← 狄摩西尼

控诉内埃拉

§8-15

斯特法诺斯的陷害与阿波罗多洛斯出庭

塞奥姆涅斯托斯陈述了斯特法诺斯如何通过巨额罚金和捏造谋杀罪企图毁灭阿波罗多洛斯,说明了自己起诉涅埃拉的报复正当性,并请求法庭允许阿波罗多洛斯作为共同辩护人发言。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8

ἔτι δὲ καὶ ἡ ἑτέρα θυγάτηρ ἀνέκδοτος ἔμελλεν ἔσεσθαι· τίς γὰρ ἄν ποτε παρʼ ὀφείλοντος τῷ δημοσίῳ καὶ ἀποροῦντος ἔλαβεν ἄπροικον; οὐκοῦν τηλικούτων κακῶν αἴτιος ἡμῖν πᾶσιν ἐγίγνετο, οὐδὲν πώποτε ὑφʼ ἡμῶν ἠδικημένος. τοῖς μὲν οὖν δικασταῖς τοῖς τότε δικάσασι πολλὴν χάριν κατά γε τοῦτο ἔχω, ὅτι οὐ περιεῖδον αὐτὸν ἀναρπασθέντα,1 ἀλλʼ ἐτίμησαν ταλάντου, ὥστε δυνηθῆναι ἐκτεῖσαι μόλις· τούτῳ δὲ δικαίως τὸν αὐτὸν ἔρανον ἐνεχειρήσαμεν ἀποδοῦναι.

此外,他的另一个女儿也注定无法出嫁;因为究竟谁会从一个负欠公债且一贫如洗的人那里,娶走一个没有嫁妆的女子呢?因此,尽管他此前从未受过我们任何不义对待,却成了降临在我们所有人头上的如此巨祸的始作俑者。因此,对于当时参与审理的陪审员们,我至少在这一点上对他们心存感激:他们没有任由他被彻底摧毁,而是判处了一塔兰屯的罚金,使他勉强能够支付;而对这个人,我们理所当然地着手回敬他以同样的酬报。

§9

καὶ γὰρ οὐ μόνον ταύτῃ ἐζήτησεν ἀνελεῖν ἡμᾶς, ἀλλὰ καὶ ἐκ τῆς πατρίδος αὐτὸν ἐβουλήθη ἐκβαλεῖν. ἐπενέγκας γὰρ αὐτῷ αἰτίαν ψευδῆ ὡς Ἀφίδναζέ ποτε ἀφικόμενος ἐπὶ δραπέτην αὑτοῦ ζητῶν πατάξειε γυναῖκα καὶ ἐκ τῆς πληγῆς τελευτήσειεν ἡ ἄνθρωπος, παρασκευασάμενος ἀνθρώπους δούλους καὶ κατασκευάσας ὡς Κυρηναῖοι εἴησαν, προεῖπεν αὐτῷ ἐπὶ Παλλαδίῳ2 φόνου.

因为他不仅企图以这种方式毁灭我们,还企图将阿波罗多洛斯驱逐出祖国。他向他泼洒虚假罪名,声称阿波罗多洛斯有一次去阿菲德纳寻找自己逃跑的奴隶时殴打了一名妇人,该妇人因伤致死;他网罗奴隶,伪称他们是昔兰尼人,在帕拉迪翁法庭向他发出了谋杀罪的诉讼通告。

§10

καὶ ἔλεγεν τὴν δίκην Στέφανος οὑτοσί, διομοσάμενος ὡς ἔκτεινεν Ἀπολλόδωρος τὴν γυναῖκα αὐτοχειρίᾳ, ἐξώλειαν αὑτῷ καὶ γένει καὶ οἰκίᾳ ἐπαρασάμενος, ἃ οὔτʼ ἐγένετο οὔτʼ εἶδεν οὔτʼ ἤκουσεν οὐδενὸς πώποτε ἀνθρώπων. ἐξελεγχθεὶς δʼ ἐπιορκῶν καὶ ψευδῆ αἰτίαν ἐπιφέρων, καὶ καταφανὴς γενόμενος μεμισθωμένος ὑπὸ Κηφισοφῶντος καὶ Ἀπολλοφάνους ὥστʼ ἐξελάσαι Ἀπολλόδωρον ἢ ἀτιμῶσαι ἀργύριον εἰληφώς, ὀλίγας ψήφους μεταλαβὼν ἐκ πεντακοσίων, ἀπῆλθεν ἐπιωρκηκὼς καὶ δόξας πονηρὸς εἶναι.

