← 狄摩西尼

控诉内埃拉

§74-79

王执政官之妻的祭祀职责与沼泽区律法

阿波罗多洛斯详述了王执政官及其妻宗教职责的历史渊源以及沼泽区圣所石碑上的律法,并出示年长女祭司的誓词,以揭发法诺亵渎圣事之严重罪责。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§74

βούλομαι δʼ ὑμῖν ἀκριβέστερον περὶ αὐτῶν ἄνωθεν διηγήσασθαι καθʼ ἕκαστον, ἵνα μᾶλλον ἐπιμέλειαν ποιήσησθε τῆς τιμωρίας, καὶ εἰδῆτε ὅτι οὐ μόνον ὑπὲρ ὑμῶν αὐτῶν καὶ τῶν νόμων τὴν ψῆφον οἴσετε, ἀλλὰ καὶ τῆς πρὸς τοὺς θεοὺς εὐλαβείας,1 τιμωρίαν ὑπὲρ τῶν ἠσεβημένων ποιούμενοι καὶ κολάζοντες τοὺς ἠδικηκότας. τὸ γὰρ ἀρχαῖον, ὦ ἄνδρες Ἀθηναῖοι, δυναστεία ἐν τῇ πόλει ἦν καὶ ἡ βασιλεία τῶν ἀεὶ ὑπερεχόντων διὰ τὸ αὐτόχθονας εἶναι, τὰς δὲ θυσίας ἁπάσας ὁ βασιλεὺς ἔθυε, καὶ τὰς σεμνοτάτας καὶ ἀρρήτους ἡ γυνὴ αὐτοῦ ἐποίει, εἰκότως, βασίλιννα οὖσα.

我想从头向你们更确切地逐一叙述这些事情,以便你们能更加关切惩罚之事,并懂得你们不仅是代表你们自己和法律投下这一票,更是出于对诸神的虔敬,为遭受亵渎的圣事伸张正义,惩治作恶者。因为在古时,雅典的男人们啊,城邦中实行君主制,基于土著身份,王权始终归属于当时最卓异之人;王献祭一切祭品,而最庄严、最隐秘的仪式则由其妻子执行——这是合情理的,因为她是王后。

§75

ἐπειδὴ δὲ Θησεὺς συνῴκισεν αὐτοὺς καὶ δημοκρατίαν ἐποίησεν καὶ ἡ πόλις πολυάνθρωπος ἐγένετο, τὸν μὲν βασιλέα οὐδὲν ἧττον ὁ δῆμος ᾑρεῖτο ἐκ προκρίτων κατʼ ἀνδραγαθίαν χειροτονῶν, τὴν δὲ γυναῖκα αὐτοῦ νόμον ἔθεντο ἀστὴν εἶναι καὶ μὴ ἐπιμεμειγμένην ἑτέρῳ ἀνδρὶ ἀλλὰ παρθένον γαμεῖν,2 ἵνα κατὰ τὰ πάτρια θύηται τὰ ἄρρητα ἱερὰ ὑπὲρ τῆς πόλεως, καὶ τὰ νομιζόμενα γίγνηται τοῖς θεοῖς εὐσεβῶς καὶ μηδὲν καταλύηται μηδὲ καινοτομῆται.

而当忒修斯将众人聚居于一城并建立民主制、城邦人口增多之后,民众依然根据功德从预选者中举手表决选举国王;但关于他的妻子,他们制定了一条法律,规定她必须是公民女子,且不曾与其他男子交合过,而须作为童贞之身出嫁,以便祖传的不可泄露的祭仪能代表城邦依俗献祭,对诸神应有的规制得以虔敬地举行,无一废除,亦无一擅改。

