- 底本
- Demosthenes. Orationes, Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg059.humanitext-grc2:67-73
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者陈述了埃派内托斯反诉斯特法诺斯非法拘禁、并通过和解为涅埃拉之女法诺筹措嫁资的经过。接着指控斯特法诺斯攀附贫困的王执政官泰奥格涅斯,将身为外邦人的法诺冒充亲女许配给他,致使外邦女子主持了城邦最神圣秘密的祭仪。
κατὰ δὴ τοῦτον τὸν νόμον γράφεται αὐτὸν ὁ Ἐπαίνετος, καὶ ὡμολόγει μὲν χρῆσθαι τῇ ἀνθρώπῳ, οὐ μέντοι μοιχός γε εἶναι· οὔτε γὰρ Στεφάνου θυγατέρα αὐτὴν εἶναι ἀλλὰ Νεαίρας, τήν τε μητέρα αὐτῆς συνειδέναι πλησιάζουσαν αὑτῷ, ἀνηλωκέναι τε πολλὰ εἰς αὐτάς, τρέφειν τε ὁπότε ἐπιδημήσειεν, τὴν οἰκίαν ὅλην· τόν τε νόμον ἐπὶ τούτοις παρεχόμενος, ὃς οὐκ ἐᾷ ἐπὶ ταύτῃσι μοιχὸν λαβεῖν ὁπόσαι ἂν ἐπʼ ἐργαστηρίου καθῶνται ἢ πωλῶνται ἀποπεφασμένως, ἐργαστήριον φάσκων καὶ τοῦτο εἶναι, τὴν Στεφάνου οἰκίαν, καὶ τὴν ἐργασίαν ταύτην εἶναι, καὶ ἀπὸ τούτων αὐτοὺς εὐπορεῖν μάλιστα.
正是依据这条法律,埃派内托斯起诉了他。埃派内托斯固然承认与那女人有往来,却坚称自己并非通奸者:因为她并非斯特法诺斯的女儿,而是涅埃拉的女儿;她的母亲深知她与自己同寝;他曾为她们挥霍巨资,并在每逢来到雅典时供养全家。此外他还援引了这样一条法律——该法律不允许针对坐在作坊中或公开发卖肉体的女子捉拿通奸者——他声称斯特法诺斯的寓所正是这样一所作坊,这正是她们的行当,而他们主要便是靠此致富的。
τούτους δὲ τοὺς λόγους λέγοντος τοῦ Ἐπαινέτου καὶ τὴν γραφὴν γεγραμμένου, γνοὺς Στέφανος οὑτοσὶ ὅτι ἐξελεγχθήσεται πορνοβοσκῶν καὶ συκοφαντῶν, δίαιταν ἐπιτρέπει πρὸς τὸν Ἐπαίνετον αὐτοῖς τοῖς ἐγγυηταῖς, ὥστε τῆς μὲν ἐγγύης αὐτοὺς ἀφεῖσθαι, τὴν δὲ γραφὴν ἀνελέσθαι τὸν Ἐπαίνετον.
由于埃派内托斯陈述了这些理据并递交了诉状,这位斯特法诺斯意识到自己作为淫媒和诬告者的面目必将败露,便将他与埃派内托斯之间的争端交付担保人自己进行仲裁,条件是解除他们的担保责任,而埃派内托斯则撤回起诉。
πεισθέντος δὲ τοῦ Ἐπαινέτου ἐπὶ τούτοις καὶ ἀνελομένου τὴν γραφὴν ἣν ἐδίωκε Στέφανον, γενομένης συνόδου αὐτοῖς καὶ καθεζομένων διαιτητῶν τῶν ἐγγυητῶν, δίκαιον μὲν οὐδὲν εἶχε λέγειν Στέφανος, εἰς ἔκδοσιν δʼ ἠξίου τὸν Ἐπαίνετον τῇ τῆς Νεαίρας θυγατρὶ συμβαλέσθαι, λέγων τὴν ἀπορίαν τὴν αὑτοῦ καὶ τὴν ἀτυχίαν τὴν πρότερον γενομένην τῇ ἀνθρώπῳ πρὸς τὸν Φράστορα, καὶ ὅτι ἀπολωλεκὼς εἴη τὴν προῖκα, καὶ οὐκ ἂν δύναιτο πάλιν αὐτὴν ἐκδοῦναι·
埃派内托斯接受了这些条件,撤回了针对斯特法诺斯的控告。随后他们召集会议,担保人作为仲裁人入席。在席间斯特法诺斯毫无正当理由可陈,却要求埃派内托斯为涅埃拉之女的婚嫁出资,陈述自己的穷困、先前那女子在弗拉斯托尔那里遭遇的不幸,以及他已损失了嫁妆、无力再次将她嫁出;“你既与那女人同宿过,”
σὺ δὲ καὶ κέχρησαι ἔφη τῇ ἀνθρώπῳ, καὶ δίκαιος εἶ ἀγαθόν τι ποιῆσαι αὐτήν,1 καὶ ἄλλους ἐπαγωγοὺς λόγους, οὓς ἄν τις δεόμενος ἐκ πονηρῶν πραγμάτων εἴποι ἄν. ἀκούσαντες δʼ ἀμφοτέρων αὐτῶν οἱ διαιτηταὶ διαλλάττουσιν αὐτούς, καὶ πείθουσι τὸν Ἐπαίνετον χιλίας δραχμὰς εἰσενεγκεῖν εἰς τὴν ἔκδοσιν τῇ θυγατρὶ τῇ Νεαίρας. καὶ ὅτι πάντα ταῦτα ἀληθῆ λέγω, τούτων ὑμῖν μάρτυρας αὐτοὺς τοὺς ἐγγυητὰς καὶ διαιτητὰς γενομένους καλῶ. ΜΑΡΤΥΡΕΣ.
