- 底本
- Demosthenes. Orationes, Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg059.humanitext-grc2:32-37
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
弗里尼翁补足余款为涅埃拉赎身并将其带回雅典,但对她极尽侮辱;涅埃拉遂席卷其财物出逃墨伽拉,后在当地结识斯特法诺斯并立其为庇护人。
ἅσμενος δʼ ἀκούσας ἐκεῖνος τοὺς λόγους τούτους αὐτῆς, καὶ λαβὼν τἀργύριον ὃ παρὰ τῶν ἐραστῶν τῶν ἄλλων εἰσηνέχθη αὐτῇ, καὶ προσθεὶς τὸ ἐπίλοιπον αὐτός, κατατίθησιν αὐτῆς τὰς εἴκοσι μνᾶς τῷ Εὐκράτει καὶ τῷ Τιμανορίδᾳ ἐπʼ ἐλευθερίᾳ καὶ ἐφʼ ᾧ ἐν Κορίνθῳ μὴ ἐργάζεσθαι.1 καὶ ὅτι ταῦτʼ ἀληθῆ λέγω, τούτων ὑμῖν τὸν παραγενόμενον μάρτυρα καλῶ. καί μοι κάλει Φίλαγρον Μελιτέα. ΜΑΡΤΥΡΙΑ. "Φίλαγρος Μελιτεὺς μαρτυρεῖ παρεῖναι ἐν Κορίνθῳ, ὅτε Φρυνίων ὁ Δημοχάρους ἀδελφὸς κατετίθει εἴκοσι μνᾶς Νεαίρας τῆς νῦν ἀγωνιζομένης Τιμανορίδᾳ τῷ Κορινθίῳ καὶ Εὐκράτει τῷ Λευκαδίῳ, καὶ καταθεὶς τὸ ἀργύριον ᾤχετο ἀπάγων Ἀθήναζε Νέαιραν."
弗里尼翁欣然听从了她的这番话,收下其他情夫为她筹集来的银钱,自己补足了余款,便向尤克拉特斯和蒂马诺里达斯为她支付了二十明那,条件是让她获得自由且不得在科林斯从业。为了证明我在这件事上说的是实话,我为你们传唤当场在座的证人出庭。请为我传唤梅里特区的菲拉格罗斯。 证词。 “梅里特区的菲拉格罗斯作证:当代莫哈雷斯的兄弟弗里尼翁向科林斯人蒂马诺里达斯和留卡斯人尤克拉特斯为如今受审的涅埃拉支付二十明那时,他本人在科林斯现场;在付清银钱之后,弗里尼翁携涅埃拉离去前往雅典。”
ἀφικόμενος τοίνυν δεῦρο ἔχων αὐτὴν ἀσελγῶς καὶ προπετῶς ἐχρῆτο αὐτῇ, καὶ ἐπὶ τὰ δεῖπνα ἔχων αὐτὴν πανταχοῖ ἐπορεύετο ὅπου πίνοι, ἐκώμαζέ τʼ ἀεὶ μετʼ αὐτοῦ, συνῆν τʼ ἐμφανῶς ὁπότε βουληθείη πανταχοῦ, φιλοτιμίαν τὴν ἐξουσίαν πρὸς τοὺς ὁρῶντας ποιούμενος. καὶ ὡς ἄλλους τε πολλοὺς ἐπὶ κῶμον ἔχων ἦλθεν αὐτὴν καὶ ὡς Χαβρίαν τὸν Αἰξωνέα, ὅτε ἐνίκα ἐπὶ Σωκρατίδου ἄρχοντος τὰ Πύθια τῷ τεθρίππῳ ὃ ἐπρίατο παρὰ τῶν παίδων τῶν Μίτυος τοῦ Ἀργείου, καὶ ἥκων ἐκ Δελφῶν εἱστία τὰ ἐπινίκια ἐπὶ Κωλιάδι. καὶ ἐκεῖ ἄλλοι τε πολλοὶ συνεγίγνοντο αὐτῇ μεθυούσῃ καθεύδοντος τοῦ Φρυνίωνος, καὶ οἱ διάκονοι οἱ Χαβρίου τράπεζαν παραθέμενοι.2
弗里尼翁带着她来到这里后,便放肆粗暴地对待她。凡是他饮酒的地方,他无处不带着她去赴宴,她也时刻与他一同纵酒狂欢,而他在任何地方只要愿意便公开同她在一起,在旁观者面前把支配她的特权当成炫耀的资本。他不仅带着她去许多其他人家中参加狂欢,还去过埃克索内区的哈布里阿斯家中——那是在索克拉提得斯担任执政官的那一年,哈布里阿斯用从阿尔戈斯人米提斯的儿子们那里买来的四马战车在皮提亚竞技会上获胜,从德尔斐返回后在科利亚斯岬举办庆捷宴会的时候。在那里,弗里尼翁睡着之际,许多其他人在涅埃拉醉酒时与她发生关系,甚至连在旁为自己摆设了桌席的哈布里阿斯的仆从们也参与其中。
