← 狄摩西尼

控诉内埃拉

§59-66

宗族拒收男童与构陷通奸勒索财物

演说者陈述了弗拉斯托尔在病中试图将男童登记入宗族却因拒绝起誓而遭否决的经过,以及斯特法诺斯设局诬陷涅埃拉的旧相好埃派内托斯通奸以敲诈钱财的事件。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§59

ὡς γὰρ εἰσῆγεν ὁ Φράστωρ εἰς τοὺς φράτερας τὸν παῖδα ἐν τῇ ἀσθενείᾳ ὢν τὸν ἐκ τῆς θυγατρὸς τῆς Νεαίρας, καὶ εἰς τοὺς Βρυτίδας ὧν καὶ αὐτός ἐστιν ὁ Φράστωρ γεννήτης, εἰδότες οἶμαι οἱ γεννῆται τὴν γυναῖκα ἥτις ἦν, ἣν ἔλαβεν ὁ Φράστωρ τὸ πρῶτον, τὴν τῆς Νεαίρας θυγατέρα, καὶ τὴν ἀπόπεμψιν τῆς ἀνθρώπου, καὶ διὰ τὴν ἀσθένειαν πεπεισμένον αὐτὸν πάλιν ἀναλαβεῖν τὸν παῖδα, ἀποψηφίζονται τοῦ παιδὸς1 καὶ οὐκ ἐνέγραφον αὐτὸν εἰς σφᾶς αὐτούς.

事实上,当弗拉斯托尔在生病期间,试图将涅埃拉女儿所生的男童引入胞族成员之中,并引入弗拉斯托尔自己也是其成员的布律提代宗族时,我想宗族成员们深知弗拉斯托尔最初娶的那个女人——即涅埃拉的女儿——究竟是何种人,也知晓该妇人被逐出之事,并深知他是因病才被说服重新接纳该男童,因此他们投票否决了该男童,拒绝将他登记在他们的名册中。

§60

λαχόντος δὲ τοῦ Φράστορος αὐτοῖς δίκην, ὅτι οὐκ ἐνέγραφον αὑτοῦ υἱόν, προκαλοῦνται αὐτὸν οἱ γεννῆται πρὸς τῷ διαιτητῇ ὀμόσαι καθʼ ἱερῶν τελείων ἦ μὴν νομίζειν εἶναι αὑτοῦ υἱὸν ἐξ ἀστῆς γυναικὸς καὶ ἐγγυητῆς κατὰ τὸν νόμον. προκαλουμένων δὲ ταῦτα τῶν γεννητῶν τὸν Φράστορα πρὸς τῷ διαιτητῇ, ἔλιπεν ὁ Φράστωρ τὸν ὅρκον2 καὶ οὐκ ὤμοσεν.

在弗拉斯托尔因他们拒绝登记其子而向他们提起诉讼后,宗族成员在仲裁人面前向他提出挑战,要求他在成年牺牲面前宣誓,确信此男童乃依法明媒正娶的雅典女公民为他所生之子。当宗族成员在仲裁人面前向弗拉斯托尔提出此项要求时,弗拉斯托尔放弃了宣誓,并未发誓。

§61

καὶ ὅτι ἀληθῆ ταῦτα λέγω, τούτων ὑμῖν μάρτυρας τοὺς παρόντας Βρυτιδῶν παρέξομαι. ΜΑΡΤΥΡΕΣ. "Τιμόστρατος Ἑκάληθεν, Ξάνθιππος Ἐροιάδης, Εὐάλκης Φαληρεύς, Ἄνυτος Λακιάδης, Εὐφράνωρ Αἰγιλιεύς, Νίκιππος Κεφαλῆθεν μαρτυροῦσιν εἶναι καὶ αὑτοὺς καὶ Φράστορα τὸν Αἰγιλιέα τῶν γεννητῶν οἳ καλοῦνται Βρυτίδαι, καὶ ἀξιοῦντος Φράστορος εἰσάγειν τὸν υἱὸν τὸν αὑτοῦ εἰς τοὺς γεννήτας, εἰδότες αὐτοὶ ὅτι Φράστορος υἱὸς εἴη ἐκ τῆς θυγατρὸς τῆς Νεαίρας, κωλύειν εἰσάγειν Φράστορα τὸν υἱόν."

