- 底本
- Demosthenes. Orationes, Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg059.humanitext-grc2:94-100
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者追述了普拉提亚人在马拉松、温泉关、萨拉米斯和普拉提亚与雅典并肩作战的忠诚历史,记述了他们就鲍萨尼亚斯狂妄铭文提出控诉而招致斯巴达世仇的原委,以及后来在雅典救援下挫败底比斯夜袭的经过。
Πλαταιῆς γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, μόνοι τῶν Ἑλλήνων ὑμῖν ἐβοήθησαν Μαραθῶνάδε, ὅτε Δᾶτις ὁ βασιλέως Δαρείου στρατηγὸς ἀναχωρῶν ἐξ Ἐρετρίας Εὔβοιαν ὑφʼ ἑαυτῷ ποιησάμενος, ἀπέβη εἰς τὴν χώραν πολλῇ δυνάμει καὶ ἐπόρθει. καὶ ἔτι καὶ νῦν τῆς ἀνδραγαθίας αὐτῶν ὑπομνήματα ἡ ἐν τῇ ποικίλῃ στοᾷ γραφὴ δεδήλωκεν· ὡς ἕκαστος γὰρ τάχους εἶχεν,1 εὐθὺς προσβοηθῶν γέγραπται, οἱ τὰς κυνᾶς τὰς Βοιωτίας ἔχοντες.
雅典人啊,当大流士王的将领达提斯征服优卑亚并从埃雷特里亚撤离、率大军登陆我国领土并大肆蹂躏之时,希腊人中唯有普拉提亚人奔赴马拉松向你们施以援手。甚至直到今天,彩绘柱廊上的壁画仍显明着他们英勇的纪念:画中描绘着他们头戴波奥蒂亚式头盔,各自以最快的速度迅即赶来救援。
πάλιν δὲ Ξέρξου ἰόντος ἐπὶ τὴν Ἑλλάδα, Θηβαίων μηδισάντων, οὐκ ἐτόλμησαν ἀποστῆναι τῆς ὑμετέρας φιλίας, ἀλλὰ μόνοι τῶν ἄλλων Βοιωτῶν οἱ μὲν ἡμίσεις αὐτῶν μετὰ Λακεδαιμονίων καὶ Λεωνίδου ἐν Θερμοπύλαις παραταξάμενοι τῷ βαρβάρῳ ἐπιόντι συναπώλοντο, οἱ δὲ λοιποὶ ἐμβάντες εἰς τὰς ὑμετέρας τριήρεις, ἐπειδὴ αὐτοῖς οἰκεῖα σκάφη οὐχ ὑπῆρχεν, συνεναυμάχουν ὑμῖν ἐπί τε Ἀρτεμισίῳ καὶ ἐν Σαλαμῖνι, καὶ τὴν τελευταίαν μάχην Πλαταιᾶσι Μαρδονίῳ τῷ βασιλέως στρατηγῷ μεθʼ ὑμῶν καὶ τῶν συνελευθερούντων τὴν Ἑλλάδα μαχεσάμενοι, εἰς κοινὸν τὴν ἐλευθερίαν τοῖς ἄλλοις Ἕλλησι κατέθηκαν. ἐπεὶ δὲ Παυσανίας2 ὁ Λακεδαιμονίων βασιλεὺς ὑβρίζειν ἐνεχείρει ὑμᾶς, καὶ οὐκ ἠγάπα ὅτι τῆς ἡγεμονίας μόνοι ἠξιώθησαν Λακεδαιμόνιοι ὑπὸ τῶν Ἑλλήνων, καὶ ἡ πόλις