- 底本
- Demosthenes. Orationes, Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg059.humanitext-grc2:52-58
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
斯特法诺斯起诉索要赡养费后,弗拉斯托尔反向司法官公堂起诉斯特法诺斯欺瞒将异邦女子之女嫁与公民,斯特法诺斯惧怕重罚遂撤诉和解。此后弗拉斯托尔重病,因不愿让有隙的亲属继承财产,受感化暂时收养了涅埃拉之女所生之子,但病愈后便立刻迎娶了正统的雅典女公民。
λαχόντος δὲ τοῦ Στεφάνου αὐτῷ δίκην σίτου εἰς Ὠιδεῖον κατὰ τὸν νόμον ὃς κελεύει, ἐὰν ἀποπέμπῃ τὴν γυναῖκα, ἀποδιδόναι τὴν προῖκα, ἐὰν δὲ μή, ἐπʼ ἐννέʼ ὀβολοῖς τοκοφορεῖν, καὶ σίτου εἰς Ὠιδεῖον εἶναι δικάσασθαι ὑπὲρ τῆς γυναικὸς τῷ κυρίῳ, γράφεται ὁ Φράστωρ Στέφανον τουτονὶ γραφὴν πρὸς τοὺς θεσμοθέτας, Ἀθηναίῳ ὄντι ξένης θυγατέρα αὐτῷ ἐγγυῆσαι ὡς αὑτῷ προσήκουσαν,1 κατὰ τὸν νόμον τουτονί. καί μοι ἀνάγνωθι αὐτόν. ΝΟΜΟΣ. "ἐὰν δέ τις ἐκδῷ ξένην γυναῖκα ἀνδρὶ Ἀθηναίῳ ὡς ἑαυτῷ προσήκουσαν, ἄτιμος ἔστω, καὶ ἡ οὐσία αὐτοῦ δημοσία ἔστω, καὶ τοῦ ἑλόντος τὸ τρίτον μέρος.2 γραφέσθων δὲ πρὸς τοὺς θεσμοθέτας οἷς ἔξεστιν, καθάπερ τῆς ξενίας."
但是,斯特法诺斯根据法律——该法律规定,若有人遣弃妻子,必须退还嫁妆,若不退还,则须按九奥波尔计息,且其监护人有权在音乐厅为该妇女提起索取赡养费之诉——在音乐厅向弗拉斯托尔提起了赡养费诉讼;于是弗拉斯托尔依据下述法律,向司法官公堂对这位斯特法诺斯提起了刑事起诉,控告他将一名外国女人的女儿伪称为自己的亲族,许配给身为雅典公民的弗拉斯托尔。请把该法读给我听。 法律。 “若有人将外国女人伪称为自己的亲族,嫁与雅典男子,当受剥夺公权之刑,其财产收归国有,其中三分之一归胜诉的原告所有。凡有权提起公诉者,皆可向司法官公堂提起公诉,一如冒充公民罪之规。”
τὸν μὲν τοίνυν νόμον ἀνέγνω ὑμῖν, καθʼ ὃν ἐγράφη Στέφανος οὑτοσὶ ὑπὸ τοῦ Φράστορος πρὸς τοὺς θεσμοθέτας. γνοὺς δʼ ὅτι κινδυνεύσει ἐξελεγχθεὶς ξένης θυγατέρα ἠγγυηκέναι καὶ ταῖς ἐσχάταις ζημίαις περιπεσεῖν, διαλλάττεται πρὸς τὸν Φράστορα καὶ ἀφίσταται τῆς προικός, καὶ τὴν δίκην τοῦ σίτου ἀνείλετο, καὶ ὁ Φράστωρ τὴν γραφὴν παρὰ τῶν θεσμοθετῶν. καὶ ὡς ἀληθῆ λέγω, τούτων ὑμῖν μάρτυρα αὐτὸν τὸν Φράστορα καλῶ, καὶ ἀναγκάσω μαρτυρεῖν κατὰ τὸν νόμον.