καὶ ὅτι ταῦτʼ ἀληθῆ λέγω, τοὺς ὁρῶντας ὑμῖν καὶ παρόντας μάρτυρας παρέξομαι. καί μοι κάλει Χιωνίδην Ξυπεταιόνα καὶ Εὐθετίωνα Κυδαθηναιᾶ. ΜΑΡΤΥΡΙΑ. "Χιωνίδης Ξυπεταιών, Εὐθετίων Κυδαθηναιεὺς μαρτυροῦσι κληθῆναι ὑπὸ Χαβρίου ἐπὶ δεῖπνον, ὅτε τὰ ἐπινίκια εἱστία Χαβρίας τῆς νίκης τοῦ ἅρματος, καὶ ἑστιᾶσθαι ἐπὶ Κωλιάδι, καὶ εἰδέναι Φρυνίωνα παρόντα ἐν τῷ δείπνῳ τούτῳ ἔχοντα Νέαιραν τὴν νυνὶ ἀγωνιζομένην, καὶ καθεύδειν σφᾶς αὐτοὺς καὶ Φρυνίωνα καὶ Νέαιραν, καὶ αἰσθάνεσθαι αὐτοὶ ἀνισταμένους3 τῆς νυκτὸς πρὸς Νέαιραν ἄλλους τε καὶ τῶν διακόνων τινάς, οἳ ἦσαν Χαβρίου οἰκέται."
为了证明我说的是实话,我将向你们提供亲眼目睹并当场在座的证人。请为我传唤克绪佩特区的希奥尼得斯和基达特奈翁区的尤特提翁。 证词。 “克绪佩特区的希奥尼得斯、基达特奈翁区的尤特提翁作证:当哈布里阿斯举办战车胜利的庆捷宴会时,他们应哈布里阿斯之邀前去赴宴,并在科利亚斯岬受宴;知晓弗里尼翁带着如今受审的涅埃拉出席了这次宴会;知晓他们自己、弗里尼翁和涅埃拉都在入睡,并且他们亲身察觉到夜间有其他人以及一些仆役(即哈布里阿斯的奴仆)起身去找涅埃拉。”
ἐπειδὴ τοίνυν ἀσελγῶς προὐπηλακίζετο ὑπὸ τοῦ Φρυνίωνος καὶ οὐχ ὡς ᾤετο ἠγαπᾶτο, οὐδʼ ὑπηρέτει αὐτῇ ἃ ἐβούλετο, συσκευασαμένη αὐτοῦ τὰ ἐκ τῆς οἰκίας καὶ ὅσα ἦν αὐτῇ ὑπʼ ἐκείνου περὶ τὸ σῶμα κατεσκευασμένα ἱμάτια καὶ χρυσία, καὶ θεραπαίνας δύο, Θρᾷτταν καὶ Κοκκαλίνην, ἀποδιδράσκει εἰς Μέγαρα. ἦν δὲ ὁ χρόνος οὗτος ᾧ Ἀστεῖος μὲν ἦν ἄρχων Ἀθήνησιν, ὁ καιρὸς δʼ ἐν ᾧ ἐπολεμεῖθʼ ὑμεῖς πρὸς Λακεδαιμονίους τὸν ὕστερον πόλεμον.
由于她受到弗里尼翁如此放肆的羞辱,没有得到预想中的疼爱,对方也不顺从她的意愿满足其所需,她便收拾了弗里尼翁家中的什物,连同他为她穿戴装扮的一切衣物和金饰,以及两名女仆色拉塔与科卡莉内,逃往墨伽拉。当时正是阿斯泰奥斯在雅典担任执政官之年,也即你们与拉栖代梦人进行后一场战争的时期。
διατρίψασα δʼ ἐν τοῖς Μεγάροις δύʼ ἔτη, τόν τʼ ἐπʼ Ἀστείου ἄρχοντος καὶ Ἀλκισθένους ἐνιαυτόν, ὡς αὐτῇ ἡ ἀπὸ τοῦ σώματος ἐργασία οὐχ ἱκανὴν εὐπορίαν παρεῖχεν ὥστε διοικεῖν τὴν οἰκίαν, (πολυτελὴς δʼ ἦν, οἱ Μεγαρεῖς δʼ ἀνελεύθεροι καὶ μικρολόγοι, ξένων δὲ οὐ πάνυ ἐπιδημία ἦν αὐτόθι διὰ τὸ πόλεμον εἶναι καὶ τοὺς μὲν Μεγαρέας λακωνίζειν, τῆς δὲ θαλάττης ὑμᾶς ἄρχειν· εἰς δὲ τὴν Κόρινθον οὐκ ἐξῆν αὐτῇ ἐπανελθεῖν διὰ τὸ ἐπὶ τούτῳ ἀπηλλάχθαι