τῇ μὲν ἀληθείᾳ ἡγεῖτο τῆς ἐλευθερίας τοῖς Ἕλλησιν, τῇ δὲ φιλοτιμίᾳ οὐκ ἠναντιοῦτο τοῖς Λακεδαιμονίοις, ἵνα μὴ φθονηθῶσιν ὑπὸ τῶν συμμάχων—ἐφʼ οἷς φυσηθεὶς Παυσανίας ὁ τῶν Λακεδαιμονίων βασιλεὺς ἐπέγραψεν ἐπὶ τὸν τρίποδα τὸν ἐν Δελφοῖς, ὃν οἱ Ἕλληνες οἱ συμμαχεσάμενοι τὴν Πλαταιᾶσι μάχην καὶ τὴν ἐν Σαλαμῖνι ναυμαχίαν ναυμαχήσαντες κοινῇ ποιησάμενοι ἀνέθηκαν ἀριστεῖον τῷ Ἀπόλλωνι ἀπὸ τῶν βαρβάρων, "Ἑλλήνων ἀρχηγός, ἐπεὶ στρατὸν ὤλεσε Μήδων, Παυσανίας Φοίβῳ μνῆμʼ ἀνέθηκε τόδε," ὡς αὑτοῦ τοῦ ἔργου ὄντος καὶ τοῦ ἀναθήματος, ἀλλʼ οὐ κοινοῦ τῶν συμμάχων·
后来当薛西斯进犯希腊、底比斯人投敌附顺波斯时,他们亦未敢背弃与你们的友谊,而是作为其他波奥蒂亚人中唯一的例外,他们半数人与拉刻代蒙人及列奥尼达一同在温泉关列阵抵御来犯的蛮族并一同阵亡;其余的人由于没有自备的战船,便登上你们的三列桨座战船,在阿耳忒弥西昂和萨拉米斯两处海战中均与你们并肩作战,并在普拉提亚的决战中,与你们以及共同解放希腊的人一道迎战波斯王的将领马多尼乌斯,为其余希腊人确立了共同的自由。然而,当拉刻代蒙人的王鲍萨尼亚斯企图侮辱你们,且不满足于拉刻代蒙人独被希腊人认可享有最高统帅权——尽管我们的城邦实际上引领了希腊人的自由,却未在争名夺利上与拉刻代蒙人相抗衡,以免招致盟友的嫉妒——由于这些事而得意忘形的拉刻代蒙王鲍萨尼亚斯,在德尔斐的三脚祭坛上题写了铭文;该祭坛本是共同参加普拉提亚战役并在萨拉米斯海战中作战的希腊人联合制作,作为战胜蛮族的战利品奉献给阿波罗的: “希腊人的统帅,在消灭了米底人的军队之后, 鲍萨尼亚斯将此纪念物献给福玻斯”,仿佛这项壮举和奉献是他一己之功,而非盟友共同所立。
ὀργισθέντων δὲ τῶν Ἑλλήνων, οἱ Πλαταιεῖς λαγχάνουσι δίκην τοῖς Λακεδαιμονίοις εἰς τοὺς Ἀμφικτύονας χιλίων ταλάντων3 ὑπὲρ τῶν συμμάχων, καὶ ἠνάγκασαν αὐτοὺς ἐκκολάψαντας τὰ ἐλεγεῖα ἐπιγράψαι τὰς πόλεις τὰς κοινωνούσας τοῦ ἔργου. διʼ ὅπερ αὐτοῖς οὐχ ἥκιστα παρηκολούθει ἡ ἔχθρα ἡ παρὰ Λακεδαιμονίων καὶ ἐκ τοῦ γένους τοῦ βασιλείου. καὶ ἐν μὲν τῷ παρόντι οὐκ εἶχον αὐτοῖς ὅ τι χρήσωνται οἱ Λακεδαιμόνιοι, ὕστερον δὲ ὡς πεντήκοντα ἔτεσιν Ἀρχίδαμος ὁ Ζευξιδάμου Λακεδαιμονίων βασιλεὺς εἰρήνης οὔσης ἐνεχείρησεν αὐτῶν καταλαβεῖν τὴν πόλιν.