这个斯特法诺斯出庭起诉,严正发誓称阿波罗多洛斯亲手杀害了该妇人,并以自身、家族和门户的彻底毁灭起誓,控告着那些既未曾发生、他没有见过、也从未从任何世人那里听过的事情。然而,在他被揭露作伪证并进行虚假指控、且被彻底查明是收受了金钱受雇于凯菲索丰和阿波罗法内斯以图驱逐阿波罗多洛斯或剥夺其公民权之后,他在五百票中仅获得了微不足道的几票,便在犯下伪证罪并落得恶徒恶名之下离场。

§11

σκοπεῖτε δὴ αὐτοί, ὦ ἄνδρες δικασταί, ἐκ τῶν εἰκότων λογιζόμενοι πρὸς ὑμᾶς αὐτούς, τί ἂν ἐχρησάμην ἐμαυτῷ3 καὶ τῇ γυναικὶ καὶ τῇ ἀδελφῇ, εἴ τι Ἀπολλοδώρῳ συνέβη παθεῖν ὧν Στέφανος οὑτοσὶ ἐπεβούλευσεν αὐτῷ, ἢ ἐν τῷ προτέρῳ ἢ ἐν τῷ ὑστέρῳ ἀγῶνι; ἢ ποίᾳ αἰσχύνῃ οὐκ ἂν καὶ συμφορᾷ περιπεπτωκὼς ἦν;

陪审员先生们,请你们根据情理为自己推敲一番:如果阿波罗多洛斯无论在前一场还是在后一场诉讼中,遭遇了这个斯特法诺斯对他图谋的任何厄运,我自己、我的妻子和姐妹又该落得何种境地?或者说,我岂能不陷入何等奇耻大辱和灾祸之中?

§12

παρακαλούντων δή με ἁπάντων,4 ἰδίᾳ προσιόντων μοι, ἐπὶ τιμωρίαν τρέπεσθαι ὧν ἐπάθομεν ὑπʼ αὐτοῦ, καὶ ὀνειδιζόντων μοι ἀνανδρότατον ἀνθρώπων εἶναι, εἰ οὕτως οἰκείως ἔχων τὰ πρὸς τούτους μὴ λήψομαι δίκην ὑπὲρ ἀδελφῆς καὶ κηδεστοῦ καὶ ἀδελφιδῶν καὶ γυναικὸς ἐμαυτοῦ, μηδὲ τὴν περιφανῶς εἰς τοὺς θεοὺς ἀσεβοῦσαν καὶ εἰς τὴν πόλιν ὑβρίζουσαν καὶ τῶν νόμων καταφρονοῦσαν τῶν ὑμετέρων εἰσαγαγὼν εἰς ὑμᾶς καὶ ἐξελέγξας τῷ λόγῳ ὡς ἀδικεῖ, κυρίους καταστήσω ὅ τι ἂν βούλησθε χρῆσθαι αὐτῇ, ὥσπερ καὶ Στέφανος οὑτοσὶ ἐμὲ ἀφῃρεῖτο τοὺς οἰκείους παρὰ τοὺς νόμους καὶ τὰ ψηφίσματα τὰ ὑμέτερα, οὕτω καὶ ἐγὼ τοῦτον ἥκω ἐπιδείξων εἰς ὑμᾶς ξένῃ μὲν γυναικὶ συνοικοῦντα παρὰ τὸν νόμον, ἀλλοτρίους δὲ παῖδας εἰσαγαγόντα εἴς τε τοὺς φράτερας καὶ εἰς τοὺς δημότας, ἐγγυῶντα δὲ τὰς τῶν ἑταιρῶν θυγατέρας ὡς αὑτοῦ οὔσας, ἠσεβηκότα δʼ εἰς τοὺς θεούς, ἄκυρον δὲ ποιοῦντα τὸν δῆμον τῶν αὑτοῦ,5 ἄν τινα βούληται πολίτην ποιήσασθαι· τίς γὰρ ἂν ἔτι παρὰ τοῦ δήμου ζητήσειε λαβεῖν δωρεάν, μετὰ πολλῶν ἀναλωμάτων καὶ πραγματείας πολίτης μέλλων ἔσεσθαι, ἐξὸν παρὰ Στεφάνου ἀπʼ ἐλάττονος ἀναλώματος, εἴ γε τὸ αὐτὸ τοῦτο γενήσεται αὐτῷ;

因此,众人都私下来找我,敦促我对我们从他那里遭受的侵害施以报复,并责备我是全人类中最懦弱的男子——如果我与这些人有如此紧密的亲属关系,却不去为姐妹、岳父、外甥女们以及我自己的妻子复仇,也不把这个公然对神明不敬、侮辱城邦、蔑视你们法律的妇人带到你们面前,用论辩揭露她的不法行径,从而让你们掌握全权任意处置她——正如此处的斯特法诺斯违反法律和你们的法令企图夺走我的亲族一样,我也来到你们面前,向你们指证他违法与异邦女子同居,将非己之子引入胞族和村社,将交际花的女儿们冒充己出许配他人,对神明犯下不敬之罪,并使人民在欲授予某人公民权时丧失了对自己固有特权的权威;因为如果能以更低的代价从斯特法诺斯处获得同样的公民身份,谁还会付出巨大花费和心力,谋求从人民那里获得这一恩赐呢?

