← 狄摩西尼

序言集

§18.1

正义与利益的一致及公正听取意见的请求

演说者承诺证明正义与利益的统一,并请求民众摒弃成见,在全盘听取意见后再作决断。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§18.1

δοκεῖτέ μοι δικαίως ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, προσέχειν1 τὸν νοῦν, εἴ τις ὑπόσχοιθʼ ὑμῖν ταὐτὰ δίκαια καὶ συμφέροντα δείξειν ὄνθʼ ὑπὲρ ὧν βουλευόμεθα. ἐγὼ τοίνυν οἴομαι τοῦτο ποιήσειν οὐ χαλεπῶς, ἂν ὑμεῖς βραχύ τί μοι πεισθῆτε πάνυ. μὴ πάντα, ὡς ἕκαστος ἔχει γνώμης2 ὑμῶν περὶ τῶν παρόντων, ὀρθῶς ἐγνωκέναι πεπείσθω, ἀλλʼ ἐὰν παρὰ ταῦτά τι συμβαίνῃ λέγεσθαι, σκοπείτω πάνθʼ ὑπομείνας ἀκοῦσαι, εἶτʼ ἂν ὀρθῶς εἰρῆσθαί τι δοκῇ, χρήσθω. οὐ γὰρ ἧττον ὑμέτερον ἔσται τῶν χρησαμένων τὸ κατορθωθὲν ἢ τοῦ πρὸς ὑμᾶς εἰπόντος. ἡ μὲν οὖν ἀρχὴ τοῦ σκοπεῖν ὀρθῶς ἐστιν μὴ βεβουλεῦσθαι πρὶν ἐξ ὧν δεῖ βουλεύσασθαι3 ἀκοῦσαι. οὐ γὰρ αὑτὸς οὔτε καιρὸς οὔτε τρόπος τοῦ τʼ ἐπικυρῶσαι τὰ δοκοῦντα καὶ τοῦ σκέψασθαι τί πρῶτον δοκεῖ συμφέρειν.

雅典的公民们,在我看来,若是有人答应向你们证明,在我们正审议的议题上,同样的事既是正当的又是有利的,你们理当予以关注。因此我认为,只要你们在一件极小的事情上听从于我,我便不难做到这一点。切莫有人按照你们各人对当前局势所持的看法,认定自己在一切事上都已做出了正确的判断;相反,如果有人说出与这些看法相悖的观点,请在耐着性子听完全部内容之后再行推敲,随后若有某处显得言之成理,便加以采纳。因为由此取得的成功,属于采纳它的你们,决不亚于属于向你们进言的人。实际上,正确审议的开端,就在于听取理应用作审议依据的言论之前,尚未预先形成决断;因为正式批准既定决议与预先审查何者显为有利,二者的时机和方式绝非同一。

语法注3 条
  1. 18.1δοκεῖτέ μοι δικαίως ἄν ... προσέχειν

    此处采用了人称构式(δοκεῖτέ μοι),语义上相当于非人称构式 δοκεῖ μοι ὑμᾶς ... προσέχειν ἄν。虚词 ἄν 修饰不定词 προσέχειν,与后文的条件从句 εἴ τις ὑπόσχοιτο 相应,相当于潜在语气(προσέχοιτε ἄν)。

  2. 18.1ὡς ἕκαστος ἔχει γνώμης

    属于 ἔχω 加副词性成分再加属格(表示范畴或部分的属格)的惯用表达,意为“正如你们每人在见解/判断方面所处的状态”。

  3. 18.1ἐξ ὧν δεῖ βουλεύσασθαι

    省略了先行词的关系从句结构,相当于 πρὶν ἀκοῦσαι τούτων ἐξ ὧν δεῖ βουλεύσασθαι(在听取那些应当据以审议的事项之前)。介词 ἐκ 在此表示审议所依据的材料或根据。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg062.humanitext-grc2:18.1