- 底本
- Demosthenes. Orationes, Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg062.humanitext-grc2:11.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者向公民大会申明当下的集会重在商议对策而非审讯既往罪行,呼吁暂缓一切指控,专注于为当下与未来提出建设性建议。
οἴομαι πάντας ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, γιγνώσκειν ὅτι οὐ κρινοῦντες ἥκετε τήμερον οὐδένα τῶν ἀδικούντων, ἀλλὰ βουλευσόμενοι περὶ τῶν παρόντων. δεῖ τοίνυν τὰς μὲν κατηγορίας ὑπερθέσθαι πάσας, καὶ τότʼ ἐν ὑμῖν λέγειν καθʼ ὅτου πέπεικεν ἕκαστος ἑαυτόν, ὅταν τινὰ κρίνωμεν· εἰ δέ τίς τι χρήσιμον ἢ συμφέρον εἰπεῖν ἔχει, τοῦτο νῦν ἀποφαίνεσθαι.1 τὸ μὲν γὰρ κατηγορεῖν τοῖς πεπραγμένοις ἐγκαλούντων ἐστίν,2 τὸ δὲ συμβουλεύειν περὶ τῶν παρόντων καὶ γενησομένων προτίθεται. οὐκοῦν οὐ λοιδορίας οὐδὲ μέμψεως ὁ παρὼν καιρός, ἀλλὰ συμβουλῆς εἶναί μοι δοκεῖ. διὸ πειράσομαι μὲν φυλάξασθαι, ὃ τούτοις ἐπιτιμῶ, μὴ παθεῖν αὐτός,3 συμβουλεῦσαι δʼ ἃ κράτιστα νομίζω περὶ τῶν παρόντων.
雅典的公民们,我想你们大家都清楚,你们今日来到这里并不是为了审判任何作奸犯科之人,而是为了商议当下的局势。因此,应当将所有指控一概延后,等到我们审判某人时,各自再在你们面前针对自己深信其有罪之人进行发言;但如果有人能说出什么有益或有利的见解,就应当在当下予以陈述。因为指控属于对既成之事问责者的本分,而提出建议则是针对当下与未来的事项而设。因此在我看来,当下的时机绝非用于谩骂或责难,而是用于建言献策。所以,我一方面将尽力戒饬,避免使自己也陷入我所责备这些人的境地,另一方面则将就当下的局势提出我认为最善的劝告。
- 11.1εἰ δέ τίς τι χρήσιμον ἢ συμφέρον εἰπεῖν ἔχει, τοῦτο νῦν ἀποφαίνεσθαι.
不定式 ἀποφαίνεσθαι 承接前句开头的无人称动词 δεῖ。虽然也可以将其理解为条件句 εἰ ... ἔχει 结果主句中的独立祈使性不定式,但将其视作与前文的 ὑπερθέσθαι 及 λέγειν 并在 δεῖ 统辖之下的平行结构,在论述结构与逻辑对比上最为顺畅。
- 11.1τὸ μὲν γὰρ κατηγορεῖν τοῖς πεπραγμένοις ἐγκαλούντων ἐστίν
带冠词不定式 τὸ κατηγορεῖν 作主语,ἐγκαλούντων ἐστίν 为表示属性或特征的属格(“属于……的本分/特征”)。与格 τοῖς πεπραγμένοις 由动词 ἐγκαλέω(就……进行指责、非难)所支配。
- 11.1φυλάξασθαι, ὃ τούτοις ἐπιτιμῶ, μὴ παθεῖν αὐτός
表示防备与警惕的动词 φυλάξασθαι(中间态)引出带有否定词 μή 的不定式 παθεῖν,构成“防止自己……”的句式。由于不定式的逻辑主语与主句动词 πειράσομαι 的主语一致,代词 αὐτός 采用主格。插入的关系分句 ὃ τούτοις ἐπιτιμῶ 用作 παθεῖν 的宾语。