§76

καὶ τοῦτον τὸν νόμον γράψαντες ἐν στήλῃ λιθίνῃ ἔστησαν ἐν τῷ ἱερῷ τοῦ Διονύσου παρὰ τὸν βωμὸν ἐν Λίμναις (καὶ αὕτη ἡ στήλη ἔτι καὶ νῦν ἕστηκεν, ἀμυδροῖς γράμμασιν Ἀττικοῖς δηλοῦσα τὰ γεγραμμένα), μαρτυρίαν ποιούμενος ὁ δῆμος ὑπὲρ τῆς αὑτοῦ εὐσεβείας πρὸς τὸν θεὸν καὶ παρακαταθήκην καταλείπων τοῖς ἐπιγιγνομένοις, ὅτι τήν γε θεῷ γυναῖκα δοθησομένην καὶ ποιήσουσαν τὰ ἱερὰ τοιαύτην ἀξιοῦμεν εἶναι.3 καὶ διὰ ταῦτα ἐν τῷ ἀρχαιοτάτῳ ἱερῷ τοῦ Διονύσου καὶ ἁγιωτάτῳ ἐν Λίμναις ἔστησαν, ἵνα μὴ πολλοὶ εἰδῶσιν τὰ γεγραμμένα· ἅπαξ γὰρ τοῦ ἐνιαυτοῦ ἑκάστου ἀνοίγεται, τῇ δωδεκάτῃ τοῦ ἀνθεστηριῶνος μηνός.

他们将这条法律刻在一块石碑上,立在沼泽区狄奥尼索斯圣所的祭坛旁(这块石碑至今仍立在那里,用模糊的阿提卡字母展示着其铭文),民众借此为自己对神的虔敬作出见证,并为后世留下一份托付,表明我们认为被献给神为妻并执行圣仪的女子必须具备这样的品性。正因如此,他们才将其立在沼泽区狄奥尼索斯最古老、最神圣的圣所中,以防众人知晓其所写内容;因为该圣所每年只开放一次,即在安特斯忒利昂月的第十二日。

§77

ὑπὲρ τοίνυν ἁγίων καὶ σεμνῶν ἱερῶν, ὧν οἱ πρόγονοι ὑμῶν οὕτως καλῶς καὶ μεγαλοπρεπῶς ἐπεμελήθησαν, ἄξιον καὶ ὑμᾶς σπουδάσαι, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ τοὺς ἀσελγῶς μὲν καταφρονοῦντας τῶν νόμων τῶν ὑμετέρων, ἀναιδῶς δʼ ἠσεβηκότας εἰς τοὺς θεοὺς ἄξιον τιμωρήσασθαι δυοῖν ἕνεκα, ἵνα οὗτοί τε τῶν ἠδικημένων δίκην δῶσιν, οἵ τʼ ἄλλοι πρόνοιαν ποιῶνται καὶ φοβῶνται μηδὲν εἰς τοὺς θεοὺς καὶ τὴν πόλιν ἁμαρτάνειν.

因此,雅典的男人们啊,为了你们先辈如此妥善而宏伟地看护的神圣庄严的祭仪,你们也理当尽心竭力;而对于狂悖藐视你们法律、无耻亵渎诸神之人,理当出于两重缘由对其施以惩罚:其一,使这些人为其罪行受到惩罚;其二,使其他人提高警惕,心存敬畏而不敢对诸神和城邦犯下任何罪愆。

§78

βούλομαι δʼ ὑμῖν καὶ τὸν ἱεροκήρυκα καλέσαι, ὃς ὑπηρετεῖ τῇ τοῦ βασιλέως γυναικί, ὅταν ἐξορκοῖ τὰς γεραρὰς τὰς ἐν κανοῖς4 πρὸς τῷ βωμῷ, πρὶν ἅπτεσθαι τῶν ἱερῶν, ἵνα καὶ τοῦ ὅρκου καὶ τῶν λεγομένων ἀκούσητε, ὅσα οἷόν τʼ ἐστὶν ἀκούειν, καὶ εἰδῆτε ὡς σεμνὰ καὶ ἅγια καὶ ἀρχαῖα τὰ νόμιμά ἐστιν. ΟΡΚΟΣ ΓΕΡΑΡΩΝ. "ἁγιστεύω καὶ εἰμὶ καθαρὰ καὶ ἁγνὴ ἀπό τε τῶν ἄλλων τῶν οὐ καθαρευόντων καὶ ἀπʼ ἀνδρὸς συνουσίας, καὶ τὰ θεοίνια καὶ τὰ ἰοβάκχεια γεραρῶ τῷ Διονύσῳ κατὰ τὰ πάτρια καὶ ἐν τοῖς καθήκουσι χρόνοις."

