← 狄摩西尼

控诉内埃拉

§16-23

同居禁令与涅埃拉充当交际花的早年经历

阿波罗多洛斯接替发表演说,令人宣读禁止公民与异邦人同居的法律,并结合证人证词阐述了涅埃拉自幼被女主人尼卡蕾特买下充作交际花抚养、并随吕西亚斯参加秘仪的往事。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§16

ἃ μὲν ἠδικημένος, ὦ ἄνδρες Ἀθηναῖοι, ὑπὸ Στεφάνου ἀναβέβηκα κατηγορήσων Νεαίρας ταυτησί,1 Θεόμνηστος εἴρηκεν πρὸς ὑμᾶς· ὡς δʼ ἐστὶ ξένη Νέαιρα καὶ παρὰ τοὺς νόμους συνοικεῖ Στεφάνῳ, τοῦτο ὑμῖν βούλομαι σαφῶς ἐπιδεῖξαι. πρῶτον μὲν οὖν τὸν νόμον ὑμῖν ἀναγνώσεται, καθʼ ὃν τήν τε γραφὴν ταυτηνὶ Θεόμνηστος ἐγράψατο καὶ ὁ ἀγὼν οὗτος εἰσέρχεται εἰς ὑμᾶς. ΝΟΜΟΣ. "ἐὰν δὲ ξένος ἀστῇ συνοικῇ τέχνῃ ἢ μηχανῇ ᾑτινιοῦν, γραφέσθω πρὸς τοὺς θεσμοθέτας Ἀθηναίων ὁ βουλόμενος οἷς ἔξεστιν. ἐὰν δὲ ἁλῷ, πεπράσθω καὶ αὐτὸς καὶ ἡ οὐσία αὐτοῦ, καὶ τὸ τρίτον μέρος ἔστω τοῦ ἑλόντος. ἔστω δὲ καὶ ἐὰν ἡ ξένη τῷ ἀστῷ συνοικῇ κατὰ ταὐτά, καὶ ὁ συνοικῶν τῇ ξένῃ τῇ ἁλούσῃ ὀφειλέτω χιλίας δραχμάς."

雅典人啊,我因受到斯特法诺斯的何种不公侵害才挺身而出控告此处的涅埃拉,塞奥姆涅斯托斯已经向你们说明了;但涅埃拉是一个异邦女子且违法与斯特法诺斯同居,这一点我想向你们明白指证。因此,首先书记官将为你们宣读塞奥姆涅斯托斯据以提起该诉讼、且本案据以呈递到你们面前的法律。 法律。 “若有异邦男子以任何伎俩或手段与城邦女公民同居,任何有资格的雅典人中愿起诉者,皆得向司法执政官提起公诉。若被定罪,其本人及财产皆应被变卖,三分之一归胜诉的告发人所有。若异邦女子与城邦男公民同居,亦依同样规定处置,与被定罪之异邦女子同居的男公民应处以一千德拉克马罚金。”

§17

τοῦ μὲν νόμου τοίνυν ἀκηκόατε, ὦ ἄνδρες δικασταί, ὃς οὐκ ἐᾷ τὴν ξένην τῷ ἀστῷ συνοικεῖν οὐδὲ τὴν ἀστὴν τῷ ξένῳ, οὐδὲ παιδοποιεῖσθαι, τέχνῃ οὐδὲ μηχανῇ οὐδεμιᾷ· ἐὰν δέ τις παρὰ ταῦτα ποιῇ, γραφὴν πεποίηκεν κατʼ αὐτῶν εἶναι πρὸς τοὺς θεσμοθέτας, κατά τε τοῦ ξένου καὶ τῆς ξένης, κἂν ἁλῷ, πεπρᾶσθαι κελεύει. ὡς οὖν ἐστι ξένη Νέαιρα αὑτηί, τοῦθʼ ὑμῖν βούλομαι ἐξ ἀρχῆς ἀκριβῶς ἐπιδεῖξαι.

陪审员先生们,你们已经听到了这项法律,它不允许异邦女子与男公民同居,也不允许女公民与异邦男子同居,亦不得以任何伎俩或手段生育子女;若有人违反这些规定,法律规定可向司法执政官对其提起公诉,既针对异邦男子,也针对异邦女子,且一旦罪名成立,便下令将其变卖。因此,此处的涅埃拉乃是异邦女子这一事实,我想从头开始准确地向你们论证。

§18

ἑπτὰ γὰρ ταύτας παιδίσκας ἐκ μικρῶν παιδίων ἐκτήσατο Νικαρέτη, Χαρισίου μὲν οὖσα τοῦ Ἠλείου ἀπελευθέρα, Ἱππίου δὲ τοῦ μαγείρου τοῦ ἐκείνου γυνή, δεινὴ δὲ φύσιν μικρῶν παιδίων συνιδεῖν εὐπρεπῆ,2 καὶ ταῦτα ἐπισταμένη θρέψαι καὶ παιδεῦσαι ἐμπείρως, τέχνην ταύτην κατεσκευασμένη καὶ ἀπὸ τούτων τὸν βίον συνειλεγμένη.

