʼ ἅπερ ἐκ τῶν παρεληλυθότων χρόνων, καθέλκειν τριήρεις, ἐμβαίνειν, εἰσφέρειν, πάντα ταῦτʼ ἤδη· ἃ τριῶν ἡμερῶν ἢ πέντε, ἂν σιωπηθῇ τὰ παρὰ τῶν πολεμίων καὶ σχῶσιν ἡσυχίαν ἐκεῖνοι, πάλιν οὐκέτι καιρὸν εἶναι πράττειν ὑπολήψεσθε. ὅπερ, ἡνίκʼ ἐν Ἑλλησπόντῳ Φίλιππον ἠκούσαμεν, συνέβη, καὶ πάλιν ἡνίκʼ εἰς Μαραθῶνα τριήρεις αἱ λῃστρίδες προσέσχον.

由此导致了许多局势,恐怕也是不利的局势。那么,如果诸君总是想要同样的事——打听消息、思考应当做什么、并遭受如今所遭受的这般遭遇——诸君就会像以往那样通过决议:让三列桨座战船下水、登舰、缴纳特别税,立刻做这一切事情;然而在三五天之内,如果来自敌方的消息平息下来、对方保持安静,诸君又会认为不再是采取行动的时机了。这正是在我们听说腓力身在赫勒斯滂时所发生的,也是海盗战舰驶入马拉松时再度发生的情况。

§21.3

ὡς γὰρ ἂν χρήσαιτό τις, ὦ ἄνδρες Ἀθηναῖοι, καλῶς δυνάμει παρεσκευασμένῃ, οὕτως ὑμεῖς εἰώθατε τῷ βουλεύεσθαι χρῆσθαι, ὀξέως.1 δεῖ δὲ βουλεύεσθαι μὲν ἐφʼ ἡσυχίας, ποιεῖν δὲ τὰ δόξαντα μετὰ σπουδῆς, καὶ λογίσασθαι τοῦθʼ ὅτι εἰ μὴ καὶ τροφὴν ἱκανὴν ποριεῖτε καὶ στρατηγόν τινα τοῦ πολέμου νοῦν ἔχοντα προστήσεσθε καὶ μένειν ἐπὶ τῶν οὕτω δοξάντων ἐθελήσετε, ψηφίσμαθʼ ὑμῖν περιέσται, καὶ παραναλώσετε μὲν πάνθʼ ὅσʼ ἂν δαπανήσητε, βελτίω δʼ οὐδʼ ὁτιοῦν τὰ πράγματʼ ἔσται, κρινεῖτε δʼ ὃν ἂν βούλησθʼ ὀργισθέντες. ἐγὼ δὲ βούλομαι τοὺς ἐχθροὺς ὑμᾶς ἀμυνομένους ὀφθῆναι πρότερον ἢ τοὺς πολίτας κρίνοντας· οὐ γὰρ ἡμῖν αὐτοῖς πολεμεῖν μᾶλλον ἢ ʼκείνοις ἐσμὲν δίκαιοι.2

因为,雅典的公民们,诸君习惯于像一个人本该妥善运用一支整备就绪的军力那样,去运用审议——也就是迅速地行事。但实际上,人们应当在平稳中进行审议,而迅速地付诸实施决定的事项,并考虑到这一点:如果诸君既不提供充足的粮饷,又不任命一位在战争上有头脑的将领统率,也不愿坚守如此决定的方案,那么诸君最终剩下的将只有法令,白白耗尽所花费的一切,局势不会有丝毫改善,而在愤怒中诸君会随意审判想要审判的人。但我希望诸君被人看到的是先击退敌人,而非审判自己的公民;因为我们并没有理由与我们自己作战,而不是与他们作战。

§21.4

ἵνʼ οὖν μή, τὸ ῥᾷστον ἁπάντων, ἐπιτιμήσω μόνον, ὃν τρόπον ἄν μοι δοκεῖτε ταῦτα ποιῆσαι3 διδάξω, δεηθεὶς ὑμῶν μὴ θορυβῆσαι μηδʼ ἀναβάλλειν νομίσαι με καὶ χρόνον ἐμποιεῖν. οὐ γὰρ οἱ ταχὺ καὶ τήμερον εἰπόντες μάλιστʼ εἰς δέον λέγουσιν (οὐ γὰρ ἂν τά γʼ ἤδη γεγενημένα κωλῦσαι δυνηθείημεν τῇ νυνὶ βοηθείᾳ), ἀλλʼ ὃς ἂν δείξῃ τίς πορισθεῖσα παρασκευὴ διαμεῖναι δυνήσεται, τέως ἂν ἢ περιγενώμεθα τῶν ἐχθρῶν ἢ πεισθέντες διαλυσώμεθα τὸν πόλεμον· οὕτω γὰρ οὐκέτι τοῦ λοιποῦ πάσχοιμεν ἂν κακῶς.

因此,为了不单纯进行这最容易的责备,我将在恳请诸君不要喧哗、也不要认为我是在拖延和浪费时间之后,向诸君指出我认为诸君可以如何做这些事。因为迅速且在今天发言的人并非最切中要害(因为靠当下的救援,我们不可能阻止已经发生的事),而只有指出所筹备的何种军备能够坚持下去,直到我们要么战胜敌人、要么在被说服后结束战争的人,才切中要害;因为唯有如此,我们今后才不会继续遭受厄运。

语法注3 条
  1. 21.3ὀξέως

    置于句末的副词 ὀξέως(敏捷地、草率地)同时修饰相关结构 ὡς... οὕτως... 中的两个动词(χρήσαιτο 与 εἰώθατε... χρῆσθαι),着重突出了军事行动所当具备的“迅速”与雅典人在审议时表现出的“草率与仓促”之间的讽刺性对比。

  2. 21.3οὐ γὰρ ἡμῖν αὐτοῖς πολεμεῖν μᾶλλον ἢ ʼκείνοις ἐσμὲν δίκαιοι.

    人称句式 δίκαιός εἰμι + 不定词(“理当做……”、“有理由做……”)的用法。其语义虽等同于非人称句式(οὐ γὰρ ἡμῖν δίκαιόν ἐστι πολεμεῖν...),但通过将“我们”(ἐσμέν)作主语,直接向公民们抛出了道义上的诘问:与敌人相比,我们自己内部开战绝无任何合理性。

  3. 21.4ὃν τρόπον ἄν μοι δοκεῖτε ταῦτα ποιῆσαι

    虚词 ἄν 虽在词序上位于动词 δοκεῖτε 之前,但在句法上修饰不定词 ποιῆσαι,相当于将表示潜在可能的祈愿语气(ὃν τρόπον ποιήσαιτʼ ἄν,“诸君可以如何做这些事”)转换为与 δοκεῖτε 搭配的不定词结构(即常见的 ἄν 之前置或超步法)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg062.humanitext-grc2:21.1-21.4