← 狄摩西尼

控诉内埃拉

§80-86

战神山议事会的调查与泰奥格涅斯休妻

演说者叙述了战神山议事会如何调查泰奥格涅斯之妻的出身并拟予罚款,出示了泰奥格涅斯在发觉受骗后休妻并罢免斯特法诺斯的证词,并宣读了禁止通奸女子参加公共圣仪的法令。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§80

ὡς γὰρ ἐγένετο τὰ ἱερὰ ταῦτα καὶ ἀνέβησαν εἰς Ἄρειον πάγον οἱ ἐννέα ἄρχοντες ταῖς καθηκούσαις ἡμέραις, εὐθὺς ἡ βουλὴ ἡ ἐν Ἀρείῳ πάγῳ, ὥσπερ καὶ τἄλλα πολλοῦ ἀξία ἐστὶν τῇ πόλει περὶ εὐσέβειαν, ἐζήτει τὴν γυναῖκα ταύτην τοῦ Θεογένους ἥτις ἦν, καὶ ἐξήλεγχεν, καὶ περὶ τῶν ἱερῶν πρόνοιαν ἐποιεῖτο, καὶ ἐζημίου τὸν Θεογένην ὅσα κυρία ἐστίν,1 ἐν ἀπορρήτῳ δὲ καὶ διὰ κοσμιότητος· οὐ γὰρ αὐτοκράτορές εἰσιν, ὡς ἂν βούλωνται, Ἀθηναίων τινὰ κολάσαι.

因为当这些圣仪举行完毕、九位执政官依例在规定之日登上战神山时,战神山议事会——它在虔敬方面正如在其他事务上一贯对城邦大有助益——立即调查泰奥格涅斯的这个妻子究竟是何人,并进行审查,对圣仪采取防范措施,并在其法定权限内对泰奥格涅斯处以罚款;但这都是秘密地且循规蹈矩地进行的,因为他们并没有随心所欲惩罚任何雅典人的全权。

§81

γενομένων δὲ λόγων, καὶ χαλεπῶς φερούσης τῆς ἐν Ἀρείῳ πάγῳ βουλῆς καὶ ζημιούσης τὸν Θεογένην ὅτι τοιαύτην ἔλαβεν γυναῖκα καὶ ταύτην εἴασε ποιῆσαι τὰ ἱερὰ τὰ ἄρρητα ὑπὲρ τῆς πόλεως, ἐδεῖτο ὁ Θεογένης ἱκετεύων καὶ ἀντιβολῶν, λέγων ὅτι οὐκ ᾔδει Νεαίρας αὐτὴν οὖσαν θυγατέρα, ἀλλʼ ἐξαπατηθείη2 ὑπὸ Στεφάνου, ὡς αὐτοῦ θυγατέρα οὖσαν αὐτὴν λαμβάνων γνησίαν κατὰ τὸν νόμον, καὶ διὰ τὴν ἀπειρίαν τῶν πραγμάτων καὶ τὴν ἀκακίαν τὴν ἑαυτοῦ τοῦτον πάρεδρον ποιήσαιτο, ἵνα διοικήσῃ τὴν ἀρχήν, ὡς εὔνουν ὄντα, καὶ διὰ τοῦτο κηδεύσειεν αὐτῷ.

在进行了交涉,且战神山议事会因泰奥格涅斯娶了这样一个女人并容许她代表城邦执行不可泄露的秘仪而深感义愤并对他予以惩处时,泰奥格涅斯苦苦哀告祈求,声称他并不知道她是内艾拉的女儿,而是受了斯特法诺斯的欺骗,依法将她当作其婚生女儿娶进门来;又因对政事缺乏经验和自身的朴实,以为此人怀有善意而任用他为辅佐官来治理职务,并为此与他结为姻亲。

§82

ὅτι δὲ ἔφη οὐ ψεύδομαι, μεγάλῳ τεκμηρίῳ καὶ περιφανεῖ ἐπιδείξω ὑμῖν· τὴν γὰρ ἄνθρωπον ἀποπέμψω ἐκ τῆς οἰκίας, ἐπειδὴ οὐκ ἔστιν Στεφάνου θυγάτηρ ἀλλὰ Νεαίρας. κἂν μὲν ταῦτα ποιήσω, ἤδη πιστοὶ ὑμῖν ὄντων οἱ λόγοι οἱ παρʼ ἐμοῦ λεγόμενοι, ὅτι ἐξηπατήθην· ἐὰν δὲ μὴ ποιήσω, τότʼ ἤδη με κολάζετε ὡς πονηρὸν ὄντα καὶ εἰς τοὺς θεοὺς ἠσεβηκότα.