因为正是尼卡蕾特在这些少女尚处幼年时买下了这七个人;她曾是伊利斯人查里西奥斯的受释女奴,又是查里西奥斯的厨师希庇阿斯的妻子,善于辨识幼儿是否具备姣好的天资,精于熟练地抚养和教育她们,她将此作为一门营生,并从中谋取生计。

§19

προσειποῦσα δʼ αὐτὰς ὀνόματι θυγατέρας, ἵνʼ ὡς μεγίστους μισθοὺς πράττοιτο τοὺς βουλομένους πλησιάζειν αὐταῖς ὡς ἐλευθέραις οὔσαις, ἐπειδὴ τὴν ἡλικίαν ἐκαρπώσατο αὐτῶν ἑκάστης, συλλήβδην καὶ τὰ σώματα ἀπέδοτο ἁπασῶν ἑπτὰ οὐσῶν, Ἄντειαν καὶ Στρατόλαν καὶ Ἀριστόκλειαν καὶ Μετάνειραν καὶ Φίλαν καὶ Ἰσθμιάδα καὶ Νέαιραν ταυτηνί.

她名义上称她们为女儿,以便把她们当作自由民女子向愿与她们亲近的人索要尽可能高额的报酬;在她榨取了她们各自青春年华的收益之后,便连全部七个人的肉身也悉数变卖,她们是:安提亚、斯特拉托拉、阿里斯托克蕾亚、梅塔内拉、菲拉、伊斯米阿斯以及此处的涅埃拉。

§20

ἣν μὲν οὖν ἕκαστος αὐτῶν ἐκτήσατο καὶ ὡς ἠλευθερώθησαν ἀπὸ τῶν πριαμένων αὐτὰς παρὰ τῆς Νικαρέτης, προϊόντος τοῦ λόγου, ἂν βούλησθε ἀκούειν καί μοι περιουσία ᾖ τοῦ ὕδατος, δηλώσω ὑμῖν· ὡς δὲ Νέαιρα αὑτηὶ Νικαρέτης ἦν καὶ ἠργάζετο τῷ σώματι μισθαρνοῦσα τοῖς βουλομένοις αὐτῇ πλησιάζειν, τοῦθʼ ὑμῖν βούλομαι πάλιν ἐπανελθεῖν.

至于各人分别买下了她们中的哪一个,又是如何被从尼卡蕾特处买下她们的人释放为自由人的,随着辩词的展开,如果你们愿意听且水钟里的水对我尚有余裕,我将向你们阐明;但此处的涅埃拉属于尼卡蕾特,且出卖肉体从愿与她亲近的人那里赚取酬金,这一点我想重新向你们讲述。

§21

Λυσίας γὰρ ὁ σοφιστὴς Μετανείρας ὢν ἐραστής, ἐβουλήθη πρὸς τοῖς ἄλλοις ἀναλώμασιν οἷς ἀνήλισκεν εἰς αὐτὴν καὶ μυῆσαι, ἡγούμενος τὰ μὲν ἄλλα ἀναλώματα τὴν κεκτημένην αὐτὴν λαμβάνειν, ἃ δʼ ἂν εἰς τὴν ἑορτὴν καὶ τὰ μυστήρια ὑπὲρ αὐτῆς ἀναλώσῃ, πρὸς αὐτὴν τὴν ἄνθρωπον χάριν καταθήσεσθαι.3 ἐδεήθη οὖν τῆς Νικαρέτης ἐλθεῖν εἰς τὰ μυστήρια ἄγουσαν τὴν Μετάνειραν, ἵνα μυηθῇ, καὶ αὐτὸς ὑπέσχετο μυήσειν.