书记官已经向你们宣读了弗拉斯托尔据以向司法官公堂起诉这位斯特法诺斯的法律。斯特法诺斯深知,一旦被判定许配外国女人之女的罪名成立,他将面临蒙受极刑的危险,于是他便与弗拉斯托尔和解,放弃了嫁妆要求,撤回了赡养费诉讼,而弗拉斯托尔也从司法官公堂撤回了公诉。为了证明我所言属实,我传唤弗拉斯托尔本人作为这些事实的证人,并将依法强制他作证。
κάλει μοι Φράστορα Αἰγιλιέα. ΜΑΡΤΥΡΙΑ. "Φράστωρ Αἰγιλιεὺς μαρτυρεῖ, ἐπειδὴ ᾔσθετο Νεαίρας θυγατέρα ἐγγυήσαντα αὑτῷ Στέφανον ὡς ἑαυτοῦ οὖσαν θυγατέρα, γράψασθαι αὐτὸν γραφὴν πρὸς τοὺς θεσμοθέτας κατὰ τὸν νόμον, καὶ τὴν ἄνθρωπον ἐκβαλεῖν ἐκ τῆς ἑαυτοῦ οἰκίας καὶ οὐκέτι συνοικεῖν αὐτῇ, καὶ λαχόντος αὑτῷ Στεφάνου εἰς Ὠιδεῖον σίτου διαλύσασθαι πρὸς αὑτὸν Στέφανον, ὥστε τὴν γραφὴν ἀναιρεθῆναι παρὰ τῶν θεσμοθετῶν καὶ τὴν δίκην τοῦ σίτου ἣν ἔλαχεν ἐμοὶ Στέφανος."
请为我传唤埃吉利亚区的弗拉斯托尔。 证词。 “埃吉利亚区的弗拉斯托尔作证:当他察觉斯特法诺斯将涅埃拉的女儿伪称为自己的女儿许配给自己时,他依法向司法官公堂提起了公诉,将该女子逐出家门并不再与她同居;当斯特法诺斯在音乐厅向他提起赡养费诉讼时,他与斯特法诺斯达成了和解,条件是撤回在司法官公堂的公诉,并撤回斯特法诺斯向我提起的赡养费诉讼。”
φέρε δὴ ὑμῖν καὶ ἑτέραν μαρτυρίαν παράσχωμαι τοῦ τε Φράστορος καὶ τῶν φρατέρων αὐτοῦ καὶ γεννητῶν, ὡς ἔστι ξένη Νέαιρα αὑτηί. οὐ πολλῷ χρόνῳ γὰρ ὕστερον ἢ ἐξέπεμψεν ὁ Φράστωρ τὴν τῆς Νεαίρας θυγατέρα, ἠσθένησε καὶ πάνυ πονηρῶς διετέθη καὶ εἰς πᾶσαν ἀπορίαν κατέστη. διαφορᾶς δʼ οὔσης αὐτῷ παλαιᾶς πρὸς τοὺς οἰκείους τοὺς αὑτοῦ καὶ ὀργῆς καὶ μίσους, πρὸς δὲ καὶ ἄπαις ὤν, ψυχαγωγούμενος ἐν τῇ ἀσθενείᾳ τῇ θεραπείᾳ τῇ ὑπό τε τῆς Νεαίρας καὶ τῆς θυγατρὸς αὐτῆς (ἐβάδιζον γὰρ πρὸς αὐτόν, ὡς ἠσθένει καὶ ἔρημος ἦν τοῦ θεραπεύσοντος τὸ νόσημα, τὰ πρόσφορα τῇ νόσῳ φέρουσαι καὶ ἐπισκοπούμεναι· ἴστε δήπου καὶ αὐτοὶ ὅσου ἀξία ἐστὶν γυνὴ ἐν ταῖς νόσοις, παροῦσα κάμνοντι ἀνθρώπῳ) ἐπείσθη δὴ τὸ παιδίον, ὃ ἔτεκεν ἡ θυγάτηρ ἡ Νεαίρας ταυτησὶ ὅτʼ ἐξεπέμφθη ὑπὸ τοῦ Φράστορος κυοῦσα, πυθομένου ὅτι οὐ Στεφάνου εἴη θυγάτηρ ἀλλὰ Νεαίρας, καὶ ὀργισθέντος ἐπὶ τῇ ἀπάτῃ, πάλιν λαβεῖν καὶ ποιήσασθαι υἱὸν αὑτοῦ, λογισμὸν ἀνθρώπινον καὶ εἰκότα λογιζόμενος, ὅτι πονηρῶς μὲν ἔχοι καὶ οὐ πολλὴ ἐλπὶς εἴη αὐτὸν περιγενήσεσθαι, τοῦ δὲ μὴ λαβεῖν τοὺς συγγενεῖς τὰ αὑτοῦ μηδʼ ἄπαις τετελευτηκέναι ἐποιήσατο τὸν παῖδα3 καὶ ἀνέλαβεν ὡς αὑτόν· ἐπεὶ ὅτι γε ὑγιαίνων οὐκ ἄν ποτε ἔπραξεν, μεγάλῳ τεκμηρίῳ καὶ περιφανεῖ ἐγὼ ὑμῖν ἐπιδείξω.
