← 狄摩西尼

控诉内埃拉

§1-7

提奥姆奈斯托斯的起诉动机与斯特法诺斯的昔日诉讼

原告提奥姆奈斯托斯陈述了他起诉涅埃拉的背景:因斯特法诺斯此前曾将阿波罗多洛斯在国难之际提出的军费议案诬告为违法,并以巨额罚金企图让其全家陷入毁灭,他此次起诉正是为了实施报复。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1

πολλά με τὰ παρακαλοῦντα ἦν,1 ὦ ἄνδρες Ἀθηναῖοι, γράψασθαι Νέαιραν τὴν γραφὴν ταυτηνὶ καὶ εἰσελθεῖν εἰς ὑμᾶς. καὶ γὰρ ἠδικήμεθα ὑπὸ Στεφάνου μεγάλα, καὶ εἰς κινδύνους τοὺς ἐσχάτους κατέστημεν ὑπʼ αὐτοῦ, ὅ τε κηδεστὴς καὶ ἐγὼ καὶ ἡ ἀδελφὴ καὶ ἡ γυνὴ ἡ ἐμή, ὥστε οὐχ ὑπάρχων ἀλλὰ τιμωρούμενος ἀγωνιοῦμαι τὸν ἀγῶνα τουτονί· τῆς γὰρ ἔχθρας πρότερος οὗτος ὑπῆρξεν, οὐδὲν ὑφʼ ἡμῶν πώποτε οὔτε λόγῳ οὔτε ἔργῳ κακὸν παθών. βούλομαι δʼ ὑμῖν προδιηγήσασθαι πρῶτον ἃ πεπόνθαμεν ὑπʼ αὐτοῦ, ἵνα μᾶλλόν μοι συγγνώμην ἔχητε ἀμυνομένῳ, καὶ ὡς εἰς τοὺς ἐσχάτους κινδύνους κατέστημεν περί τε τῆς πατρίδος καὶ περὶ ἀτιμίας.

雅典的公民们,有许多缘由促使我针对涅埃拉提起这项公诉并来到你们面前。因为我们遭受了斯特法诺斯极大的侵害,并被他陷于极度的危险之中——我的岳父、我本人、我的姐妹以及我的妻子皆是如此;因此,我参与这场诉讼并非寻衅挑起,而是为了实施报复。因为是他先挑起了这番仇恨,而此前他在言论和行动上都从未遭受过我们任何伤害。我希望首先向你们预先叙述我们从他那里遭受了什么,以便你们对我自卫之举抱有更多的谅解,并了解我们在城邦和公民权两方面曾如何陷入绝境。

§2

ψηφισαμένου γὰρ τοῦ δήμου τοῦ Ἀθηναίων Ἀθηναῖον εἶναι Πασίωνα καὶ ἐκγόνους τοὺς ἐκείνου διὰ τὰς εὐεργεσίας τὰς εἰς τὴν πόλιν, ὁμογνώμων καὶ ὁ πατὴρ ἐγένετο ὁ ἐμὸς τῇ τοῦ δήμου δωρεᾷ, καὶ ἔδωκεν Ἀπολλοδώρῳ τῷ υἱεῖ τῷ ἐκείνου θυγατέρα μὲν αὑτοῦ, ἀδελφὴν δὲ ἐμήν, ἐξ ἧς Ἀπολλοδώρῳ οἱ παῖδές εἰσιν. ὄντος δὲ χρηστοῦ τοῦ Ἀπολλοδώρου περί τε τὴν ἀδελφὴν τὴν ἐμὴν καὶ περὶ ἡμᾶς ἅπαντας, καὶ ἡγουμένου τῇ ἀληθείᾳ οἰκείους ὄντας κοινωνεῖν πάντων τῶν ὄντων, ἔλαβον καὶ ἐγὼ γυναῖκα Ἀπολλοδώρου μὲν θυγατέρα, ἀδελφιδῆν δʼ ἐμαυτοῦ.

因为当雅典人民因帕西翁对城邦的恩惠而投票决议授予他及其子孙雅典公民权时,我的父亲也赞同人民的这一赏赐,将自己的女儿——即我的姐妹——嫁给了帕西翁的儿子阿波罗多洛斯;阿波罗多洛斯的孩子们便是与她所生。由于阿波罗多洛斯对我姐妹以及我们所有人皆品行端正,并且真心认为既然身为亲族就当共享所有财产,我也娶了阿波罗多洛斯的女儿——即我自己的外甥女——为妻。

