- 底本
- Demosthenes. Orationes, Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg059.humanitext-grc2:45-51
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
弗里尼翁与斯特法诺斯的纠纷经私人仲裁达成和解,裁定两人隔日轮流保有涅埃拉;此后斯特法诺斯将涅埃拉的女儿法诺冒充为自己的亲生女嫁给雅典公民,最终被休弃。
λαχόντος τοίνυν αὐτῷ τοῦ Φρυνίωνος δίκην, ὅτι αὐτοῦ ἀφείλετο Νέαιραν ταυτηνὶ εἰς ἐλευθερίαν, καὶ ὅτι, ἃ ἐξῆλθεν ἔχουσα παρʼ αὐτοῦ αὕτη, ὑπεδέξατο, συνῆγον αὐτοὺς οἱ ἐπιτήδειοι καὶ ἔπεισαν δίαιταν ἐπιτρέψαι αὑτοῖς. καὶ ὑπὲρ μὲν τοῦ Φρυνίωνος διαιτητὴς ἐκαθέζετο Σάτυρος Ἀλωπεκῆθεν ὁ Λακεδαιμονίου ἀδελφός, ὑπὲρ δὲ Στεφάνου τουτουὶ Σαυρίας Λαμπτρεύς· κοινὸν δὲ αὑτοῖς προσαιροῦνται Διογείτονα Ἀχαρνέα.
后来,弗里尼翁以斯特法诺斯借口声索此处的涅埃拉为自由人而将其夺走、并窝藏了她逃离时从他那里带走的财物为由,对斯特法诺斯提起了诉讼;双方的友人便出面调解,劝说他们将纠纷托付给友人进行私人仲裁。阿洛佩凯区的萨提洛斯(拉凯代莫尼奥斯的兄弟)作为弗里尼翁一方的仲裁人出席,兰普特赖区的绍里亚斯则代表这位斯特法诺斯出席;他们还共同增选了阿哈尔奈区的迪奥盖同作为公断人。
συνελθόντες δʼ οὗτοι ἐν τῷ ἱερῷ, ἀκούσαντες ἀμφοτέρων καὶ αὐτῆς τῆς ἀνθρώπου τὰ πεπραγμένα, γνώμην ἀπεφήναντο, καὶ οὗτοι ἐνέμειναν αὐτῇ, τὴν μὲν ἄνθρωπον ἐλευθέραν εἶναι καὶ αὐτὴν αὑτῆς κυρίαν, ἃ δʼ ἐξῆλθεν ἔχουσα Νέαιρα παρὰ Φρυνίωνος χωρὶς ἱματίων καὶ χρυσίων καὶ θεραπαινῶν, ἃ αὐτῇ τῇ ἀνθρώπῳ ἠγοράσθη, ἀποδοῦναι Φρυνίωνι πάντα· συνεῖναι δʼ ἑκατέρῳ ἡμέραν παρʼ ἡμέραν·1 ἐὰν δὲ καὶ ἄλλως πως ἀλλήλους πείθωσι, ταῦτα κύρια εἶναι· τὰ δʼ ἐπιτήδεια τῇ ἀνθρώπῳ τὸν ἔχοντα ἀεὶ παρέχειν, καὶ ἐκ τοῦ λοιποῦ χρόνου φίλους εἶναι ἀλλήλοις καὶ μὴ μνησικακεῖν.
这些人在神庙中会合,听取了双方当事人及这女人本人的陈述后,作出了仲裁裁决,当事双方也遵从了这项裁决:判定这女人为自由人,拥有对自己身体的自主权;但涅埃拉离开弗里尼翁处时所带走的一切财物,除为该女子本人购置的衣物、金饰与女仆之外,须全数归还弗里尼翁;两人隔日轮流与她同居;但若他们自行达成其他协商,则以协商为准;无论何时,正在保有她的那一方须供给这女人的生活所需;自此往后,双方应重归于好,不得怀恨在心。
ἡ μὲν οὖν γνωσθεῖσα διαλλαγὴ ὑπὸ τῶν διαιτητῶν Φρυνίωνι καὶ Στεφάνῳ περὶ Νεαίρας ταυτησὶ αὕτη ἐστίν. ὅτι δʼ ἀληθῆ λέγω ταῦτα, τούτων ὑμῖν τὴν μαρτυρίαν ἀναγνώσεται. κάλει μοι Σάτυρον Ἀλωπεκῆθεν, Σαυρίαν Λαμπτρέα, Διογείτονα Ἀχαρνέα. ΜΑΡΤΥΡΙΑ. "Σάτυρος Ἀλωπεκῆθεν, Σαυρίας Λαμπτρεύς, Διογείτων Ἀχαρνεὺς μαρτυροῦσι διαλλάξαι διαιτηταὶ γενόμενοι περὶ Νεαίρας τῆς νυνὶ ἀγωνιζομένης Στέφανον καὶ Φρυνίωνα· τὰς δὲ διαλλαγὰς εἶναι, καθʼ ἃς διήλλαξαν, οἵας παρέχεται Ἀπολλόδωρος." ΔΙΑΛΛΑΓΑΙ. "κατὰ τάδε διήλλαξαν Φρυνίωνα καὶ Στέφανον, χρῆσθαι ἑκάτερον Νεαίρᾳ τὰς ἴσας ἡμέρας τοῦ μηνὸς παρʼ ἑαυτοῖς ἔχοντας, ἂν μή τι ἄλλο αὐτοὶ αὑτοῖς συγχωρήσωσιν."
