← 狄摩西尼

控诉内埃拉

§38-44

在雅典同居与靠设局敲诈维持生计

斯特法诺斯带涅埃拉及其子女来到雅典,并在军政官前提供担保人阻止弗里尼翁强抢涅埃拉;随后二人假借夫妻之名,依靠涅埃拉卖淫及设局敲诈情夫维持生计,演说者同时揭露了斯特法诺斯早年充当卑劣讼棍的劣迹。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§38

ἐπάρας δὲ αὐτὴν οὗτος ἐν τοῖς Μεγάροις τῷ λόγῳ καὶ φυσήσας, ὡς κλαύσοιτο ὁ Φρυνίων εἰ ἅψοιτο αὐτῆς, αὐτὸς δὲ γυναῖκα αὐτὴν ἕξων, τούς τε παῖδας τοὺς ὄντας αὐτῇ τότε εἰσάξων εἰς τοὺς φράτερας ὡς αὑτοῦ ὄντας καὶ πολίτας ποιήσων, ἀδικήσει δὲ οὐδεὶς ἀνθρώπων, ἀφικνεῖται αὐτὴν ἔχων δεῦρο ἐκ τῶν Μεγάρων, καὶ παιδία μετʼ αὐτῆς τρία, Πρόξενον καὶ Ἀρίστωνα καὶ θυγατέρα, ἣν νυνὶ Φανὼ καλοῦσιν·

这个人在墨伽拉用言语给她鼓劲、吹嘘,说若是弗里尼翁敢碰她,弗里尼翁定会追悔莫及,而他自己则会娶她为妻,把她当时已有的几个孩子作为自己的骨肉引荐入胞族并使他们成为公民,且世上绝无任何人能加害于她;于是他携她从墨伽拉来到了这里,同行的还有三个小孩:普罗克塞诺斯、阿里斯同,以及一个如今被称为法诺的女儿。

§39

καὶ εἰσάγει αὐτὴν καὶ τὰ παιδία εἰς τὸ οἰκίδιον ὃ ἦν αὐτῷ παρὰ τὸν ψιθυριστὴν Ἑρμῆν, μεταξὺ τῆς Δωροθέου τοῦ Ἐλευσινίου οἰκίας καὶ τῆς Κλεινομάχου, ἣν νυνὶ Σπίνθαρος παρʼ αὐτοῦ ἐώνηται ἑπτὰ μνῶν. ὥστε ἡ μὲν ὑπάρχουσα Στεφάνῳ οὐσία αὕτη ἦν καὶ ἄλλο οὐδέν· δυοῖν δʼ ἕνεκα ἦλθεν ἔχων αὐτήν, ὡς ἐξ ἀτελείας τε ἕξων καλὴν ἑταίραν, καὶ τὰ ἐπιτήδεια ταύτην ἐργασομένην καὶ θρέψουσαν τὴν οἰκίαν·1 οὐ γὰρ ἦν αὐτῷ ἄλλη πρόσοδος, ὅ τι μὴ συκοφαντήσας τι λάβοι.

他把她和孩子们带进了他自己在低语赫尔墨斯像旁所拥有的狭小屋舍,该屋位于厄琉息斯区的多罗特奥斯住宅与克莱诺马科斯住宅之间,如今斯宾塔罗斯已花七明那从他手中买下了这所房屋。因此,这就是斯特法诺斯名下现有的全部财产,别无他物。他带她前来是出于两个缘由:一是由于不用付出代价便能拥有一位美丽的交际花,二是因为她能够从业谋生来供给所需以供养家小;因为他除通过充当讼棍敲诈勒索以求斩获之外,再无别的收入来源。

§40

πυθόμενος δὲ ὁ Φρυνίων ἐπιδημοῦσαν αὐτὴν καὶ οὖσαν παρὰ τούτῳ, παραλαβὼν νεανίσκους μεθʼ ἑαυτοῦ καὶ ἐλθὼν ἐπὶ τὴν οἰκίαν τὴν τοῦ Στεφάνου ἦγεν αὐτήν. ἀφαιρουμένου δὲ τοῦ Στεφάνου κατὰ τὸν νόμον εἰς ἐλευθερίαν,2 κατηγγύησεν αὐτὴν πρὸς τῷ πολεμάρχῳ. καὶ ὡς ἀληθῆ λέγω, τούτων αὐτὸν μάρτυρα ὑμῖν τὸν τότε πολέμαρχον παρέξομαι. καί μοι κάλει Αἰήτην Κειριάδην. ΜΑΡΤΥΡΙΑ. "Αἰήτης Κειριάδης μαρτυρεῖ πολεμαρχοῦντος αὑτοῦ κατεγγυηθῆναι Νέαιραν τὴν νυνὶ ἀγωνιζομένην ὑπὸ Φρυνίωνος τοῦ Δημοχάρους ἀδελφοῦ, καὶ ἐγγυητὰς γενέσθαι Νεαίρας Στέφανον Ἐροιάδην, Γλαυκέτην Κηφισιέα, Ἀριστοκράτην Φαληρέα."