§3

προεληλυθότος δὲ χρόνου λαγχάνει βουλεύειν Ἀπολλόδωρος· δοκιμασθεὶς δὲ καὶ ὀμόσας τὸν νόμιμον ὅρκον, συμβάντος τῇ πόλει καιροῦ τοιούτου καὶ πολέμου, ἐν ᾧ ἦν ἢ κρατήσασιν ὑμῖν μεγίστοις τῶν Ἑλλήνων εἶναι καὶ ἀναμφισβητήτως τά τε ὑμέτερα αὐτῶν κεκομίσθαι καὶ καταπεπολεμηκέναι Φίλιππον, ἢ ὑστερίσασι τῇ βοηθείᾳ καὶ προεμένοις τοὺς συμμάχους, διʼ ἀπορίαν χρημάτων καταλυθέντος τοῦ στρατοπέδου, τούτους τʼ ἀπολέσαι καὶ τοῖς ἄλλοις Ἕλλησιν ἀπίστους εἶναι δοκεῖν, καὶ κινδυνεύειν περὶ τῶν ὑπολοίπων,2 περί τε Λήμνου καὶ Ἴμβρου καὶ Σκύρου καὶ Χερρονήσου, καὶ μελλόντων στρατεύεσθαι ὑμῶν πανδημεὶ εἴς τε Εὔβοιαν καὶ Ὄλυνθον, ἔγραψε ψήφισμα ἐν τῇ βουλῇ Ἀπολλόδωρος βουλεύων καὶ ἐξήνεγκε προβούλευμα εἰς τὸν δῆμον, λέγον διαχειροτονῆσαι τὸν δῆμον εἴτε δοκεῖ τὰ περιόντα χρήματα τῆς διοικήσεως στρατιωτικὰ εἶναι εἴτε θεωρικά, κελευόντων μὲν τῶν νόμων, ὅταν πόλεμος ᾖ, τὰ περιόντα χρήματα τῆς διοικήσεως στρατιωτικὰ εἶναι,3 κύριον δʼ ἡγούμενος δεῖν τὸν δῆμον εἶναι περὶ τῶν αὑτοῦ ὅ τι ἂν βούληται πρᾶξαι, ὀμωμοκὼς δὲ τὰ βέλτιστα βουλεύσειν τῷ δήμῳ τῷ Ἀθηναίων, ὡς ὑμεῖς πάντες ἐμαρτυρήσατε ἐν ἐκείνῳ τῷ καιρῷ.

随着时间的推移,阿波罗多洛斯抽签当选为议事会议员。在他通过资格审查并依律宣誓之后,城邦面临了这样一个危机时刻和战争:在此局面下,若你们获胜,便能成为希腊人中最强大的城邦,无可争辩地收回你们自己的属地,并彻底击败腓力;但若你们驰援迟滞、抛弃盟友,当军队因缺乏军饷而解散时,你们不仅会失掉盟友,在其他希腊人眼中被视为不可信赖,而且连剩余的属地——利姆诺斯、因布罗斯、斯库罗斯和切尔索内索斯——也将陷入危险。正当你们全体公民准备倾全城之力出征优卑亚和奥林索斯之际,身为议事员的阿波罗多洛斯在议事会起草了一项决议,并向人民大会提出了预案,提议由人民通过举手表决决定:行政经费的结余应当归为军费还是观剧金。因为法律规定发生战争时行政结余款应充作军费,而他认为人民应当有权就自己的财产做任何想做的事,况且他也曾宣誓要为雅典人民谋求最大福祉——正如你们所有人都在那个危急关头作证的那样。

§5

γενομένης γὰρ τῆς διαχειροτονίας, οὐδεὶς ἀντεχειροτόνησεν ὡς οὐ δεῖ τοῖς χρήμασι τούτοις στρατιωτικοῖς χρῆσθαι, ἀλλὰ καὶ νῦν ἔτι, ἄν που λόγος γένηται, παρὰ πάντων ὁμολογεῖται ὡς τὰ βέλτιστα εἰπὼν ἄδικα πάθοι. τῷ οὖν ἐξαπατήσαντι τῷ λόγῳ τοὺς δικαστὰς δίκαιον ὀργίζεσθαι, οὐ τοῖς ἐξαπατηθεῖσιν. γραψάμενος γὰρ παρανόμων τὸ ψήφισμα Στέφανος οὑτοσὶ καὶ εἰσελθὼν εἰς τὸ δικαστήριον, ἐπὶ διαβολῇ ψευδεῖς μάρτυρας παρασχόμενος ὡς ὦφλε τῷ δημοσίῳ ἐκ πέντε καὶ εἴκοσιν ἐτῶν, καὶ ἔξω τῆς γραφῆς πολλὰ κατηγορῶν, εἷλε τὸ ψήφισμα.

因为当举行举手表决时,没有一个人举手反对将这笔资金用作军费;甚至直到如今,若在任何地方谈及此事,大家也一致承认,他虽提出了最善的建议,却蒙受了不公正的对待。因此,理当对那个用巧言欺骗陪审员的人发怒,而不是对受骗的人发怒。因为这个斯特法诺斯以违法提案为由起诉了该决议并出庭,为了进行诽谤,他提供伪证声称阿波罗多洛斯欠公库债务已达二十五年,并且控告了许多诉状之外的事项,从而使该决议被判定有罪。

§6

καὶ τοῦτο μὲν εἰ αὐτῷ ἐδόκει διαπράξασθαι, οὐ χαλεπῶς φέρομεν· ἀλλʼ ἐπειδὴ περὶ τοῦ τιμήματος ἐλάμβανον τὴν ψῆφον οἱ δικασταί, δεομένων ἡμῶν συγχωρῆσαι οὐκ ἤθελεν, ἀλλὰ πεντεκαίδεκα ταλάντων ἐτιμᾶτο,4 ἵνα ἀτιμώσειεν αὐτὸν καὶ παῖδας τοὺς ἐκείνου, καὶ τὴν ἀδελφὴν τὴν ἐμὴν καὶ ἡμᾶς ἅπαντας εἰς τὴν ἐσχάτην ἀπορίαν καταστήσειεν καὶ ἔνδειαν ἁπάντων.

