- 底本
- Demosthenes. Orationes, Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg059.humanitext-grc2:101-107
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者详述了普拉提亚被围困并陷落的悲剧,并出示了雅典当年在严格审查与限制下授予忠诚的普拉提亚人公民权的法令,以此与非法僭取公民身份的奈埃拉形成强烈对比并予以痛斥。
ὡς οὖν ἀπέτυχον οἱ Θηβαῖοι τῆς πείρας καὶ οἱ Πλαταιεῖς τοὺς ἄνδρας οὓς ἔλαβον αὐτῶν ἐν τῇ μάχῃ ζῶντας, ἀπέκτειναν, ὀργισθέντες οἱ Λακεδαιμόνιοι ἀπροφασίστως ἤδη στρατεύουσιν ἐπὶ τὰς Πλαταιάς, Πελοποννησίοις μὲν ἅπασι πλὴν Ἀργείων τὰ δύο μέρη τῆς στρατιᾶς ἀπὸ τῶν πόλεων ἑκάστων πέμπειν ἐπιτάξαντες, Βοιωτοῖς δὲ τοῖς ἄλλοις ἅπασι καὶ Λοκροῖς καὶ Φωκεῦσι καὶ Μαλιεῦσι καὶ Οἰταίοις καὶ Αἰνιᾶσιν πανδημεὶ ἐπαγγείλαντες στρατεύειν.
于是,当底比斯人的企图落空,普拉提亚人将战斗中生擒的人全部处决后,拉刻代蒙人勃然大怒,不再寻找任何托词,立即出兵进犯普拉提亚。他们命令除阿尔戈斯人之外的所有伯罗奔尼撒人从各城邦派去三分之二的兵力,并下令其他所有波奥蒂亚人、洛克里斯人、福基斯人、马利斯人、俄塔人以及艾尼亚内斯人倾巢出征。
καὶ περικαθεζόμενοι αὐτῶν τὸ τεῖχος πολλῇ δυνάμει ἐπηγγέλλοντο, εἰ βούλοιντο τὴν μὲν πόλιν αὑτοῖς παραδοῦναι, τὴν δὲ χώραν ἔχειν καὶ καρποῦσθαι τὰ αὑτῶν, ἀφίστασθαι τῆς Ἀθηναίων συμμαχίας. οὐκ ἐθελησάντων δὲ τῶν Πλαταιέων, ἀλλʼ ἀποκριναμένων ὅτι ἄνευ Ἀθηναίων οὐδὲν ἂν πράξειαν, ἐπολιόρκουν αὐτοὺς διπλῷ τείχει περιτειχίσαντες δύο ἔτη, πολλὰς καὶ παντοδαπὰς πείρας προσάγοντες.
他们率领大军包围了普拉提亚的城墙,并提出条件:如果他们愿意将城邦交给他们,同时保留国土并享有自己的产业收益,就必须脱离与雅典人的同盟。但在普拉提亚人不愿顺从、并回答说没有雅典人他们绝不采取任何行动之后,敌人便筑起双层城墙围困他们长达两年之久,并发动了各种各样的大规模进攻。
ἐπεὶ δʼ ἀπειρήκεσαν οἱ Πλαταιεῖς καὶ ἐνδεεῖς ἦσαν ἁπάντων καὶ ἠποροῦντο τῆς σωτηρίας, διακληρωσάμενοι πρὸς σφᾶς αὐτοὺς οἱ μὲν ὑπομείναντες ἐπολιορκοῦντο, οἱ δὲ1 τηρήσαντες νύκτα καὶ ὕδωρ καὶ ἄνεμον πολύν, ἐξελθόντες ἐκ τῆς πόλεως καὶ ὑπερβάντες τὸ περιτείχισμα τῶν πολεμίων λαθόντες τὴν στρατιάν, ἀποσφάξαντες τοὺς φύλακας διασῴζονται δεῦρο, δεινῶς διακείμενοι καὶ ἀπροσδοκήτως· οἱ δʼ ὑπομείναντες αὐτῶν ἁλούσης τῆς πόλεως κατὰ κράτος ἀπεσφάγησαν πάντες οἱ ἡβῶντες, παῖδες δὲ καὶ γυναῖκες ἐξηνδραποδίσθησαν, ὅσοι μὴ αἰσθόμενοι ἐπιόντας τοὺς Λακεδαιμονίους ὑπεξῆλθον Ἀθήναζε.