因为智者吕西亚斯曾是梅塔内拉的情夫,在为她花费的其他开销之外,还想让她参加秘仪的入会式,因为他认为其他花销都被买下她的女主人拿去了,而他为了节日和秘仪在她身上所作的花销,则会作为恩情留在该女子本人身上。于是他恳求尼卡蕾特带着梅塔内拉前来参加秘仪以便让她入会,并亲自承诺为她办理入会仪式。

§22

ἀφικομένας δʼ αὐτὰς ὁ Λυσίας εἰς μὲν τὴν αὑτοῦ οἰκίαν οὐκ εἰσάγει, αἰσχυνόμενος τήν τε γυναῖκα ἣν εἶχε, Βραχύλλου μὲν θυγατέρα, ἀδελφιδῆν δὲ αὑτοῦ, καὶ τὴν μητέρα τὴν αὑτοῦ πρεσβυτέραν τε οὖσαν καὶ ἐν τῷ αὐτῷ διαιτωμένην· ὡς Φιλόστρατον δὲ τὸν Κολωνῆθεν, ᾔθεον ἔτι ὄντα καὶ φίλον αὐτῷ, καθίστησιν ὁ Λυσίας αὐτάς, τήν τε Μετάνειραν καὶ τὴν Νικαρέτην. συνηκολούθει δὲ καὶ Νέαιρα αὑτηί, ἐργαζομένη μὲν ἤδη τῷ σώματι, νεωτέρα δὲ οὖσα διὰ τὸ μήπω τὴν ἡλικίαν αὐτῇ παρεῖναι.

当她们抵达后,吕西亚斯并未将她们引入自己的住宅,因为他对自己的妻子感到羞愧——妻子是布拉基洛斯的女儿,也是他自己的外甥女——同时也对与自己同住且年事已高的母亲感到羞愧;吕西亚斯遂将她们,即梅塔内拉和尼卡蕾特,安置在科洛诺斯区的好友、当时尚未娶妻的菲洛斯特拉托斯家中。而此处的涅埃拉也随同她们前往,当时她虽已出卖肉体,但因年纪尚小、尚未完全成熟而更显年幼。

§23

ὡς οὖν ἀληθῆ λέγω, ὅτι Νικαρέτης ἦν καὶ ἠκολούθει ἐκείνῃ καὶ ἐμισθάρνει τῷ βουλομένῳ ἀναλίσκειν, τούτων ὑμῖν αὐτὸν τὸν Φιλόστρατον μάρτυρα καλῶ. ΜΑΡΤΥΡΙΑ. "Φιλόστρατος Διονυσίου Κολωνῆθεν μαρτυρεῖ εἰδέναι Νέαιραν Νικαρέτης οὖσαν, ἧσπερ καὶ Μετάνειρα ἐγένετο, καὶ κατάγεσθαι παρʼ αὑτῷ, ὅτε εἰς τὰ μυστήρια ἐπεδήμησαν ἐν Κορίνθῳ οἰκοῦσαι· καταστῆσαι δὲ αὐτὰς ὡς αὑτὸν Λυσίαν τὸν Κεφάλου, φίλον ὄντα ἑαυτῷ καὶ ἐπιτήδειον."

为了证明我说的是实话,即她曾属于尼卡蕾特、跟随于她,并向愿花钱的人卖淫赚取报酬,我就这些事实传唤菲洛斯特拉托斯本人作为你们的证人出庭。 证词。 “科洛诺斯区的狄奥尼修斯之子菲洛斯特拉托斯作证:他知晓涅埃拉曾是尼卡蕾特的奴隶,正如梅塔内拉曾经也是一样;她们居住在科林斯期间因秘仪来访时,曾下榻于他家中;其友人兼密友、克法罗斯之子吕西亚斯将她们安置在他〔菲洛斯特拉托斯〕的寓所。”

语法注3 条
  1. 16ἃ μὲν ἠδικημένος, ὦ ἄνδρες Ἀθηναῖοι, ὑπὸ Στεφάνου ἀναβέβηκα κατηγορήσων Νεαίρας ταυτησί

    关系代词 ἃ 作为内在宾格(或关联宾格)修饰分词 ἠδικημένος(“遭受了何种不公侵害”),包含先行词的整个关系代词从句在逻辑上充当后文主要动词 εἴρηκεν 的宾语。此倒装结构承接了上一部分末尾由阿波罗多洛斯接替起诉的转换。

  2. 18δεινὴ δὲ φύσιν μικρῶν παιδίων συνιδεῖν εὐπρεπῆ

    形容词 δεινή 支配限定性不定词 συνιδεῖν(“善于识别”)。φύσιν(带属格 μικρῶν παιδίων)作 συνιδεῖν 的直接宾语(“幼儿的天赋/相貌”),εὐπρεπῆ 则作修饰 φύσιν 的谓语性(或定语性)宾格(“姣好的”)。

  3. 21χάριν καταθήσεσθαι

    习语 χάριν κατατίθεμαι(“施恩以图日后回报”、“积下恩情”)的将来时不定词形式。在间接引语中,它表达了吕西亚斯的盘算:花在秘仪上的开销将在梅塔内拉本人心中积攒下私人的感激,而不至落入老鸨之手。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg059.humanitext-grc2:16-23