§14

ἃ μὲν οὖν ἀδικηθεὶς ἐγὼ ὑπὸ Στεφάνου πρότερος ἐγραψάμην τὴν γραφὴν ταύτην, εἴρηκα πρὸς ὑμᾶς· ὡς δʼ ἐστὶν ξένη Νέαιρα αὑτηὶ καὶ συνοικεῖ Στεφάνῳ τουτῳὶ καὶ πολλὰ παρανενόμηκεν εἰς τὴν πόλιν, ταῦτʼ ἤδη δεῖ μαθεῖν ὑμᾶς. δέομαι οὖν ὑμῶν, ὦ ἄνδρες δικασταί, ἅπερ ἡγοῦμαι προσήκειν δεηθῆναι νέον τε ὄντα καὶ ἀπείρως ἔχοντα τοῦ λέγειν, συνήγορόν με κελεῦσαι καλέσαι6 τῷ ἀγῶνι τούτῳ Ἀπολλόδωρον.

那么,我因遭受斯特法诺斯的何种不公而率先提起了这项诉讼,我已经向你们陈述了;而这位涅埃拉乃是异邦人、正与此处的斯特法诺斯同居,并且对城邦犯下了诸多违法罪行,这些则是你们现在应当了解的。因此,陪审员先生们,我请求你们应允一件事——我认为这对一个年轻且不善辞令的人来说是合情合理的请求——请允许我在此案中邀请阿波罗多洛斯作为共同辩护人。

§15

καὶ γὰρ πρεσβύτερός ἐστιν ἢ ἐγώ, καὶ ἐμπειροτέρως ἔχει τῶν νόμων, καὶ μεμέληκεν αὐτῷ περὶ τούτων ἁπάντων ἀκριβῶς, καὶ ἠδίκηται ὑπὸ Στεφάνου τουτουί, ὥστε καὶ ἀνεπίφθονον αὐτῷ τιμωρεῖσθαι τὸν ὑπάρξαντα. δεῖ δʼ ὑμᾶς ἐξ αὐτῆς τῆς ἀληθείας, τὴν ἀκρίβειαν ἀκούσαντας τῆς τε κατηγορίας καὶ τῆς ἀπολογίας, οὕτως ἤδη τὴν ψῆφον φέρειν ὑπέρ τε τῶν θεῶν καὶ τῶν νόμων καὶ τοῦ δικαίου καὶ ὑμῶν αὐτῶν. ΣΥΝΗΓΟΡΙΑ.

因为他比我年长,对法律更有经验,对这一切事情皆有详尽的了解,并且遭受了此处的斯特法诺斯的侵害,因而向寻衅之人实施报复是无可指责的。你们必须依据事实本身,在详尽听取控辩双方的陈述之后,方才为了神明、法律、正义以及你们自己投下选票。 共同辩护词。

语法注6 条
  1. 8ἀναρπασθέντα

    充当动词 περιεῖδον(坐视、放任)的补充补足语分词,修饰 αὐτόν(阿波罗多洛斯),意为“未坐视他被彻底剥夺/毁掉”。被动过去时分词表示财产被洗劫一空或彻底垮台。

  2. 9ἐπὶ Παλλαδίῳ

    介词短语,指杀人案审理法庭之一:“在帕拉迪翁法庭”。该法庭负责审理过失杀人以及杀害奴隶或非公民的案件。

  3. 11τί ἂν ἐχρησάμην ἐμαυτῷ

    由 χράομαι 接与格的惯用表达与过去与事实相反的虚拟(ἄν 搭配过去直陈式)构成的句式,字面为“我又能怎样处置我自己(以及妻子和姐妹)”,引申为“我又会落得何种境地”。

  4. 12παρακαλούντων δή με ἁπάντων

    构成这一长句骨架的独立属格结构:παρακαλούντων ... ὀνειδιζόντων(在众人敦促与责难之下)表原因,承接后文主句的谓语动词 ἥκω ἐπιδείξων(我来此是为了证明)。

  5. 13ἄκυρον δὲ ποιοῦντα τὸν δῆμον τῶν αὑτοῦ

    句式 ἄκυρον ποιεῖν τινά τινος,意为“使某人丧失对某事的权威/剥夺某人对某事的决定权”。τῶν αὑτοῦ 为中性复数属格(分离属格),指人民固有之特权(即授予公民权的专属权力)。

  6. 14συνήγορόν με κελεῦσαι καλέσαι

    由 δέομαι ὑμῶν(我请求你们)引出的双重不定式结构:κελεῦσαι(命/允许)的逻辑主语为陪审员,而 καλέσαι(传唤/邀请)的逻辑主语则是宾格代词 με(我)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg059.humanitext-grc2:8-15