← 狄摩西尼

序言集

§19.1

公正发言的立场与发言决定的委任

演说者请公民大会决定自己是否应当发言,解释了秉持公正立场可能招致双方中伤的顾虑,并表示是否发言完全听从听众的吩咐。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§19.1

μεθʼ ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, παρελήλυθα βουλευσόμενος, πότερον χρή με λέγειν ἢ μή. διὸ δʼ αὐτὸς τοῦτʼ ἀπορῶ κρῖναι, φράσω πρὸς ὑμᾶς. ἀναγκαῖον εἶναί μοι δοκεῖ τῷ μήθʼ αὑτῷ μήτε τισὶν χαρίσασθαι βουλομένῳ, ἀλλʼ ὑπὲρ ὑμῶν εἰπεῖν ἃ πέπεικεν ἑαυτὸν μάλιστα συμφέρειν, καὶ συνειπεῖν ἃ καλῶς λέγουσιν ἀμφότεροι, καὶ τοὐναντίον ἀντειπεῖν ὅσα μὴ δίκαιʼ ἀξιοῦσιν.1 εἰ μὲν οὖν ὑμεῖς ὑπομείναιτʼ ἀκοῦσαι ταῦτʼ ἀμφότερα διὰ βραχέων, πολλῷ βέλτιον ἂν περὶ τῶν λοιπῶν βουλεύσαισθε· εἰ δὲ πρὶν μαθεῖν ἀποσταίητε, γένοιτʼ ἂν ἐμοὶ μηδετέρους ἀδικοῦντι πρὸς ἀμφοτέρους διαβεβλῆσθαι. τοῦτο δʼ οὐχὶ δίκαιός εἰμι παθεῖν.2 ἐὰν μὲν οὖν κελεύητε, ἕτοιμός εἰμι λέγειν· εἰ δὲ μή, καὶ σιωπᾶν ἔχει μοι καλῶς.3

雅典的公民们,我走上讲坛,是为了与诸君共同商议我究竟是否应当发言。至于我自己为何难以对此做出决断,我将向你们说明。在我看来,一个既不愿讨好自己、也不愿逢迎某些特定之人,而是愿意为了你们的利益说出自己深信最为有利之言的人,不可避免地既要对双方所言妥当之处予以赞同,反之又要对他们所提出的不当要求予以反驳。因此,如果你们愿意耐着性子简短地听完这两点,你们对余下事宜的审议就会好得多;但若在了解实情之前你们便不愿再听,那么本未亏待任何一方的我,便可能招致双方的非难。而我承受这等待遇是毫无道理的。因此,若是诸君吩咐,我随时准备发言;若是没有要求,对我而言保持沉默亦无不可。

语法注3 条
  1. 19.1ἀναγκαῖον εἶναί μοι δοκεῖ τῷ μήθʼ αὑτῷ μήτε τισὶν χαρίσασθαι βουλομένῳ, ἀλλʼ ὑπὲρ ὑμῶν εἰπεῖν ἃ πέπεικεν ἑαυτὸν μάλιστα συμφέρειν, καὶ συνειπεῖν ἃ καλῶς λέγουσιν ἀμφότεροι, καὶ τοὐναντίον ἀντειπεῖν ὅσα μὴ δίκαιʼ ἀξιοῦσιν.

    该句主干为 ἀναγκαῖον εἶναί μοι δοκεῖ(“在我看来……是必要的”)。充当 ἀναγκαῖον εἶναι 主语的是由 καὶ... καὶ... 连结的两个不定式短语 συνειπεῖν(赞同发言)与 ἀντειπεῖν(反对发言)。与格分词短语 τῷ ... βουλομένῳ(“对于意欲……的人来说”)表示相关者,该分词本身统辖着两个不定式 χαρίσασθαι(逢迎)与 εἰπεῖν(说出)。

  2. 19.1τοῦτο δʼ οὐχὶ δίκαιός εἰμι παθεῖν.

    此处为 δίκαιός εἰμι 接不定式(παθεῖν)的人称句式。古典希腊语常倾向于使用这种人称结构,而非无人称句式(οὐχὶ δίκαιόν ἐστιν ἐμὲ τοῦτο παθεῖν,“我遭受此事是不公道的”),连同否定词 οὐχί 表示“我遭受此种对待是没有道理的”或“我不应当承受此等遭遇”。

  3. 19.1καὶ σιωπᾶν ἔχει μοι καλῶς.

    ἔχει + 副词 + 与格 的惯用结构。ἔχει καλῶς 意为“良好”、“很好”;与与格 μοι 及不定式 σιωπᾶν(保持沉默)连用,表达演说者淡然的态度,即“对我而言保持沉默也是完全可以的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg062.humanitext-grc2:19.1