为证明我所言属实,我将向你们出示到场的布律提代宗族成员作为这些事实的证人。 证人。 “赫卡勒区的蒂莫斯特拉托斯、埃罗伊阿代区的克桑提波斯、法勒隆区的埃瓦尔克斯、拉基阿代区的阿努托斯、埃吉利亚区的埃夫弗拉诺尔、凯法勒区的尼基波斯作证:他们自己以及埃吉利亚区的弗拉斯托尔均属于名为布律提代的宗族成员;当弗拉斯托尔要求将自己的儿子引入宗族时,他们深知他是弗拉斯托尔与涅埃拉之女所生之子,因而阻止了弗拉斯托尔引入该子。”

§62

οὐκοῦν περιφανῶς ἐπιδεικνύω ὑμῖν καὶ αὐτοὺς τοὺς οἰκειοτάτους Νεαίρας ταυτησὶ καταμεμαρτυρηκότας ὡς ἔστιν ξένη, Στέφανόν τε τουτονὶ τὸν ἔχοντα ταύτην νυνὶ καὶ συνοικοῦντʼ αὐτῇ καὶ Φράστορα τὸν λαβόντα τὴν θυγατέρα, Στέφανον μὲν οὐκ ἐθελήσαντα ἀγωνίσασθαι ὑπὲρ τῆς θυγατρὸς τῆς ταύτης, γραφέντα ὑπὸ Φράστορος πρὸς τοὺς θεσμοθέτας ὡς Ἀθηναίῳ ὄντι ξένης θυγατέρα αὐτῷ ἠγγύησεν, ἀλλʼ ἀποστάντα τῆς προικὸς καὶ οὐκ ἀπολαβόντα, Φράστορα δʼ ἐκβαλόντα τε τὴν θυγατέρα τὴν Νεαίρας ταυτησὶ γήμαντα, ἐπειδὴ ἐπύθετο οὐ Στεφάνου οὖσαν, καὶ τὴν προῖκα οὐκ ἀποδόντα, ἐπειδή τε ἐπείσθη ὕστερον διὰ τὴν ἀσθένειαν τὴν αὑτοῦ καὶ τὴν ἀπαιδίαν καὶ τὴν ἔχθραν τὴν πρὸς τοὺς οἰκείους ποιήσασθαι τὸν υἱόν, καὶ ἐπειδὴ εἰσῆγεν εἰς τοὺς γεννήτας, ἀποψηφισαμένων τῶν γεννητῶν καὶ διδόντων ὅρκον αὐτῷ οὐκ ἐθελήσαντα ὀμόσαι, ἀλλὰ μᾶλλον εὐορκεῖν προελόμενον, καὶ ἑτέραν ὕστερον γήμαντα γυναῖκα ἀστὴν κατὰ τὸν νόμον· αὗται γὰρ αἱ πράξεις περιφανεῖς οὖσαι μεγάλας μαρτυρίας δεδώκασι κατʼ αὐτῶν, ὅτι ἔστι ξένη Νέαιρα αὑτηί.

难道我不是已清楚地向你们指明,连与这位涅埃拉关系最亲近之人也已作证她实为外邦人吗?无论是如今占有她并与她同居的这位斯特法诺斯,还是娶了她女儿的弗拉斯托尔:斯特法诺斯在因将外邦女人的女儿许配给身为雅典公民的弗拉斯托尔而被弗拉斯托尔向司法官公堂起诉时,不愿为了这个女人的女儿进行抗辩,而是放弃了嫁妆,不再索回;而弗拉斯托尔在娶了这位涅埃拉的女儿之后,一旦得知她并非斯特法诺斯所生便将她逐出家门,且不退还嫁妆;后来他因自身疾病、无嗣以及对亲戚的怨恨而被说服收养该子,并在将他引入宗族时,因宗族成员投票否决并向他提出宣誓要求,他不愿起誓,而是宁愿选择避免伪誓,随后又依法迎娶了另一位雅典女公民。因为这些显著的行为,已提供了针对他们自身的有力证据,证明这位涅埃拉确为外邦人。

§64

σκέψασθε δὲ καὶ τὴν αἰσχροκερδίαν τὴν Στεφάνου τουτουὶ καὶ τὴν πονηρίαν, ἵνα καὶ ἐκ ταύτης εἰδῆτε ὅτι οὐκ ἔστιν Νέαιρα αὑτηὶ ἀστή. Ἐπαίνετον γὰρ τὸν Ἄνδριον, ἐραστὴν ὄντα Νεαίρας ταυτησὶ παλαιὸν καὶ πολλὰ ἀνηλωκότα εἰς αὐτὴν καὶ καταγόμενον παρὰ τούτοις ὁπότε ἐπιδημήσειεν Ἀθήναζε διὰ τὴν φιλίαν τὴν Νεαίρας, ἐπιβουλεύσας Στέφανος οὑτοσί, μεταπεμψάμενος εἰς ἀγρὸν ὡς θύων, λαμβάνει μοιχὸν ἐπὶ τῇ θυγατρὶ τῇ Νεαίρας ταυτησί, καὶ εἰς φόβον καταστήσας πράττεται μνᾶς τριάκοντα, καὶ λαβὼν ἐγγυητὰς τούτων Ἀριστόμαχόν τε τὸν θεσμοθετήσαντα καὶ Ναυσίφιλον τὸν Ναυσινίκου τοῦ ἄρξαντος υἱόν, ἀφίησιν ὡς ἀποδώσοντα αὑτῷ τὸ ἀργύριον.

