← 狄摩西尼

控诉内埃拉

§87-93

授予公民权的严格程序与限制

演说者在令人宣读通奸法后,阐明雅典授予公民权有着何等严密的程序(秘密投票与违宪公诉)和限制(禁止归化公民担任执政官或祭司职),并谴责斯特法诺斯等人对这一特权的肆意践踏。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§87

καὶ ὅτι ταῦτα οὕτως ἔχει, τοῦ νόμου αὐτοῦ ἀκούσαντες ἀναγνωσθέντος εἴσεσθε. καί μοι λαβέ. ΝΟΜΟΣ ΜΟΙΧΕΙΑΣ. "ἐπειδὰν δὲ ἕλῃ τὸν μοιχόν, μὴ ἐξέστω τῷ ἑλόντι συνοικεῖν τῇ γυναικί· ἐὰν δὲ συνοικῇ, ἄτιμος ἔστω. μηδὲ τῇ γυναικὶ ἐξέστω εἰσιέναι εἰς τὰ ἱερὰ τὰ δημοτελῆ, ἐφʼ ᾗ ἂν μοιχὸς ἁλῷ· ἐὰν δʼ εἰσίῃ, νηποινεὶ πασχέτω ὅ τι ἂν πάσχῃ, πλὴν θανάτου."

至于这些事情确实如此,你们在听到法律本身被宣读后就会知晓。请为我拿来。 通奸法 “凡捉奸者,不准捉奸者再与该妇同居;若与之同居,当被剥夺公民权。凡在其身上捉到奸夫的妇人,均不准进入公共圣所;若擅自进入,除致死外,无论遭受何种惩处,施罚者均免于受罚。”

§88

βούλομαι τοίνυν ὑμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ τοῦ δήμου τοῦ Ἀθηναίων μαρτυρίαν παρασχέσθαι, ὡς σπουδάζει περὶ τὰ ἱερὰ ταῦτα καὶ ὡς πολλὴν πρόνοιαν περὶ αὐτῶν πεποίηται. ὁ γὰρ δῆμος ὁ Ἀθηναίων κυριώτατος ὢν τῶν ἐν τῇ πόλει ἁπάντων, καὶ ἐξὸν αὐτῷ1 ποιεῖν ὅ τι ἂν βούληται, οὕτω καλὸν καὶ σεμνὸν ἡγήσατʼ εἶναι δῶρον τὸ Ἀθηναῖον γενέσθαι, ὥστε νόμους ἔθετο αὑτῷ καθʼ οὓς ποιεῖσθαι δεῖ, ἐάν τινα βούλωνται, πολίτην, οἳ νῦν προπεπηλακισμένοι εἰσὶν ὑπὸ Στεφάνου τουτουὶ καὶ τῶν οὕτω γεγαμηκότων.

雅典人啊,因此我还想向你们呈交雅典人民自身的见证,说明人民对于这些圣仪是何等重视,对于它们又采取了何等重大的防范措施。因为雅典人民尽管对城邦的一切事务拥有最高主权,且有权做任何想做之事,却认为成为雅典人是一份如此崇高而庄严的礼物,以至于为自身立下了法律,规定若想让某人成为公民,就必须依此法办理——而这些法律如今却被坐在这里的斯特法诺斯以及以这种方式结婚的人践踏在泥淖之中。

§89

ὅμως δʼ ἀκούοντες αὐτῶν βελτίους ἔσεσθε, καὶ τὰ κάλλιστα καὶ τὰ σεμνότατα δῶρα τοῖς εὐεργετοῦσι τὴν πόλιν διδόμενα γνώσεσθε ὡς λελυμασμένοι εἰσίν. πρῶτον μὲν γὰρ νόμος ἐστὶ τῷ δήμῳ κείμενος μὴ ἐξεῖναι ποιήσασθαι Ἀθηναῖον, ὃν ἂν μὴ διʼ ἀνδραγαθίαν εἰς τὸν δῆμον τὸν Ἀθηναίων ἄξιον ᾖ γενέσθαι πολίτην.2 ἔπειτʼ ἐπειδὰν πεισθῇ ὁ δῆμος καὶ δῷ τὴν δωρεάν, οὐκ ἐᾷ κυρίαν γενέσθαι τὴν ποίησιν, ἐὰν μὴ τῇ ψήφῳ εἰς τὴν ἐπιοῦσαν ἐκκλησίαν ὑπερεξακισχίλιοι Ἀθηναίων ψηφίσωνται κρύβδην ψηφιζόμενοι.