在希腊人勃然震怒之际,普拉提亚人代表诸盟友在近邻同盟法庭上对拉刻代蒙人提起了一千塔兰同的诉讼,并迫使他们凿去那首哀歌诗句,补刻上参与此项功业的各城邦名称。正是因此,来自拉刻代蒙人及王室的仇恨尤其紧随着他们。在当时,拉刻代蒙人拿他们无可奈何,但在约五十年后,拉刻代蒙王宙克西达摩斯之子阿基达马斯企图在和平时期占领他们的城邦。
ἔπραξε δὲ ταῦτʼ ἐκ Θηβῶν διʼ Εὐρυμάχου τοῦ Λεοντιάδου βοιωταρχοῦντος, ἀνοιξάντων τὰς πύλας τῆς νυκτὸς Ναυκλείδου καὶ ἄλλων τινῶν μετʼ αὐτοῦ, πεισθέντων χρήμασιν. αἰσθόμενοι δʼ οἱ Πλαταιεῖς ἔνδον ὄντας τοὺς Θηβαίους τῆς νυκτὸς καὶ ἐξαπίνης τὴν πόλιν ἐν εἰρήνῃ κατειλημμένην, προσεβοήθουν καὶ αὐτοὶ καὶ συνετάττοντο. καὶ ἐπειδὴ ἡμέρα ἐγένετο καὶ εἶδον οὐ πολλοὺς ὄντας τοὺς Θηβαίους, ἀλλὰ τοὺς πρώτους αὐτῶν εἰσεληλυθότας (ὕδωρ γὰρ γενόμενον τῆς νυκτὸς πολὺ ἐκώλυσεν αὐτοὺς πάντας εἰσελθεῖν· ὁ γὰρ Ἀσωπὸς ποταμὸς μέγας ἐρρύη καὶ διαβῆναι οὐ ῥᾴδιον ἦν, ἄλλως τε καὶ νυκτός), ὡς οὖν εἶδον οἱ Πλαταιεῖς τοὺς Θηβαίους ἐν τῇ πόλει καὶ ἔγνωσαν ὅτι οὐ πάντες πάρεισιν, ἐπιτίθενται καὶ εἰς μάχην ἐλθόντες κρατοῦσι καὶ φθάνουσιν ἀπολέσαντες αὐτοὺς πρὶν τοὺς ἄλλους προσβοηθῆσαι,4 καὶ ὡς ὑμᾶς πέμπουσιν εὐθὺς ἄγγελον τήν τε πρᾶξιν φράσοντα καὶ τὴν μάχην δηλώσοντα ὅτι νικῶσι, καὶ βοηθεῖν ἀξιοῦντες, ἂν οἱ Θηβαῖοι τὴν χώραν αὐτῶν δῃῶσιν. ἀκούσαντες δὲ οἱ Ἀθηναῖοι τὰ γεγονότα διὰ τάχους ἐβοήθουν εἰς τὰς Πλαταιάς· καὶ οἱ Θηβαῖοι ὡς ἑώρων τοὺς Ἀθηναίους βεβοηθηκότας τοῖς Πλαταιεῦσιν, ἀνεχώρησαν ἐπʼ οἴκου.
他是从底比斯借着时任波奥蒂亚统领的勒翁提阿得斯之子欧律马科斯策动此事的,诺克雷德斯以及与他在一起的其他几个人因受金钱贿赂而在夜间打开了城门。普拉提亚人发觉底比斯人在夜间进城、城邦在和平中突遭占领后,他们也自发驰援并列队迎战。当黎明到来,他们看到底比斯人人数并不多,而只是先头部队进城——因为夜间的大雨阻碍了他们全部进城,阿索波斯河水暴涨且难以横渡,尤其是在夜间——于是,当普拉提亚人看到城中的底比斯人并得知他们并未全员到达时,便发起攻击,交战并大获全胜,抢在其余敌人来援之前将他们彻底消灭;他们随即向你们派出使者通报这一战果并报告他们取得了战斗的胜利,同时请求如果底比斯人蹂躏他们的国土,你们能出兵救援。雅典人听闻所发生的事情后,火速赶往普拉提亚增援;而底比斯人见雅典人已前来救援普拉提亚人,便撤回了本国。
- 94ὡς ἕκαστος γὰρ τάχους εἶχεν
连词 ὡς 与动词 ἔχω 搭配部分性属格 τάχους 构成的习语,意为“各自以最快的速度”或“竭尽其速”。
- 96ἐπεὶ δὲ Παυσανίας ὁ Λακεδαιμονίων βασιλεὺς ὑβρίζειν ἐνεχείρει ὑμᾶς... ἐφʼ οἷς φυσηθεὶς Παυσανίας
此句属于破格结构(破格语法/破折构文):从属从句 ἐπεὶ δὲ... 结构复杂且插入了雅典人避嫌的解释,随后用关系代词短语 ἐφʼ οἷς φυσηθεὶς 重新引出主语 Παυσανίας,其主谓语为后文的 ἐπέγραψεν。
- 98λαγχάνουσι δίκην τοῖς Λακεδαιμονίοις εἰς τοὺς Ἀμφικτύονας χιλίων ταλάντων
在法律习语 λαγχάνω δίκην(“提起诉讼”)中,被告由与格 τοῖς Λακεδαιμονίοις 表示,受案法庭由介词短语 εἰς τοὺς Ἀμφικτύονας 表示,索赔金额由价值属格 χιλίων ταλάντων 表示。
- 100φθάνουσιν ἀπολέσαντες αὐτοὺς πρὶν τοὺς ἄλλους προσβοηθῆσαι
动词 φθάνω 搭配补充性分词 ἀπολέσαντες,构成“抢先完成某事”的句式,与后文的 πρὶν 引导的不定式短语呼应,强调普拉提亚人在敌方援军赶到之前便抢先消灭了侵入者。