以上便是仲裁人针对涅埃拉为弗里尼翁与斯特法诺斯所裁定的和解协议。为了证明我所言非虚,书记官将向你们宣读他们的证词。请为我传唤阿洛佩凯区的萨提洛斯、兰普特赖区的绍里亚斯、阿哈尔奈区的迪奥盖同。 证词。 “阿洛佩凯区的萨提洛斯、兰普特赖区的绍里亚斯、阿哈尔奈区的迪奥盖同作证:其曾担任仲裁人,就如今受审的涅埃拉一事调解了斯特法诺斯与弗里尼翁的争端;其达成和解的条件正如阿波罗多洛斯所呈交者。” 和解协议。 “依据下列条款调解弗里尼翁与斯特法诺斯:双方各自在每月相等的日数中将涅埃拉留于各自家中同居,除非他们彼此另有协定。”
ὡς δʼ ἀπηλλαγμένοι ἦσαν, οἱ παρόντες ἑκατέρῳ ἐπὶ τῇ διαίτῃ καὶ τοῖς πράγμασιν, οἷον οἶμαι φιλεῖ γίγνεσθαι ἑκάστοτε, ἄλλως τε καὶ περὶ ἑταίρας οὔσης αὐτοῖς τῆς διαφορᾶς, ἐπὶ δεῖπνον ᾖσαν ὡς ἑκάτερον αὐτῶν, ὁπότε καὶ Νέαιραν ἔχοιεν, καὶ αὑτηὶ συνεδείπνει καὶ συνέπινεν ὡς ἑταίρα οὖσα. καὶ ὅτι ταῦτʼ ἀληθῆ λέγω, κάλει μοι μάρτυρας τοὺς συνόντας αὐτοῖς, Εὔβουλον Προβαλίσιον, Διοπείθην Μελιτέα, Κτήσωνα ἐκ Κεραμέων. ΜΑΡΤΥΡΕΣ. "Εὔβουλος Προβαλίσιος, Διοπείθης Μελιτεύς, Κτήσων ἐκ Κεραμέων μαρτυροῦσιν, ἐπειδὴ αἱ διαλλαγαὶ ἐγένοντο αἱ περὶ Νεαίρας Φρυνίωνι καὶ Στεφάνῳ, πολλάκις συνδειπνῆσαι αὐτοῖς καὶ συμπίνειν μετὰ Νεαίρας τῆς νυνὶ ἀγωνιζομένης, καὶ ὁπότε παρὰ Στεφάνῳ εἴη Νέαιρα καὶ ὁπότε παρὰ Φρυνίωνι."
当他们达成和解之后,在仲裁过程和处理纠纷中陪伴在双方身旁的人们——正如我认为在这类场合通常会发生的那样,更何况他们之间的争端是为了一个交际花——每当轮到谁保有涅埃拉,大家便前往谁的家中赴宴,而这女人也以交际花的身份与他们同席共饮。为了证明我说的是实话,请为我传唤曾与他们同席的证人:普罗巴林托斯区的欧布洛斯、梅里特区的迪奥佩忒斯、克拉梅伊斯区的克特松。 证人。 “普罗巴林托斯区的欧布洛斯、梅里特区的迪奥佩忒斯、克拉梅伊斯区的克特松作证:自从弗里尼翁与斯特法诺斯之间达成关于涅埃拉的和解协议之后,无论涅埃拉是在斯特法诺斯处还是在弗里尼翁处,他们都曾多次与他们同席赴宴,并与如今受审的涅埃拉一同饮酒。”
ὅτι μὲν τοίνυν ἐξ ἀρχῆς δούλη ἦν καὶ ἐπράθη δὶς καὶ ἠργάζετο τῷ σώματι ὡς ἑταίρα οὖσα, καὶ ἀπέδρα τὸν Φρυνίωνα εἰς Μέγαρα, καὶ ἥκουσα κατηγγυήθη ὡς ξένη οὖσα πρὸς τῷ πολεμάρχῳ, τῷ τε λόγῳ ἀποφαίνω ὑμῖν καὶ μεμαρτύρηται. βούλομαι δʼ ὑμῖν καὶ αὐτὸν Στέφανον τουτονὶ ἐπιδεῖξαι καταμεμαρτυρηκότʼ αὐτῆς2 ὡς ἔστι ξένη.