尽管如此,你们听一听这些法律仍会变得更加明智,并且会认识到他们是怎样玷污了赐予城邦恩人的最美好、最庄严的礼物的。因为首先,为人民设立的法律规定:非因对雅典人民建立了卓越功勋而配得上成为公民者,不得接纳其为雅典人。其次,即使人民被说服并赐予了这份厚礼,法律也不准这种接纳立即生效,除非在紧接着的公民大会上,有六千多名雅典人以秘密投票的方式投出赞成票。

§90

τοὺς δὲ πρυτάνεις κελεύει τιθέναι τοὺς καδίσκους ὁ νόμος καὶ τὴν ψῆφον διδόναι προσιόντι τῷ δήμῳ πρὶν τοὺς ξένους εἰσιέναι, καὶ τὰ γέρρα ἀναιρεῖν, ἵνα κύριος ὢν αὐτὸς αὑτοῦ ἕκαστος σκοπῆται πρὸς αὑτὸν ὅντινα μέλλει πολίτην ποιήσεσθαι, εἰ ἄξιός ἐστι τῆς δωρεᾶς ὁ μέλλων λήψεσθαι. ἔπειτα μετὰ ταῦτα παρανόμων γραφὴν ἐποίησε κατʼ αὐτοῦ τῷ βουλομένῳ Ἀθηναίων, καὶ ἔστιν εἰσελθόντα εἰς τὸ δικαστήριον ἐξελέγξαι3 ὡς οὐκ ἄξιός ἐστι τῆς δωρεᾶς, ἀλλὰ παρὰ τοὺς νόμους Ἀθηναῖος γέγονεν.

法律命令议事会值番主席摆设投票箱,在外邦人进场之前向入场的人民发放选票,并撤去柳条栅栏,以便每个人都能做自己的主,心中暗自审察自己将要让谁成为公民,那将要接受礼物之人是否配得上此等厚赏。其后,法律还准许任何愿意的雅典人针对他提起违宪公诉,并且可以进入法庭予以证实:此人配不上这份厚礼,而是违反法律成为了雅典人。

§91

καὶ ἤδη τισὶ τοῦ δήμου δόντος τὴν δωρεάν, λόγῳ ἐξαπατηθέντος ὑπὸ τῶν αἰτούντων, παρανόμων γραφῆς γενομένης καὶ εἰσελθούσης εἰς τὸ δικαστήριον, ἐξελεγχθῆναι συνέβη τὸν εἰληφότα τὴν δωρεὰν μὴ ἄξιον εἶναι αὐτῆς, καὶ ἀφείλετο τὸ δικαστήριον. καὶ τοὺς μὲν πολλοὺς καὶ παλαιοὺς ἔργον διηγήσασθαι· ἃ δὲ πάντες μνημονεύετε, Πειθόλαν τε τὸν Θετταλὸν καὶ Ἀπολλωνίδην τὸν Ὀλύνθιον πολίτας ὑπὸ τοῦ δήμου γενομένους ἀφείλετο τὸ δικαστήριον· ταῦτα γὰρ οὐ πάλαι ἐστὶ γεγενημένα ὥστε ἀγνοεῖν ὑμᾶς. οὕτως τοίνυν καλῶς καὶ ἰσχυρῶς τῶν νόμων κειμένων ὑπὲρ τῆς πολιτείας, διʼ ὧν δεῖ Ἀθηναῖον γενέσθαι, ἕτερός ἐστιν ἐφʼ ἅπασι τούτοις κυριώτατος νόμος κείμενος· οὕτω πολλὴν ὁ δῆμος πρόνοιαν ἐποιεῖτο ὑπὲρ αὑτοῦ καὶ τῶν θεῶν ὥστε διʼ εὐσεβείας τὰ ἱερὰ θύεσθαι ὑπὲρ τῆς πόλεως. ὅσους γὰρ ἂν ποιήσηται ὁ δῆμος ὁ Ἀθηναίων πολίτας, ὁ νόμος ἀπαγορεύει διαρρήδην μὴ ἐξεῖναι4 αὐτοῖς τῶν ἐννέα ἀρχόντων γενέσθαι, μηδὲ ἱερωσύνης μηδεμιᾶς μετασχεῖν· τοῖς δʼ ἐκ τούτων μετέδωκεν ἤδη ὁ δῆμος ἁπάντων, καὶ προσέθηκεν ἐὰν ὦσιν ἐκ γυναικὸς ἀστῆς καὶ ἐγγυητῆς κατὰ τὸν νόμον.