当普拉提亚人精疲力竭、一切匮乏且对生还感到绝望时,他们在彼此之间抽签:一部分人留下来继续承受围困,另一部分人则等待一个兼有雨水和大风的黑夜,走出城外,避开敌军耳目翻越了敌人的围墙,斩杀了守卫,历经难以言表的艰险而出人意料地逃生来到这里;而留守的那些人,在城邦被强攻攻破时,所有成年男子皆被屠杀,妇女和儿童皆沦为奴隶,仅有察觉到拉刻代蒙人来袭而事先潜逃至雅典的人幸免于难。
τοῖς οὖν οὕτω φανερῶς ἐνδεδειγμένοις τὴν εὔνοιαν τῷ δήμῳ, καὶ προεμένοις ἅπαντα τὰ αὑτῶν καὶ παῖδας καὶ γυναῖκας, πάλιν σκοπεῖτε πῶς μετέδοτε τῆς πολιτείας. ἐκ γὰρ τῶν ψηφισμάτων τῶν ὑμετέρων καταφανὴς πᾶσιν ἔσται ὁ νόμος, καὶ γνώσεσθʼ ὅτι ἀληθῆ λέγω. καί μοι λαβὲ τὸ ψήφισμα τοῦτο καὶ ἀνάγνωθι αὐτοῖς. ΨΗΦΙΣΜΑ ΠΕΡΙ ΠΛΑΤΑΙΕΩΝ. "Ἱπποκράτης εἶπεν, Πλαταιέας εἶναι Ἀθηναίους ἀπὸ τῆσδε τῆς ἡμέρας, ἐπιτίμους καθάπερ οἱ ἄλλοι Ἀθηναῖοι, καὶ μετεῖναι αὐτοῖς ὧνπερ Ἀθηναίοις μέτεστι πάντων, καὶ ἱερῶν καὶ ὁσίων, πλὴν εἴ τις ἱερωσύνη ἢ τελετή ἐστιν ἐκ γένους, μηδὲ τῶν ἐννέα ἀρχόντων, τοῖς δʼ ἐκ τούτων.2 κατανεῖμαι δὲ τοὺς Πλαταιέας εἰς τοὺς δήμους καὶ τὰς φυλάς. ἐπειδὰν δὲ νεμηθῶσι, μὴ ἐξέστω ἔτι Ἀθηναίῳ μηδενὶ γίγνεσθαι Πλαταιέων, μὴ εὑρομένῳ παρὰ τοῦ δήμου τοῦ Ἀθηναίων."
因此,对于这样公然向人民展现忠诚、舍弃了一切财产及妻儿的人们,请你们再次审视你们是如何赋予他们公民权的。因为从你们的法令中,法律将向所有人显明,你们亦会明白我所言非虚。请〔执事〕替我拿来这份法令并向他们宣读。 关于普拉提亚人的法令“希波克拉底提议:自今日起,普拉提亚人成为雅典人,享有与其他雅典人同等的全部公民权利,并享有雅典人所享有的一切神事与世俗权利,但世袭家族专属的祭司职或秘仪除外;亦不得享有九执政官职位,但其后代可享有之。将普拉提亚人编入各德谟与部落。但在他们编入之后,除非获得雅典人民的准许,否则普拉提亚人中不得再有任何人成为雅典人。”
ὁρᾶτε, ὦ ἄνδρες Ἀθηναῖοι, ὡς καλῶς καὶ δικαίως ἔγραψεν ὁ ῥήτωρ ὑπὲρ τοῦ δήμου τοῦ Ἀθηναίων, καὶ ἠξίωσε τοὺς Πλαταιέας λαμβάνοντας τὴν δωρεὰν πρῶτον μὲν δοκιμασθῆναι ἐν τῷ δικαστηρίῳ κατʼ ἄνδρα ἕκαστον, εἰ ἔστιν Πλαταιεὺς καὶ εἰ τῶν φίλων τῶν τῆς πόλεως, ἵνα μὴ ἐπὶ ταύτῃ τῇ προφάσει πολλοὶ μεταλάβωσι τῆς πολιτείας· ἔπειτα τοὺς δοκιμασθέντας ἀναγραφῆναι ἐν στήλῃ λιθίνῃ, καὶ στῆσαι ἐν ἀκροπόλει παρὰ τῇ θεῷ, ἵνα σῴζηται ἡ δωρεὰ τοῖς ἐπιγιγνομένοις καὶ ᾖ ἐξελέγξαι ὅτου ἂν ἕκαστος ᾖ συγγενής.