他说,“便理应为她做些好事,”并说了其他一些花言巧语,恰如一个因作恶而陷入困境之人所能说出的那样。仲裁人听取了双方的陈述后,使他们达成和解,并劝服埃派内托斯为涅埃拉之女的嫁资出资一千德拉克马。为证明我所说的一切皆为事实,我将传唤担任过担保人和仲裁人的当事人出庭为你们作证。 证人。
"Ναυσίφιλος Κεφαλῆθεν, Ἀριστόμαχος Κεφαλῆθεν μαρτυροῦσιν ἐγγυηταὶ γενέσθαι Ἐπαινέτου τοῦ Ἀνδρίου, ὅτʼ ἔφη Στέφανος μοιχὸν εἰληφέναι Ἐπαίνετον· καὶ ἐπειδὴ ἐξῆλθεν Ἐπαίνετος παρὰ Στεφάνου καὶ κύριος ἐγένετο αὑτοῦ, γράψασθαι γραφὴν Στέφανον πρὸς τοὺς θεσμοθέτας, ὅτι αὐτὸν ἀδίκως εἷρξεν· καὶ αὐτοὶ διαλλακταὶ γενόμενοι διαλλάξαι Ἐπαίνετον καὶ Στέφανον· τὰς δὲ διαλλαγὰς εἶναι ἃς παρέχεται Ἀπολλόδωρος." ΔΙΑΛΛΑΓΑΙ. "ἐπὶ τοῖσδε διήλλαξαν Στέφανον καὶ Ἐπαίνετον οἱ διαλλακταί, τῶν μὲν γεγενημένων περὶ τὸν εἱργμὸν μηδεμίαν μνείαν ἔχειν, Ἐπαίνετον δὲ δοῦναι χιλίας δραχμὰς Φανοῖ εἰς ἔκδοσιν, ἐπειδὴ κέχρηται αὐτῇ πολλάκις· στέφανον δὲ παρέχειν Φανὼ Ἐπαινέτῳ, ὁπόταν ἐπιδημῇ καὶ βούληται συνεῖναι αὐτῇ."
“凯法勒区的瑙西菲洛斯、凯法勒区的阿里斯托马科斯作证:在斯特法诺斯声称当场捉获安德罗斯岛人埃派内托斯通奸时,他们曾作为埃派内托斯的担保人;当埃派内托斯脱离斯特法诺斯并重获人身自由后,便向司法官公堂起诉斯特法诺斯非法拘禁;他们自己充当调停人使埃派内托斯与斯特法诺斯和解;其和解协议即为阿波罗多洛斯所出示的内容。” 和解协议。 “调停人按以下条件使斯特法诺斯与埃派内托斯达成和解:对先前拘禁一事不得再予提及;埃派内托斯当给付法诺一千德拉克马作为嫁妆,因他曾屡次与她同宿;斯特法诺斯则当在埃派内托斯来到雅典并愿与法诺同居时,将法诺提供给埃派内托斯。”
τὴν τοίνυν περιφανῶς ἐγνωσμένην ξένην εἶναι καὶ ἐφʼ ᾗ μοιχὸν οὗτος ἐτόλμησε λαβεῖν, εἰς τοσοῦτον ὕβρεως καὶ ἀναιδείας ἦλθεν Στέφανος οὑτοσὶ καὶ Νέαιρα αὑτηί, ὥστε ἐτόλμησαν μὴ ἀγαπᾶν εἰ ἔφασκον αὐτὴν ἀστὴν εἶναι, ἀλλὰ κατιδόντες Θεογένην Κοιρωνίδην λαχόντα βασιλέα, ἄνθρωπον εὐγενῆ μέν, πένητα δὲ καὶ ἄπειρον πραγμάτων, συμπαραγενόμενος αὐτῷ δοκιμαζομένῳ καὶ συνευπορήσας ἀναλωμάτων, ὅτε εἰσῄει εἰς τὴν ἀρχήν, Στέφανος οὑτοσί,2 καὶ ὑπελθὼν καὶ τὴν ἀρχὴν παρʼ αὐτοῦ πριάμενος, πάρεδρος γενόμενος, δίδωσι τὴν ἄνθρωπον ταύτην γυναῖκα, τὴν τῆς Νεαίρας θυγατέρα, καὶ ἐγγυᾷ Στέφανος οὑτοσὶ ὡς αὑτοῦ θυγατέρα οὖσαν· οὕτω πολὺ τῶν νόμων καὶ ὑμῶν κατεφρόνησεν.