因此,关于她起初是奴隶、曾被贩卖两次、作为交际花卖身谋生、逃离弗里尼翁前往墨伽拉、并在返回后作为外邦人在军政官面前被要求提供担保等事实,我已在演说中向你们作了陈述,并已由证词所证实。我现在还想向你们证明:正是这个斯特法诺斯本人,也曾作出不利于她的见证,证明她是外邦人。
τὴν γὰρ θυγατέρα τὴν ταυτησὶ Νεαίρας, ἣν ἦλθεν ἔχουσα ὡς τουτονὶ παιδάριον μικρόν, ἣν τότε μὲν Στρυβήλην ἐκάλουν, νυνὶ δὲ Φανώ, ἐκδίδωσι Στέφανος οὑτοσὶ ὡς οὖσαν αὑτοῦ θυγατέρα ἀνδρὶ Ἀθηναίῳ Φράστορι Αἰγιλιεῖ, καὶ προῖκα ἐπʼ αὐτῇ δίδωσι τριάκοντα μνᾶς. ὡς δʼ ἦλθεν ὡς τὸν Φράστορα, ἄνδρα ἐργάτην καὶ ἀκριβῶς τὸν βίον συνειλεγμένον, οὐκ ἠπίστατο τοῖς τοῦ Φράστορος τρόποις ἀρέσκειν, ἀλλʼ ἐζήτει τὰ τῆς μητρὸς ἔθη καὶ τὴν παρʼ αὐτῇ ἀκολασίαν, ἐν τοιαύτῃ οἶμαι ἐξουσίᾳ τεθραμμένη.
因为这个斯特法诺斯将涅埃拉的女儿——即尚为幼童时被她带到他家中、当时被称为斯特律贝勒而如今名为法诺者——伪称为自己的亲生女儿,嫁给了雅典公民埃吉利亚区的弗拉斯托尔,并为她奉上了三十明那的嫁妆。然而当她来到弗拉斯托尔——一个勤勉做工且精打细算维持生计的男子——身边后,却不懂得顺应弗拉斯托尔的操行,反而追逐其母亲的恶习及母亲身边的放浪行径,我想这是由于她从小在那种放任的环境中被娇纵养大的缘故。
ὁρῶν δὲ Φράστωρ αὐτὴν οὔτε κοσμίαν οὖσαν οὔτʼ ἐθέλουσαν αὑτοῦ ἀκροᾶσθαι, ἅμα δὲ καὶ πεπυσμένος σαφῶς ἤδη ὅτι Στεφάνου μὲν οὐκ εἴη θυγάτηρ, Νεαίρας δέ, τὸ δὲ πρῶτον ἐξηπατήθη, ὅτʼ ἠγγυᾶτο ὡς Στεφάνου θυγατέρα λαμβάνων καὶ οὐ Νεαίρας, ἀλλὰ τούτῳ ἐξ ἀστῆς αὐτὴν γυναικὸς οὖσαν πρότερον πρὶν ταύτῃ συνοικῆσαι,3 ὀργισθεὶς δʼ ἐπὶ τούτοις ἅπασιν, καὶ ὑβρίσθαι ἡγούμενος καὶ ἐξηπατῆσθαι, ἐκβάλλει τὴν ἄνθρωπον ὡς ἐνιαυτὸν συνοικήσας αὐτῇ, κυοῦσαν, καὶ τὴν προῖκα οὐκ ἀποδίδωσιν.
弗拉斯托尔见她既不端庄又不愿听从自己的教诲,同时又确切得知她并非斯特法诺斯的女儿,而是涅埃拉所生;他起初在订婚时完全受了蒙骗,当时他以为自己娶的是斯特法诺斯的女儿而非涅埃拉的女儿,是斯特法诺斯在与涅埃拉同居前与一位雅典女公民所生之女;他对这一切大为恼怒,自感遭受了极大的侮辱与欺骗,于是在与该女子同居约一年之后,尽管她已有身孕,仍将她逐出家门,并且拒绝退还嫁妆。
- 46ἡμέραν παρʼ ἡμέραν
由介词 παρά 接宾格构成的习惯用语,作时间状语,意为“隔天”、“一日轮替一天”(alternate days)。
- 49καταμεμαρτυρηκότʼ αὐτῆς
动词 καταμαρτυρέω 支配表示不利对象的属格(αὐτῆς)。此处并非指法庭上的正式作证,而是指斯特法诺斯自身的行径(诈婚法诺及其后果)成了不利于涅埃拉、证实其外邦人身份的铁证。
- 51ἀλλὰ τούτῳ ἐξ ἀστῆς αὐτὴν γυναικὸς οὖσαν πρότερον πρὶν ταύτῃ συνοικῆσαι
宾格加分词短语(αὐτὴν οὖσαν),与前文的 ὡς Στεφάνου θυγατέρα λαμβάνων καὶ οὐ Νεαίρας 相对照并列,说明弗拉斯托尔订婚时所信以为真的内容:即她是由雅典女公民(ἐξ ἀστῆς γυναικός)在斯特法诺斯(τούτῳ,属有与格)与涅埃拉(ταύτῃ)同居之前为他所生的亲生女。