当弗里尼翁得知她在本地居留且住在斯特法诺斯处时,便带了若干青年同行,来到斯特法诺斯的住处要将她带走。但由于斯特法诺斯依据法律声索其为自由人,弗里尼翁遂在执政官(负责外邦人事务的军政官)面前要求她提供担保人。为了证明我说的是实话,我将向你们提供当时的军政官本人出庭作证。请为我传唤凯里阿代区的艾埃特斯。 证词。 “凯里阿代区的艾埃特斯作证:在其担任军政官期间,如今受审的涅埃拉被代莫哈雷斯的兄弟弗里尼翁要求提供担保,埃罗亚代区的斯特法诺斯、克菲西亚区的格劳凯特斯、法勒隆区的阿里斯托克拉特斯担任了涅埃拉的担保人。”

§41

διεγγυηθεῖσα δʼ ὑπὸ Στεφάνου καὶ οὖσα παρὰ τούτῳ τὴν μὲν αὐτὴν ἐργασίαν οὐδὲν ἧττον ἢ πρότερον ἠργάζετο, τοὺς δὲ μισθοὺς μείζους ἐπράττετο τοὺς βουλομένους αὐτῇ πλησιάζειν, ὡς ἐπὶ προσχήματος ἤδη τινὸς οὖσα καὶ ἀνδρὶ συνοικοῦσα. συνεσυκοφάντει δὲ καὶ οὗτος, εἴ τινα ξένον ἀγνῶτα πλούσιον λάβοι ἐραστὴν αὐτῆς, ὡς μοιχὸν ἐπʼ αὐτῇ ἔνδον ἀποκλείων καὶ ἀργύριον πραττόμενος πολύ, εἰκότως· οὐσία μὲν γὰρ οὐχ ὑπῆρχεν Στεφάνῳ οὐδὲ Νεαίρᾳ, ὥστε τὰ καθʼ ἡμέραν ἀναλώματα δύνασθαι ὑποφέρειν, ἡ δὲ διοίκησις συχνή, ὁπότʼ ἔδει τοῦτόν τε καὶ αὑτὴν τρέφειν καὶ παιδάρια τρία, ἃ ἦλθεν ἔχουσα ὡς αὐτόν, καὶ θεραπαίνας δύο καὶ οἰκέτην διάκονον, ἄλλως τε καὶ μεμαθηκυῖα μὴ κακῶς ἔχειν τὰ ἐπιτήδεια ἑτέρων ἀναλισκόντων αὐτῇ τὸ πρότερον.

涅埃拉在由斯特法诺斯担保获释并留在他处之后,依然如故地从事着先前的营生,但却对想要与她亲近的人索要更高的酬金,借口自己如今已有某种体面且与一个男子同居。若是抓到某个素不相识的有钱异邦人做她的情夫,斯特法诺斯也一同合谋敲诈,借口抓住其在室内奸淫她而将其关押起来,并勒索大笔钱财——这自是意料之中;因为斯特法诺斯和涅埃拉都不具备足以承受日常开销的资财,而家庭用度却很庞大,毕竟她不得不供养这个人、她自己、她带到他家来的三个小童、两名女仆以及一名伺候的仆役;更何况她先前早就习惯了由他人为她挥金如土而过着阔绰的日子。