对于这样一个公认明知是外邦人、且这厮竟敢借她捉奸的女子,这位斯特法诺斯和这位涅埃拉竟达到了如此傲慢和无耻的境地,以致他们不仅不满足于声称她是女公民,而且在察觉到柯罗尼代氏族的泰奥格涅斯抽中王执政官之职——此人出身贵族,却家境贫寒且不通世故——之后,这位斯特法诺斯便在他接受资格审查时伴随在侧,在他就任公职时资助开支,讨好他并成为其助理,从而实质上向他买下了这一官职;接着他将这个女人,即涅埃拉的女儿,许配给他为妻,并冒充是自己的女儿与之订婚;他是如此蔑视法律与你们!
καὶ αὕτη ἡ γυνὴ ὑμῖν ἔθυε τὰ ἄρρητα ἱερὰ ὑπὲρ τῆς πόλεως, καὶ εἶδεν ἃ οὐ προσῆκεν αὐτὴν ὁρᾶν ξένην οὖσαν, καὶ τοιαύτη οὖσα εἰσῆλθεν οἷ οὐδεὶς ἄλλος Ἀθηναίων τοσούτων ὄντων εἰσέρχεται ἀλλʼ ἢ ἡ τοῦ βασιλέως γυνή,3 ἐξώρκωσέν τε τὰς γεραρὰς τὰς ὑπηρετούσας τοῖς ἱεροῖς, ἐξεδόθη δὲ τῷ Διονύσῳ γυνή, ἔπραξε δὲ ὑπὲρ τῆς πόλεως τὰ πάτρια τὰ πρὸς τοὺς θεούς, πολλὰ καὶ ἅγια καὶ ἀπόρρητα. ἃ δὲ μηδʼ ἀκοῦσαι πᾶσιν οἷόν τʼ ἐστίν, πῶς ποιῆσαί γε τῇ ἐπιτυχούσῃ εὐσεβῶς ἔχει, ἄλλως τε καὶ τοιαύτῃ γυναικὶ καὶ τοιαῦτα ἔργα διαπεπραγμένῃ;
正是这个女人,代表城邦为你们献祭不可泄露的祭祀,目睹了她身为外邦人绝不该目睹之物;以她这等身份,竟走入了如此众多的雅典人中除王执政官之妻外绝无任何人可以涉足之圣所,主持了侍奉神圣祭仪的年长女祭司们的宣誓,作为新娘被献给狄奥尼索斯,并代表城邦向诸神执行了祖传的仪式——众多、神圣且不可言传的仪式。这些仪式连听闻都并非人人获准,任何普通女子又怎能虔敬地去执行呢?更何况是这样一个女子,这样一个干下如此勾当的女人!
- 70δίκαιος εἶ ἀγαθόν τι ποιῆσαι αὐτήν
δίκαιός εἰμι 接不定词的人称句式(代替无人称句式 δίκαιόν ἐστιν σέ... 接宾格加不定词),意为“你理当/有责任为她做些好事”。
- 72κατιδόντες... συμπαραγενόμενος αὐτῷ δοκιμαζομένῳ... Στέφανος οὑτοσί
句式破格(anacoluthon):句子以主格复数分词 κατιδόντες 开头(指斯特法诺斯与涅埃拉二人),随后却转为阳性单数分词(συμπαραγενόμενος 等)和单数主谓语(δίδωσι, ἐγγυᾷ),与单数主语 Στέφανος οὑτοσί 一致。这体现了语意重心从两名同谋者转移到了作为具体实施者的斯特法诺斯一人身上。
- 73ἀλλʼ ἢ ἡ τοῦ βασιλέως γυνή
惯用短语 ἀλλʼ ἤ 与否定表达(此处为 οὐδεὶς ἄλλος)相呼应,表示“除了……之外”。主格名词短语 ἡ τοῦ βασιλέως γυνή 与主句主语 οὐδεὶς ἄλλος 保持同格一致。