ἀπὸ τοῦ Εὐκράτους καὶ τοῦ Τιμανορίδου, ὥστʼ ἐν Κορίνθῳ μὴ ἐργάζεσθαι), ὡς οὖν γίγνεται ἡ εἰρήνη ἡ ἐπὶ Φρασικλείδου ἄρχοντος καὶ ἡ μάχη ἡ ἐν Λεύκτροις Θηβαίων καὶ Λακεδαιμονίων, τότε ἐπιδημήσαντα Στέφανον τουτονὶ εἰς τὰ Μέγαρα καὶ καταγόμενον ὡς αὐτὴν ἑταίραν οὖσαν καὶ πλησιάσαντα αὐτῇ, διηγησαμένη πάντα τὰ πεπραγμένα καὶ τὴν ὕβριν τοῦ Φρυνίωνος, καὶ ἐπιδοῦσα ἃ ἐξῆλθεν ἔχουσα παρʼ αὐτοῦ, ἐπιθυμοῦσα μὲν τῆς ἐνθάδε οἰκήσεως, φοβουμένη δὲ τὸν Φρυνίωνα διὰ τὸ ἠδικηκέναι μὲν αὐτή, ἐκεῖνον δὲ ὀργίλως ἔχειν αὐτῇ, σοβαρὸν δὲ καὶ ὀλίγωρον εἰδυῖα αὐτοῦ τὸν τρόπον ὄντα, προΐσταται Στέφανον τουτονὶ αὑτῆς.4
她在墨伽拉度过了两年,即阿斯泰奥斯担任执政官的一年和阿尔基斯提涅斯的一年;由于出卖肉体的营生无法提供足够的财力来维持家计(她本人生活奢靡,而墨伽拉人则吝啬小气,加之正值战时,墨伽拉人亲斯巴达,你们则控制海权,当地几乎没有外邦人往来居留;而她又不能返回科林斯,因为她是从尤克拉特斯和蒂马诺里达斯那里以不得在科林斯从业为条件获得解脱的),于是,当弗拉西克雷得斯担任执政官时期的和平到来以及底比斯人与拉栖代梦人在留克特拉发生交战之时,当时此处的斯特法诺斯客居墨伽拉,下榻于身为高级交际花的她那里并与她亲近,她便向他讲述了所发生的一切以及弗里尼翁的横暴,并将自己从弗里尼翁处带走的财物交给了他;她虽然渴望在此地居住,但因自己曾伤害弗里尼翁、使弗里尼翁对她心怀怨怒而害怕他,深知其性情傲慢专横,于是便立此处的斯特法诺斯为自己的庇护人。
- 32ἐφʼ ᾧ ἐν Κορίνθῳ μὴ ἐργάζεσθαι
介词短语 ἐφʼ ᾧ 后接带否定词 μή 的不定式,构成表示“以……为条件”的协定条款句式。它与 ἐπʼ ἐλευθερίᾳ(为了获得自由)并列,表明为她赎身时的法律约定条件。
- 33οἱ διάκονοι οἱ Χαβρίου τράπεζαν παραθέμενοι
中动态短语 τράπεζαν παρατίθεμαι 意为“在旁为自己摆设桌席”(不同于主动语态 παρατίθημι“侍奉膳食”)。不带冠词的中动态分词 παραθέμενοι 作状语,与主动词 συνεγίγνοντο 的主语成分之一 οἱ διάκονοι 一致,表示哈布里阿斯的仆从们在旁为自己摆设了桌席。
- 34αἰσθάνεσθαι αὐτοὶ ἀνισταμένους
在由主动词 μαρτυροῦσι(他们作证)引导的间接引语中,不定式 αἰσθάνεσθαι 的逻辑主语即证人自身,因此使用了主格代词 αὐτοί 而非宾格(主格与不定式结构)。此外,ἀνισταμένους 是受感官动词 αἰσθάνεσθαι 支配的补充性分词,表述他们察觉到(其他人)起身。
- 37τότε ἐπιδημήσαντα Στέφανον τουτονὶ ... προΐσταται Στέφανον τουτονὶ αὑτῆς
此处构成了自第36节延伸而来的长周期的核心句式骨架。在分词 διατρίψασα 及包含详细背景解释的原因从句 ὡς... 之后,叙述由 ὡς οὖν 重新接续,最终落实到主句动词 προΐσταται(立……为庇护人)。宾格 Στέφανον(由分词 ἐπιδημήσαντα, καταγόμενον, πλησιάσαντα 修饰)为 προΐσταται 的直接宾语,该动词支配属格代词 αὑτῆς(她自己的)。在句末靠近主动词处再次出现宾语 Στέφανον τουτονὶ,是为了在一连串插入性从属分词(διηγησαμένη, ἐπιδοῦσα, ἐπιθυμοῦσα, φοβουμένη, εἰδυῖα)之后恢复句法衔接的清晰度。