他说: “至于我并非说谎,我将以一个重大而显明的证据向你们表明:因为我将把那个女人逐出家门,因为她不是斯特法诺斯的女儿,而是内艾拉的女儿。如果我这样做了,那么我所说的话即刻便值得你们信任,即我受了欺骗;但如果我不这样做,届时你们大可惩治我,将我视作大奸大恶并亵渎诸神之人。”

§83

ὑποσχομένου δὲ ταῦτα τοῦ Θεογένους καὶ δεομένου, ἅμα μὲν καὶ ἐλεήσασα αὐτὸν ἡ ἐν Ἀρείῳ πάγῳ βουλὴ διὰ τὴν ἀκακίαν τοῦ τρόπου, ἅμα δὲ καὶ ἐξηπατῆσθαι τῇ ἀληθείᾳ ἡγουμένη ὑπὸ τοῦ Στεφάνου, ἐπέσχεν. ὡς δὲ κατέβη ἐξ Ἀρείου πάγου ὁ Θεογένης, εὐθὺς τήν τε ἄνθρωπον τὴν ταυτησὶ Νεαίρας θυγατέρα ἐκβάλλει ἐκ τῆς οἰκίας, τόν τε Στέφανον τὸν ἐξαπατήσαντα αὐτὸν τουτονὶ ἀπελαύνει ἀπὸ τοῦ συνεδρίου. καὶ οὕτως ἐπαύσαντο οἱ Ἀρεοπαγῖται κρίνοντες τὸν Θεογένην καὶ ὀργιζόμενοι αὐτῷ, καὶ συγγνώμην εἶχον ἐξαπατηθέντι.

在泰奥格涅斯作出这一承诺并苦苦请求之后,战神山议事会一方面因他性格朴实而对他心生怜悯,另一方面也认为他确实受了斯特法诺斯的欺骗,于是暂缓了处分。而当泰奥格涅斯从战神山下来后,立即把那个女人——即这里的这个内艾拉的女儿——逐出家门,并把欺骗了他的这个斯特法诺斯从其委员会中驱逐出去。战神山议事会的议员们这才停止对泰奥格涅斯的审理和震怒,宽恕了受蒙骗的他。

§84

καὶ ὅτι ταῦτʼ ἀληθῆ λέγω, τούτων ὑμῖν μάρτυρα αὐτὸν τὸν Θεογένην καλῶ καὶ ἀναγκάσω μαρτυρεῖν. κάλει μοι Θεογένην Ἑρχιέα. ΜΑΡΤΥΡΙΑ. "Θεογένης Ἑρχιεὺς μαρτυρεῖ, ὅτε αὐτὸς ἐβασίλευεν, γῆμαι Φανὼ ὡς Στεφάνου οὖσαν θυγατέρα, ἐπεὶ δὲ ᾔσθετο ἐξηπατημένος, τήν τε ἄνθρωπον ἐκβαλεῖν καὶ οὐκέτι συνοικεῖν αὐτῇ, καὶ Στέφανον ἀπελάσαι ἀπὸ τῆς παρεδρίας καὶ οὐκ ἐᾶν ἔτι παρεδρεύειν αὑτῷ."

为证明我所言属实,我为你们传唤泰奥格涅斯本人为证人,并将强制他作证。请为我传唤厄尔基亚区的泰奥格涅斯。 证言 “厄尔基亚区的泰奥格涅斯作证:当他本人担任王执政官时,以为法诺是斯特法诺斯的女儿而娶之;及至发觉受骗,便将该女子逐出,不再与之同居,并罢免斯特法诺斯的辅佐官之职,不再准其充当辅佐官。”

§85

λαβὲ δή μοι τὸν νόμον τὸν ἐπὶ τούτοις τουτονὶ καὶ ἀνάγνωθι, ἵνʼ εἰδῆτε ὅτι οὐ μόνον προσῆκεν αὐτὴν ἀπέχεσθαι τῶν ἱερῶν τούτων τοιαύτην οὖσαν καὶ τοιαῦτα διαπεπραγμένην, τοῦ ὁρᾶν καὶ θύειν καὶ ποιεῖν τι3 τῶν νομιζομένων ὑπὲρ τῆς πόλεως πατρίων, ἀλλὰ καὶ τῶν ἄλλων τῶν Ἀθήνησιν ἁπάντων. ἐφʼ ᾗ γὰρ ἂν μοιχὸς ἁλῷ γυναικί,4 οὐκ ἔξεστιν αὐτῇ ἐλθεῖν εἰς οὐδὲν τῶν ἱερῶν τῶν δημοτελῶν, εἰς ἃ καὶ τὴν ξένην καὶ τὴν δούλην ἐξουσίαν ἔδοσαν οἱ νόμοι καὶ θεασομένην καὶ ἱκετεύσουσαν εἰσιέναι·

