← 狄摩西尼

序言集

§20.1-20.3

建言重在改善现状而非相互问责

发言者指出,审议之时建言者的本分在于提出改善现状的良策而非相互推诿问责,这也更能真正惩治不法者;他请求听众理解,自己若提及既往过失,并非意在控告,而是为了避免重蹈覆辙。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§20.1

καὶ δίκαιον, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ συμφέρον ὑμῖν ἡγοῦμαι τὰς μὲν αἰτίας καὶ τὰς κατηγορίας, ὅταν βουλεύεσθαι δέῃ, παραλείπειν, περὶ τῶν παρόντων δὲ λέγειν ὅ τι βέλτιστον ἕκαστος ἡγεῖται. ὅτι μὲν γάρ τινων αἰτίων ὄντων κακῶς τὰ πράγματʼ ἔχει, πάντες ἐπιστάμεθα· ἐξ ὅτου δὲ τρόπου βελτίω δύναιτʼ ἂν γενέσθαι, τοῦτο τοῦ συμβουλεύοντος ἔργον εἰπεῖν.

雅典的公民们,我认为,每逢需要审议之时,搁置责难与控诉,就眼下的局势说出各自认为最为妥当的见解,既是正当的,也是对诸君有利的。因为,由于某些人负有责任而导致局势恶化,这一点我们全都知晓;但通过何种方式局势才能好转,说出这一点才是建言者的本分。

§20.2

ἔπειτʼ ἔγωγε νομίζω καὶ κατηγόρους εἶναι τῶν ἀδικούντων χαλεποὺς οὐ τοὺς ἐν τοιούτοις καιροῖς ἐξετάζοντας τὰ πεπραγμένα,1 ὅτʼ οὐδεμίαν δώσουσι δίκην, ἀλλὰ τοὺς τοιοῦτό τι συμβουλεῦσαι δυνηθέντας ἀφʼ οὗ βελτίω τὰ παρόντα γένοιτʼ ἄν· διὰ γὰρ τούτους ἐφʼ ἡσυχίας καὶ παρʼ ἐκείνων ἐγγένοιτʼ ἂν ὑμῖν δίκην λαβεῖν.

再者,我个人认为,对不法者而言,严厉的控告者并非那些在此等他们不会受到任何惩罚的时机追究既往行径之人,而是那些能够提出足以改善眼下局势之良策的人;因为正是依靠这后一部分人,诸君才可能在局势安定之时向那些人追究惩罚。

§20.3

τοὺς μὲν οὖν ἄλλους λόγους πάντας περιέργους ἡγοῦμαι, ἃ δʼ ἂν οἶμαι συνενεγκεῖν2 περὶ ὧν νυνὶ σκοπεῖτε, ταῦτʼ εἰπεῖν πειράσομαι, τοσοῦτον ἀξιώσας μόνον· ἂν ἄρα του μεμνῶμαι3 τῶν πεπραγμένων, μὴ κατηγορίας μʼ ἕνεχʼ ἡγεῖσθε λέγειν, ἀλλʼ ἵνα δείξας ἃ τόθʼ ἡμάρτετε, νῦν ἀποτρέψω ταὐτὰ παθεῖν.

因此,我认为所有其他的言论都是多余的,而对于诸君当下正在审议的事务,我将尽力陈述自己认为可能有利的意见,只提出这唯一的请求:如果我果真提及以往所行之事的某些方面,请不要认为我是为了控告而说,而是为了在指出诸君当时所犯的过失之后,防止诸君如今遭受同样的厄运。

语法注3 条
  1. 20.2κατηγόρους εἶναι τῶν ἀδικούντων χαλεποὺς οὐ τοὺς ἐν τοιούτοις καιροῖς ἐξετάζοντας τὰ πεπραγμένα

    在由动词 νομίζω 引出的带不定式宾格结构中,逻辑主语为后接的分词短语 οὐ τοὺς ... ἐξετάζοντας ..., ἀλλὰ τοὺς ... δυνηθέντας,而作表语的宾格 κατηγόρους ... χαλεπούς(“严厉的控告者”)在语序上被提前至句首。

  2. 20.3ἃ δʼ ἂν οἶμαι συνενεγκεῖν

    小品词 ἄν 并非修饰插入语般的 οἶμαι,而是与不定式 συνενεγκεῖν 结合,表示间接引语中的潜在语气(相当于 ἃ ἂν συνενέγκοι,“可能有利的事项”)。

  3. 20.3μεμνῶμαι

    完成体形式 μέμνημαι(具有现在时含义,“提及、铭记”)在阿提卡方言中的虚拟式现在时第一人称单数。它与连词 ἄν(ἐάν)连用,构成表示未来可能情况的条件从句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg062.humanitext-grc2:20.1-20.3