过去甚至已有若干先例,当人民受请愿者的言辞蒙骗而赐予恩赏后,一旦违宪公诉被提起并进入法庭,受赏者最终被证实配不上这份厚礼,法庭便剥夺了他的权利。枚举众多古老的例子将是一件繁重的苦差;但你们大家全都记得的事实是:对于曾被人民接纳为公民的帖撒利亚人佩托拉斯和奥林托斯人阿波罗尼德斯,法庭都剥夺了他们的公民权;因为这些事发生的时间并不久远,以至于你们会一无所知。既然关乎公民权体制的、规定如何成为雅典人的法律制定得如此周详严密,而在这一切之上,还另立有一条最权威的法律;人民为自身以及诸神采取了如此周密的防范,务使代表城邦以敬虔之态举行圣仪。因为对于凡被雅典人民接纳为公民的人,法律明文禁止他们充任九位执政官之一,或分享任何祭司职务;但对他们的后代,人民已经准予分享一切权利,唯附带了一项条件: “只要他们是由依法定婚的本邦公民妇女所生。”

§93

καὶ ὅτι ταῦτʼ ἀληθῆ λέγω, μεγάλῃ καὶ περιφανεῖ μαρτυρίᾳ ἐγὼ ὑμῖν δηλώσω. βούλομαι δʼ ὑμῖν τὸν νόμον πόρρωθεν προδιηγήσασθαι, ὡς ἐτέθη καὶ πρὸς οὓς διωρίσθη, ὡς ἄνδρας ἀγαθοὺς ὄντας καὶ βεβαίους φίλους περὶ τὸν δῆμον γεγονότας. ἐκ τούτων γὰρ ἁπάντων εἴσεσθε τήν τε τοῦ δήμου δωρεὰν τὴν ἀπόθετον τοῖς εὐεργέταις προπηλακιζομένην, καὶ ὅσων ὑμᾶς ἀγαθῶν κωλύουσι κυρίους εἶναι Στέφανός τε οὑτοσὶ καὶ οἱ τὸν αὐτὸν τρόπον τούτῳ γεγαμηκότες καὶ παιδοποιούμενοι.

至于我所言属实,我将以一个重大而显明的证据向你们指明。但我希望先从源头上为你们讲述这项法律,说明它是如何制定的,以及是针对哪些人特设的——他们对人民而言乃是杰出之人并证明是忠实的朋友。因为从这一切当中,你们将知晓:人民专为恩人保留的厚礼受到了怎样的践踏,而坐在这里的斯特法诺斯以及与他以同样方式结婚生子之辈,又剥夺了你们掌控多少重大利益的权利。

语法注4 条
  1. 88ἐξὸν αὐτῷ

    非人称动词 ἔξεστι 分词的宾格绝对独立结构(accusative absolute)。它由 καί 与主格分词 κυριώτατος ὢν(修饰主语 ὁ δῆμος ὁ Ἀθηναίων)并列,表达让步意义:“尽管它完全有权做任何它想做的事”。

  2. 89ὃν ἂν μὴ διʼ ἀνδραγαθίαν εἰς τὸν δῆμον τὸν Ἀθηναίων ἄξιον ᾖ γενέσθαι πολίτην

    关系代名词 ὃν 采用了宾格形式而非主格 ὃς。这是因为它是作为不定词 γενέσθαι 的逻辑主语(宾格主语)。谓语 ἄξιον ᾖ 为非人称用法(“……是相称的”),以该宾格加不定词结构为主语。

  3. 90καὶ ἔστιν εἰσελθόντα εἰς τὸ δικαστήριον ἐξελέγξαι

    非人称动词 ἔστιν(“可以/可能”)支配不定词 ἐξελέγξαι。虽然前句中指示行为者的成分是与格 τῷ βουλομένῳ(“对愿意的人而言”),但修饰不定词逻辑主语的分词 εἰσελθόντα 却取了通则性的宾格。

  4. 92ἀπαγορεύει διαρρήδην μὴ ἐξεῖναι

    带有禁止/否定意义的动词 ἀπαγορεύει 后接的不定词 ἐξεῖναι 带有冗余否定词(pleonastic μή)。在语法上这并不构成双重否定表示肯定,而是古典希腊语中附随于禁止类动词的常规虚词,表达单纯的否定含义(“明文禁止准许……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg059.humanitext-grc2:87-93