雅典人啊,你们看到这位演说家代表雅典人民起草提议时是多么恰当与公正;他要求接受此项恩赐的普拉提亚人,首先须在法庭上逐人接受审查,以确定其是否确为普拉提亚人且属于本邦之友,以免许多人借此借口混入公民之列;其次,须将审查合格之人镌刻在石碑上,立于卫城女神身旁,以便将这项恩赐传诸后世,并便于核实每个人是谁的亲族。
καὶ ὕστερον οὐκ ἐᾷ γίγνεσθαι Ἀθηναῖον ἐξεῖναι, ὃς ἂν μὴ νῦν γένηται καὶ δοκιμασθῇ ἐν τῷ δικαστηρίῳ, τοῦ μὴ πολλοὺς φάσκοντας Πλαταιέας εἶναι κατασκευάζειν αὑτοῖς πολιτείαν.3 ἔπειτα καὶ τὸν νόμον διωρίσατο ἐν τῷ ψηφίσματι πρὸς αὐτοὺς εὐθέως ὑπέρ τε τῆς πόλεως καὶ τῶν θεῶν, μὴ ἐξεῖναι αὐτῶν μηδενὶ τῶν ἐννέα ἀρχόντων λαχεῖν μηδὲ ἱερωσύνης μηδεμιᾶς, τοῖς δʼ ἐκ τούτων, ἂν ὦσιν ἐξ ἀστῆς γυναικὸς καὶ ἐγγυητῆς κατὰ τὸν νόμον.
并且,他不允许此后有任何人获得成为雅典人的权利,除非是现在成为并经法庭审查通过者,以防许多人自称是普拉提亚人而为自己伪造公民权。此外,他还在针对他们的法令中直接为城邦与神祇立下规矩:他们当中任何人均不得通过抽签担任九执政官或任何祭司职位,其后代唯有出自依法律正式聘定之雅典女公民者,方可担任。
οὔκουν δεινόν; πρὸς μὲν τοὺς ἀστυγείτονας καὶ ὁμολογουμένως ἀρίστους τῶν Ἑλλήνων εἰς τὴν πόλιν γεγενημένους οὕτω καλῶς καὶ ἀκριβῶς διωρίσασθε περὶ ἑκάστου, ἐφʼ οἷς δεῖ ἔχειν τὴν δωρεάν, τὴν δὲ περιφανῶς ἐν ἁπάσῃ τῇ Ἑλλάδι πεπορνευμένην οὕτως αἰσχρῶς καὶ ὀλιγώρως ἐάσετε ὑβρίζουσαν εἰς τὴν πόλιν καὶ ἀσεβοῦσαν εἰς τοὺς θεοὺς ἀτιμώρητον, ἣν οὔτε οἱ πρόγονοι ἀστὴν κατέλιπον οὔθʼ ὁ δῆμος πολῖτιν ἐποιήσατο;
难道这不可恨吗?对于邻邦且公认对我国作出希腊人中最卓越贡献的人们,你们就其享有恩赐的条件尚且规定得如此严谨周详,而对于这样一个公然在全希腊卖淫的女人——既非先祖留下的女公民,亦非人民所接纳的女公民——你们竟如此可耻且轻率地放任她侮辱城邦、亵渎神明而不加惩处吗?
- 103διακληρωσάμενοι πρὸς σφᾶς αὐτοὺς οἱ μὲν ὑπομείναντες ἐπολιορκοῦντο, οἱ δὲ
主格分词 διακληρωσάμενοι 指代普拉提亚人全体,随后的主句则通过 οἱ μὲν... οἱ δέ... 展开为部分同格(由整体分化为部分)。
- 104μηδὲ τῶν ἐννέα ἀρχόντων, τοῖς δʼ ἐκ τούτων
在法令的行文中,μηδὲ τῶν ἐννέα ἀρχόντων 省略了前文的不定词 μετεῖναι αὐτοῖς 或 λαχεῖν。第一代普拉提亚人被排除在九执政官之外,而随后的 τοῖς δʼ ἐκ τούτων 则承接省略,表示其后代享有该权利。
- 106τοῦ μὴ πολλοὺς φάσκοντας Πλαταιέας εἶναι κατασκευάζειν αὑτοῖς πολιτείαν
属格冠词 τοῦ 加上否定词 μή、宾格主语(πολλούς)和不定词(κατασκευάζειν),构成表目的或防止性结果的结构,意为“为了防止许多自称是普拉提亚人的人为自己伪造公民权”。