请为我拿来关于这些事项的这条法律并宣读它,以便你们知道,像她这样的人、犯下了这样的行径,不仅理当远离这些圣仪——远离观看、献祭和代表城邦履行任何祖传规制——而且理当远离雅典其他所有的一切圣仪。因为无论在哪一个女人身上捉到了奸夫,她都不准进入任何公共圣所;而法律对那些圣所甚至准许外邦女子和女奴进入观看与祈求;唯独对这类女人,法律禁止她们进入公共圣所——即凡在其身上捉到奸夫者;如果她们进入而违法,除致死外,无论她们从任何愿意的人那里遭受什么,〔那人〕均免于受罚;法律把针对她们的惩戒权交给了偶遇之人。

§86

ἀλλὰ μόναις ταύταις ἀπαγορεύουσιν οἱ νόμοι ταῖς γυναιξὶ μὴ εἰσιέναι εἰς τὰ ἱερὰ τὰ δημοτελῆ, ἐφʼ ᾗ ἂν μοιχὸς ἁλῷ, ἐὰν δʼ εἰσίωσι καὶ παρανομῶσι, νηποινεὶ πάσχειν ὑπὸ τοῦ βουλομένου ὅ τι ἂν πάσχῃ,5 πλὴν θανάτου, καὶ ἔδωκεν ὁ νόμος τὴν τιμωρίαν ὑπὲρ αὐτῶν τῷ ἐντυχόντι, διὰ τοῦτο δʼ ἐποίησεν ὁ νόμος, πλὴν θανάτου, τἄλλα ὑβρισθεῖσαν αὐτὴν μηδαμοῦ λαβεῖν δίκην, ἵνα μὴ μιάσματα μηδʼ ἀσεβήματα γίγνηται ἐν τοῖς ἱεροῖς, ἱκανὸν φόβον ταῖς γυναιξὶ παρασκευάζων τοῦ σωφρονεῖν καὶ μηδὲν ἁμαρτάνειν, ἀλλὰ δικαίως οἰκουρεῖν, διδάσκων ὡς, ἄν τι ἁμάρτῃ τοιοῦτον, ἅμα ἐκ τε τῆς οἰκίας τοῦ ἀνδρὸς ἐκβεβλημένη ἔσται καὶ ἐκ τῶν ἱερῶν τῶν τῆς πόλεως.

法律规定除致死外、她因受到其他屈辱在任何地方均不得获得法律救济,正是为了不让圣所中出现污秽和不敬之举,从而给妇女们造成足够的畏惧,使其保持贞洁、不犯任何过错,而是恪尽妇道照看家事,教导她们知晓:一旦犯下此类过错,她将同时被逐出丈夫的家门与城邦的圣所。

语法注5 条
  1. 80ἐζημίου τὸν Θεογένην ὅσα κυρία ἐστίν

    在 ὅσα κυρία ἐστίν 句中,中性复数关系代词 ὅσα 作副词性(或同源)宾格,表示程度与范围(“在其有权决定的限度内”),用以修饰未完成过去时动词 ἐζημίου。

  2. 81ἀλλʼ ἐξαπατηθείη

    在由过去时动词(ἐδεῖτο)及分词 λέγων 引导的间接引语中使用的曲说希求法(optativus obliquus)。直接引语中的过去直陈式(ἐξηπατήθην)在从属分句中转换为希求法;后续的 ποιήσαιτο 与 κηδεύσειεν 亦遵循同一句法结构。

  3. 85τοῦ ὁρᾶν καὶ θύειν καὶ ποιεῖν τι

    属格冠词加不定式(τοῦ ὁρᾶν...)作为同位说明性属格,附属于由动词 ἀπέχεσθαι 支配的宾语 τῶν ἱερῶν τούτων,具体指明“远离这些圣仪”所包含的实际行为(“即观看、献祭和履行”)。

  4. 85ἐφʼ ᾗ γὰρ ἂν μοιχὸς ἁλῷ γυναικί

    先行词名词 γυναικί 卷入由 ἐφʼ ᾗ ἄν 引导的不定关系分句中的先行词内嵌结构(相当于 ἐπὶ ταύτῃ τῇ γυναικί, ἐφʼ ᾗ ἂν μοιχὸς ἁλῷ)。介词 ἐπί 加与格表示奸夫被抓获时所关联涉案的女子(“在谁身上捉到奸夫”)。

  5. 86νηποινεὶ πάσχειν ὑπὸ τοῦ βουλομένου ὅ τι ἂν πάσχῃ

    不定式 πάσχειν 为雅典法律条文特有的命令性不定式(用以表条令规定),无需主句定式动词即可表达法令规则。副词 νηποινεί(“免受惩罚地”)表明施加处罚者(ὑπὸ τοῦ βουλομένου)享有不被追究法律责任的豁免权。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg059.humanitext-grc2:80-86