我还想为你们传唤那位神圣传令官,当王执政官之妻在长老女祭司们手持盛篮靠近祭坛、尚未触碰祭品之前向她们主持宣誓时,他便在旁侍奉。传唤他是为了让你们听一听誓词以及所言之语中允许听闻的部分,以便明白这些规制是何等庄严、神圣而古老。 长老女祭司的誓词。 “我虔敬行事,身心纯洁清净,远离一切不洁之物,远离与男子的交合;我将依循祖制并在规定时节,为狄奥尼索斯举行神酒节与伊奥巴克霍斯节的礼拜。”

§79

τοῦ μὲν ὅρκου τοίνυν καὶ τῶν νομιζομένων πατρίων, ὅσα οἷόν τʼ ἐστὶν εἰπεῖν, ἀκηκόατε, καὶ ὡς ἣν Στέφανος ἠγγύησεν τῷ Θεογένει γυναῖκα βασιλεύοντι ὡς αὑτοῦ οὖσαν θυγατέρα, αὕτη ἐποίει τὰ ἱερὰ ταῦτα καὶ ἐξώρκου τὰς γεραράς, καὶ ὅτι οὐδʼ αὐταῖς ταῖς ὁρώσαις τὰ ἱερὰ ταῦτα οἷόν τʼ ἐστὶν λέγειν πρὸς ἄλλον οὐδένα. φέρε δὴ καὶ μαρτυρίαν παράσχωμαι ὑμῖν διʼ ἀπορρήτου μὲν γεγενημένην, ὅμως δὲ αὐτοῖς τοῖς πεπραγμένοις ἐπιδείξω φανερὰν οὖσαν αὐτὴν καὶ ἀληθῆ.

至此,你们已听到了誓词以及祖传规制中允许言说的部分,并且知晓了正是斯特法诺斯冒充己女许配给在任王执政官泰奥格涅斯的那个女人,执行了这些圣仪并主持了长老女祭司们的宣誓;而且即便是亲眼目睹这些圣仪的人,也不得对任何他人言及。来吧,我再向你们出示一份在秘密状态下作出的证言,然而我将通过事情本身的经过向你们表明,它是清晰显明且真实的。

语法注4 条
  1. 74ἀλλὰ καὶ τῆς πρὸς τοὺς θεοὺς εὐλαβείας

    承接前文“οὐ μόνον ὑπὲρ ὑμῶν αὐτῶν καὶ τῶν νόμων”中的介词ὑπέρ,意为“不仅代表你们自己和法律,也是为了对诸神的虔敬(而投票)”。此处属格系由承前省略的介词ὑπέρ所统辖,而非独立的属格用法。

  2. 75τὴν δὲ γυναῖκα αὐτοῦ νόμον ἔθεντο ἀστὴν εἶναι καὶ μὴ ἐπιμεμειγμένην ἑτέρῳ ἀνδρὶ ἀλλὰ παρθένον γαμεῖν

    在由“νόμον ἔθεντο”(立下法律)统辖的不定式结构中,“τὴν γυναῖκα αὐτοῦ”(他的妻子)首先充当不定式“εἶναι”的对格主语,即“其妻应当是公民且未曾与他人交合”;但在其后的“παρθένον γαμεῖν”(娶为处女)中,“τὴν γυναῖκα”在语义上转为了主动不定式“γαμεῖν”的宾语,而“γαμεῖν”的逻辑主语则是新郎(国王)。这是主客体角色发生转换的统语转折。

  3. 76ὅτι τήν γε θεῷ γυναῖκα δοθησομένην καὶ ποιήσουσαν τὰ ἱερὰ τοιαύτην ἀξιοῦμεν εἶναι

    连词“ὅτι”引导同位语从句,详细阐明前文“παρακαταθήκην”(托付/信托物)的具体内容,表达城邦的正式主张:“即我们认为被许配给神为妻……的女子当为如此之人”。其中谓语对格“τοιαύτην”(如此的)指代上文法律所规定的纯洁要求(公民与童贞)。

  4. 78τὰς ἐν κανοῖς

    定冠词加介词短语修饰前面的“τὰς γεραράς”(年长女祭司),字面为“手持篮筐的”,指代在祭仪中手持圣篮的年长女祭司们,为宗教仪式上的专门定语表达。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg059.humanitext-grc2:74-79