且请看这位斯特法诺斯的卑劣贪婪与奸诈,使你们由此亦能明了这位涅埃拉绝非女公民。安德罗斯岛人埃派内托斯是这位涅埃拉的旧相好,曾为她耗费巨资,且因与涅埃拉的情谊,每逢来到雅典便寄宿在他们家中;这位斯特法诺斯却向他设下圈套,以举行祭祀为借口将他召至乡间庄园,将他作为与这位涅埃拉的女儿通奸之人当场捉住,令其陷入恐慌之中并勒索了三十明那;在令曾任司法官的阿里斯托马科斯和曾任执政官的瑙西尼科斯之子瑙西菲洛斯作为这笔款项的担保人后,他才将他放走,条件是他将支付这笔款项。

§66

ἐξελθὼν δὲ ὁ Ἐπαίνετος καὶ αὐτὸς αὑτοῦ κύριος γενόμενος γράφεται πρὸς τοὺς θεσμοθέτας γραφὴν Στέφανον τουτονί, ἀδίκως εἱρχθῆναι ὑπʼ αὐτοῦ,3 κατὰ τὸν νόμον ὃς κελεύει, ἐάν τις ἀδίκως εἵρξῃ ὡς μοιχόν, γράψασθαι πρὸς τοὺς θεσμοθέτας ἀδίκως εἱρχθῆναι, καὶ ἐὰν μὲν ἕλῃ τὸν εἵρξαντα καὶ δόξῃ ἀδίκως ἐπιβεβουλεῦσθαι, ἀθῷον εἶναι αὐτὸν καὶ τοὺς ἐγγυητὰς ἀπηλλάχθαι τῆς ἐγγύης· ἐὰν δὲ δόξῃ μοιχὸς εἶναι, παραδοῦναι αὐτὸν κελεύει τοὺς ἐγγυητὰς τῷ ἑλόντι, ἐπὶ δὲ τοῦ δικαστηρίου ἄνευ ἐγχειριδίου χρῆσθαι ὅ τι ἂν βουληθῇ,4 ὡς μοιχῷ ὄντι.

埃派内托斯脱身后重获自由,便依照法律向司法官公堂对这位斯特法诺斯提起了刑事起诉,控告自己遭到他的非法拘禁。该法律规定:若有人将他人作为通奸者非法拘禁,受害者当向司法官公堂提起非法拘禁之诉;若他使拘禁他的人定罪,且法庭认定他是遭到了非法陷害,则他本人免于惩处,担保人亦免除担保责任;但若认定他确为通奸者,法律则命令担保人将其移交捕获者,且在法庭之上捕获者在不用匕首的前提下可随意处置他,视其为通奸者对待。

语法注4 条
  1. 59ἀποψηφίζονται τοῦ παιδὸς

    动词 ἀποψηφίζομαι 通常表示“表决宣告无罪”(接属格)。但在公民权或宗族登记审查的专门语境中,它接候选人的属格(τοῦ παιδὸς),意为“投票否决/拒绝接纳某人”。

  2. 60ἔλιπεν ὁ Φράστωρ τὸν ὅρκον

    短语 λιπεῖν τὸν ὅρκον 为惯用表达,意为“放弃/拒绝宣誓”(to decline the oath)。指面对对方在仲裁中提出的发誓挑请(πρόκλησις),因惧怕伪誓而退缩、未敢起誓。

  3. 66γράφεται πρὸς τοὺς θεσμοθέτας γραφὴν Στέφανον τουτονί, ἀδίκως εἱρχθῆναι ὑπʼ αὐτοῦ

    中动动词 γράφεται 构成了双重宾格:同源宾格的起诉罪名(γραφήν)以及被起诉之人(Στέφανον τουτονί)。其后的被动不定词短语 ἀδίκως εἱρχθῆναι ὑπʼ αὐτοῦ 则充当说明具体控告事由的内容(“指控自己遭到他的非法拘禁”)。

  4. 66ἐπὶ δὲ τοῦ δικαστηρίου ἄνευ ἐγχειριδίου χρῆσθαι ὅ τι ἂν βουληθῇ

    ἐπὶ τοῦ δικαστηρίου 意为“在法庭上/在法庭面前”。不定式 χρῆσθαι 依附于法律条文中的 κελεύει,或者作为成文法中常见的命令性不定式使用。限定短语 ἄνευ ἐγχειριδίου(“不用匕首/短剑”)是法律上的限制条款,禁止在法庭当场杀害已定罪的通奸者。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg059.humanitext-grc2:59-66