§43

οὔτε γὰρ ἀπὸ τῆς πολιτείας προσῄει Στεφάνῳ τουτῳὶ ἄξιον λόγου· οὐ γάρ πω ἦν ῥήτωρ, ἀλλʼ ἔτι συκοφάντης τῶν παραβοώντων παρὰ τὸ βῆμα καὶ γραφομένων μισθοῦ καὶ φαινόντων καὶ ἐπιγραφομένων ταῖς ἀλλοτρίαις γνώμαις, ἕως ὑπέπεσε Καλλιστράτῳ τῷ Ἀφιδναίῳ· ἐξ ὅτου δὲ τρόπου καὶ διʼ ἣν αἰτίαν, ἐγὼ ὑμῖν καὶ περὶ τούτου διέξειμι, ἐπειδὰν περὶ ταυτησὶ Νεαίρας ἐπιδείξω ὡς ἔστι ξένη καὶ ὡς μεγάλα ὑμᾶς ἠδίκηκεν καὶ ὡς ἠσέβηκεν εἰς τοὺς θεούς, ἵνʼ εἰδῆτε ὅτι καὶ αὐτὸς οὗτος ἄξιός ἐστιν οὐκ ἐλάττω δοῦναι δίκην ἢ καὶ Νέαιρα αὑτηί, ἀλλὰ καὶ πολλῷ μείζω καὶ μᾶλλον, ὅσῳ Ἀθηναῖος φάσκων εἶναι οὕτω πολὺ τῶν νόμων καταπεφρόνηκεν καὶ ὑμῶν καὶ τῶν θεῶν, ὥστʼ οὐδʼ ὑπὲρ τῶν ἡμαρτημένων αὑτῷ αἰσχυνόμενος τολμᾷ ἡσυχίαν ἄγειν, ἀλλὰ συκοφαντῶν ἄλλους τε καὶ ἐμέ, τουτονὶ πεποίηκεν αὐτὸν καὶ ταύτην εἰς τηλικοῦτον ἀγῶνα καταστῆσαι,3 ὥστʼ ἐξετασθῆναι μὲν ταύτην ἥτις ἐστίν, ἐξελεγχθῆναι δὲ τὴν αὐτοῦ πονηρίαν.

事实上,这个斯特法诺斯从政界也没有任何值得一提的进项:因为他当时还算不上演说家,而只是在讲坛旁随声喧噪、为了收钱而提起公诉、告发他人并在他人提案上署名的下流讼棍,直到后来他投靠了阿菲德奈区的卡利斯特拉托斯。他是以何种手段以及出于何种缘由投靠的,在我证明了此处的涅埃拉确系外邦人、曾对你们犯下大罪并且对神明极不虔敬之后,我也会向你们详加阐述,以便使你们知晓,此人自己不仅应当受到不亚于涅埃拉本人的惩罚,而且应当受到严厉得多、沉重得多的惩罚;因为他自称是雅典人,却如此严重地蔑视法律、蔑视你们与神明,以至于非但不为自己所犯的罪愆感到羞愧而安分守己,反而对包括我在内的其他人多方构陷诬告,致使眼前这个人〔忒奥姆涅斯托斯〕将他和这个女人置于如此重大的诉讼之中,从而使她的真实身份得以彻查,他自己的恶行也得以彻底揭露。

语法注3 条
  1. 39ὡς ἐξ ἀτελείας τε ἕξων καλὴν ἑταίραν, καὶ τὰ ἐπιτήδεια ταύτην ἐργασομένην καὶ θρέψουσαν τὴν οἰκίαν

    连词 ὡς 连带将来分词(ἕξων 与 ἐργασομένην、θρέψουσαν)构成表示主语斯特法诺斯主观目的或动机的结构。前一个分词 ἕξων 为与主语一致的主格阳性,后两个将来分词则以后续的宾格 ταύτην 为逻辑主语,转为宾格分词结构并列。

  2. 40ἀφαιρουμένου δὲ τοῦ Στεφάνου κατὰ τὸν νόμον εἰς ἐλευθερίαν

    ἀφαιρεῖσθαι εἰς ἐλευθερίαν 是古希腊法律专业术语,指主张某人为自由人身分以阻止其被作为奴隶拘押(相当于罗马法中的 vindicatio in libertatem)。此处构成属格独立结构,交代主句动词 κατηγγύησεν(要求提供担保)的前提背景。

  3. 44τουτονὶ πεποίηκεν αὐτὸν καὶ ταύτην εἰς τηλικοῦτον ἀγῶνα καταστῆσαι

    ποιέω 接宾格与不定词构成的使役结构。及物的第一不定过去时主动态不定词 καταστῆσαι(将……置于诉讼中)的逻辑主语为 τουτονὶ(眼前这个人,即起诉人忒奥姆涅斯托斯),αὐτὸν καὶ ταύτην(他即斯特法诺斯与这个女人即涅埃拉)为其直接宾语,表示斯特法诺斯妄为的结果促使忒奥姆涅斯托斯将他们二人置于这场重大的诉讼之中。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg059.humanitext-grc2:38-44