现在,让我再向你们出示来自弗拉斯托尔及其胞族和宗族成员的另一项证词,以证明此处的涅埃拉确为外邦人。因为在弗拉斯托尔遣走涅埃拉的女儿后不久,他便生了重病,身体极度恶化,陷入完全无助的境地。由于他与自己的亲戚素有旧隙、怨恨与仇视,加之又没有子嗣,他在病中被涅埃拉及其女儿的照料所感化(因为她们见他患病且无人看护照顾,便常去他那里,为他送去适于病情的调摄之物并照料他;想必你们自己也深知,在疾病之中,有女子陪伴在患病之人身旁是多么难能可贵),于是他被说服,重新收养并立为自己儿子的,正是这位涅埃拉的女儿在被弗拉斯托尔怀着身孕遣走后所生的孩子——当时弗拉斯托尔得知她并非斯特法诺斯的女儿而是涅埃拉之女,因而对这桩骗局感到愤怒——他出于人之常情且合理的盘算,认为自己病情严重,康复的希望渺茫,为了不让亲戚夺走自己的财产、也不让自己死后无嗣,他才收养了这男孩并接纳到自己家中;至于说若他身体康健就绝不会做出这种事,我将用一个重大且显著的凭据向你们证明。
ὡς γὰρ ἀνέστη τάχιστα ἐξ ἐκείνης τῆς ἀσθενείας ὁ Φράστωρ καὶ ἀνέλαβεν αὑτὸν καὶ ἔσχεν ἐπιεικῶς τὸ σῶμα, λαμβάνει γυναῖκα ἀστὴν κατὰ τοὺς νόμους, Σατύρου μὲν τοῦ Μελιτέως θυγατέρα γνησίαν, Διφίλου δὲ ἀδελφήν. ὥστε ὅτι μὲν οὐχ ἑκὼν ἀνεδέξατο τὸν παῖδα, ἀλλὰ βιασθεὶς ὑπὸ τῆς νόσου καὶ τῆς ἀπαιδίας καὶ τῆς ὑπʼ αὐτῶν θεραπείας καὶ τῆς ἔχθρας τῆς πρὸς τοὺς οἰκείους, ἵνα μὴ κληρονόμοι γένωνται τῶν αὑτοῦ, ἄν τι πάθῃ, ταῦτʼ ἔστω ὑμῖν τεκμήρια· δηλώσει δὲ καὶ τἀκόλουθʼ αὐτῶν ἔτι μᾶλλον.
因为弗拉斯托尔从那场疾病中一康复,体力恢复、身体状况好转之后,立刻依法迎娶了一位雅典女公民,即梅里特区的萨提洛斯的合法婚生女、迪菲洛斯的姐妹。因此,他并非出于本心认领该男童,而是迫于疾病、无嗣、她们的看护以及对亲戚的敌意(唯恐自己若遭遇不测,亲戚会成为其财产的继承人),这些事实足可作为你们的凭证;而此后接续发生的事情还将更清楚地表明这一点。
- 52γράφεταί ὁ Φράστωρ Στέφανον τουτονὶ γραφὴν πρὸς τοὺς θεσμοθέτας, Ἀθηναίῳ ὄντι ξένης θυγατέρα αὐτῷ ἐγγυῆσαι ὡς αὑτῷ προσήκουσαν
中动词 γράφεται 带双宾格:被控诉人(Στέφανον τουτονί)与表示起诉性质的同源内含宾格(γραφήν)。其后的不定词短语 Ἀθηναίῳ ὄντι ξένης θυγατέρα αὐτῷ ἐγγυῆσαι 作为 γραφήν 的同格说明语,明确具体罪名。与格分词短语 Ἀθηναίῳ ὄντι 及代词 αὐτῷ 均指原告弗拉斯托尔本人(“许配给身为雅典公民的他自己”)。
- 52καὶ τοῦ ἑλόντος τὸ τρίτον μέρος
此处省略了命令式动词 ἔστω(或 εἶναι),为表示所有归属的属格句式。冠词性分词 τοῦ ἑλόντος 为 αἱρέω 的第二不定过去时主动态分词,意为“胜诉定罪的原告”,整句意为“其中三分之一属于胜诉的起诉人”。
- 57τοῦ δὲ μὴ λαβεῖν τοὺς συγγενεῖς τὰ αὑτοῦ μηδʼ ἄπαις τετελευτηκέναι ἐποιήσατο τὸν παῖδα
带定冠词属格的不定词短语 τοῦ δὲ μὴ λαβεῖν ... μηδʼ ... τετελευτηκέναι 表示目的(“为了不让亲属拿走……亦不让自己无嗣而死”)。在此句中,前文虽已有 ἐπείσθη ... πάλιν λαβεῖν καὶ ποιήσασθαι(被说服收养),但在长篇插入成分之后,用主变位动词 ἐποιήσατο ... καὶ ἀνέλαβεν 重申收养行为,起到了复收并明确句式主干的作用。