如果他决意要做成这件事,我们并不觉得难以承受;但是,当陪审员们要就罚金进行投票时,尽管我们恳求他达成和解,他却不肯,反而提出了十五塔兰屯的罚金要求,目的就是要剥夺他和他的孩子们的公民权,并让我姐妹和我们所有人陷入极度的困顿和一无所有的境地。

§7

ἡ μὲν γὰρ οὐσία οὐδὲ τριῶν ταλάντων πάνυ τι ἦν, ὥστε δυνηθῆναι ἐκτεῖσαι τοσοῦτον ὄφλημα· μὴ ἐκτεισθέντος δὲ τοῦ ὀφλήματος ἐπὶ τῆς ἐνάτης πρυτανείας, διπλοῦν ἔμελλεν ἔσεσθαι τὸ ὄφλημα καὶ ἐγγραφήσεσθαι Ἀπολλόδωρος τριάκοντα τάλαντα ὀφείλων τῷ δημοσίῳ· ἐγγεγραμμένου δὲ τῷ δημοσίῳ, ἀπογραφήσεσθαι ἔμελλεν ἡ ὑπάρχουσα οὐσία Ἀπολλοδώρῳ δημοσία εἶναι, πραθείσης δʼ αὐτῆς εἰς τὴν ἐσχάτην ἀπορίαν καταστήσεσθαι καὶ αὐτὸς καὶ παῖδες οἱ ἐκείνου καὶ γυνὴ καὶ ἡμεῖς ἅπαντες.

因为他的全部财产甚至不足三塔兰屯,根本无力偿还如此巨额的罚金。如果在第九个主席团任期之内未能清偿债务,罚金就将翻倍,阿波罗多洛斯就将被登记为欠公库三十塔兰屯的债务人;一旦被登记在公库账上,阿波罗多洛斯的现存财产就必将被登记没收为公产,而在变卖之后,他本人、他的孩子们、妻子以及我们所有人,都必将陷入极端贫困的境地。

语法注4 条
  1. 1πολλά με τὰ παρακαλοῦντα ἦν

    πολλά 处于表语位置(无冠词),带冠词的分词短语 τὰ παρακαλοῦντα 作主语,意为“促使我的事情有很多”。με 是分词 παρακαλοῦντα 的宾语。

  2. 3ἐν ᾧ ἦν ἢ κρατήσασιν ὑμῖν μεγίστοις τῶν Ἑλλήνων εἶναι καὶ ἀναμφισβητήτως τά τε ὑμέτερα αὐτῶν κεκομίσθαι καὶ καταπεπολεμηκέναι Φίλιππον, ἢ ὑστερίσασι τῇ βοηθείᾳ καὶ προεμένοις τοὺς συμμάχους, διʼ ἀπορίαν χρημάτων καταλυθέντος τοῦ στρατοπέδου, τούτους τʼ ἀπολέσαι καὶ τοῖς ἄλλοις Ἕλλησιν ἀπίστους εἶναι δοκεῖν, καὶ κινδυνεύειν περὶ τῶν ὑπολοίπων

    ἦν 加不定式构成非人称结构,表示可能性或必然局面(“你们有可能/注定……”)。与格分词 κρατήσασιν 以及相对立的 ὑστερίσασι ... καὶ προεμένοις 与充当后续各不定式(εἶναι, κεκομίσθαι, καταπεπολεμηκέναι 以及 ἀπολέσαι, δοκεῖν, κινδυνεύειν)逻辑主语的与格代词 ὑμῖν 一致(μεγίστοις 则是与 ὑμῖν 格一致的 εἶναι 的表语形容词)。

  3. 4κελευόντων μὲν τῶν νόμων... κύριον δʼ ἡγούμενος δεῖν τὸν δῆμον εἶναι

    由 μέν 和 δέ 构成的对比结构,体现了句法上的不对称:前半句是属格绝对结构(κελευόντων ... τῶν νόμων),而后半句则转为主格分词(ἡγούμενος),与主句主语阿波罗多洛斯一致。ἡγούμενος 支配 δεῖν 及其带有的宾格加不定式结构(τὸν δῆμον εἶναι κύριον)。

  4. 6πεντεκαίδεκα ταλάντων ἐτιμᾶτο

    中间态动词 ἐτιμᾶτο 是法律专门术语,指原告方“提议/要求(某一数额的)罚金”(区别于主动态 τιμᾶν,指法庭或陪审团裁定刑罚)。πεντεκαίδεκα ταλάντων 是表示价值/惩罚额度的属格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg059.humanitext-grc2:1-7