- 底本
- Demosthenes. Orationes, Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg059.humanitext-grc2:24-31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
控告人通过证词陈述了涅埃拉如何被带到雅典参加大泛雅典娜节并公然充当交际花,以及她在科林斯从业的经历。随后他阐明涅埃拉被两位情夫买下后获允赎身,遂向弗里尼翁求助以凑齐剩余二十明那赎金的经过。
πάλιν τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, μετὰ ταῦτα Σῖμος ὁ Θετταλὸς ἔχων Νέαιραν ταυτηνὶ ἀφικνεῖται δεῦρο εἰς τὰ Παναθήναια τὰ μεγάλα. συνηκολούθει δὲ καὶ ἡ Νικαρέτη αὐτῇ, κατήγοντο δὲ παρὰ Κτησίππῳ τῷ Γλαυκωνίδου τῷ Κυδαντίδῃ, καὶ συνέπινεν καὶ συνεδείπνει ἐναντίον πολλῶν Νέαιρα αὑτηὶ ὡς ἂν ἑταίρα οὖσα.1 καὶ ὅτι ἀληθῆ λέγω, τούτων ὑμῖν τοὺς μάρτυρας καλῶ.
再者,雅典人啊,此后,色萨利人西姆斯携此处的涅埃拉来到这里参加大泛雅典娜节。尼卡蕾特也随她同来,他们下榻在基丹提达埃区的格劳科尼德斯之子克特西普斯家中;此处的涅埃拉便宛如高级交际花一般,当着许多人的面同饮共餐。为了证明我说的是实话,我传唤这些事实的证人到你们面前出庭。
καί μοι κάλει Εὐφίλητον Σίμωνος Αἰξωνέα καὶ Ἀριστόμαχον Κριτοδήμου Ἀλωπεκῆθεν. ΜΑΡΤΥΡΕΣ. "Εὐφίλητος Σίμωνος Αἰξωνεύς, Ἀριστόμαχος Κριτοδήμου Ἀλωπεκῆθεν, μαρτυροῦσιν εἰδέναι Σῖμον τὸν Θετταλὸν ἀφικόμενον Ἀθήναζε εἰς τὰ Παναθήναια τὰ μεγάλα, καὶ μετʼ αὐτοῦ Νικαρέτην καὶ Νέαιραν τὴν νυνὶ ἀγωνιζομένην· καὶ κατάγεσθαι αὐτοὺς παρὰ Κτησίππῳ τῷ Γλαυκωνίδου, καὶ συμπίνειν μετʼ αὐτῶν Νέαιραν ὡς ἑταίραν οὖσαν καὶ ἄλλων πολλῶν παρόντων καὶ συμπινόντων παρὰ Κτησίππῳ."
请为我传唤埃克索内区的西蒙之子尤菲勒托斯,以及阿洛佩克区的克里托得莫斯之子阿里斯托马科斯。 证人们。 “埃克索内区的西蒙之子尤菲勒托斯、阿洛佩克区的克里托得莫斯之子阿里斯托马科斯作证:知晓色萨利人西姆斯来到雅典参加大泛雅典娜节,随同他的有尼卡蕾特和如今受审的涅埃拉;知晓他们下榻在格劳科尼德斯之子克特西普斯家中,且在克特西普斯家中许多其他人在场并一同饮酒的情况下,涅埃拉如同高级交际花一般与他们一同饮酒。”
μετὰ ταῦτα τοίνυν ἐν τῇ Κορίνθῳ αὐτῆς ἐπιφανῶς ἐργαζομένης καὶ οὔσης λαμπρᾶς ἄλλοι τε ἐρασταὶ γίγνονται καὶ Ξενοκλείδης ὁ ποιητὴς καὶ Ἵππαρχος ὁ ὑποκριτής, καὶ εἶχον αὐτὴν μεμισθωμένοι. καὶ ὅτι ἀληθῆ λέγω, τοῦ μὲν Ξενοκλείδου οὐκ ἂν δυναίμην ὑμῖν μαρτυρίαν παρασχέσθαι· οὐ γὰρ ἐῶσιν αὐτὸν οἱ νόμοι μαρτυρεῖν· ὅτε γὰρ Λακεδαιμονίους ὑμεῖς ἐσῴζετε πεισθέντες ὑπὸ Καλλιστράτου, τότε ἀντειπὼν ἐν τῷ δήμῳ τῇ βοηθείᾳ, ἐωνημένος τὴν πεντηκοστὴν τοῦ σίτου ἐν εἰρήνῃ καὶ δέον αὐτὸν καταβάλλειν τὰς καταβολὰς εἰς τὸ βουλευτήριον κατὰ πρυτανείαν,2 καὶ οὔσης αὐτῷ ἀτελείας ἐκ τῶν νόμων οὐκ ἐξελθὼν ἐκείνην τὴν στρατείαν, γραφεὶς ὑπὸ Στεφάνου τουτουὶ ἀστρατείας καὶ διαβληθεὶς τῷ λόγῳ ἐν τῷ δικαστηρίῳ ἑάλω καὶ ἠτιμώθη.
在此之后,当她在科林斯引人注目地从业且名声显赫时,又有了其他情夫,其中包括诗人克塞诺克雷德斯和演员希帕尔科斯,他们将她包租并留置在侧。为了证明我说的是实话,关于克塞诺克雷德斯的证词,我无法提供给你们;因为法律不允许他作证。原来,当你们受到卡利斯特拉托斯的规劝而去救援拉栖代梦人时,他当时在公民大会上发言反对出兵救援;他在和平时期包揽了粮食的百分之二关税,必须在每个主席团任期内向议事厅缴纳分期款项,依法享有免役特权,因而没有参加那次出征;但他遭到此处的斯特法诺斯以逃避兵役罪提起公诉,并在法庭上被其言辞诽谤,最终被定罪并被剥夺了公民权。
καίτοι πῶς οὐκ οἴεσθε δεινὸν εἶναι, εἰ τοὺς μὲν φύσει πολίτας καὶ γνησίως μετέχοντας τῆς πόλεως ἀπεστέρηκε τῆς παρρησίας Στέφανος οὑτοσί, τοὺς δὲ μηδὲν προσήκοντας βιάζεται Ἀθηναίους εἶναι παρὰ πάντας τοὺς νόμους; τὸν δʼ Ἵππαρχον αὐτὸν ὑμῖν καλῶ, καὶ ἀναγκάσω μαρτυρεῖν ἢ ἐξόμνυσθαι κατὰ τὸν νόμον, ἢ κλητεύσω αὐτόν. καί μοι κάλει Ἵππαρχον. ΜΑΡΤΥΡΙΑ. "Ἵππαρχος Ἀθμονεὺς μαρτυρεῖ Ξενοκλείδην καὶ αὑτὸν μισθώσασθαι Νέαιραν ἐν Κορίνθῳ τὴν νῦν ἀγωνιζομένην, ὡς ἑταίραν οὖσαν τῶν μισθαρνουσῶν, καὶ συμπίνειν ἐν Κορίνθῳ Νέαιραν μεθʼ αὑτοῦ καὶ Ξενοκλείδου τοῦ ποιητοῦ."
然而,难道你们不认为这是骇人听闻的吗:如果此处的斯特法诺斯剥夺了那些天生为公民且名正言顺参与城邦事务之人的发言自由,却违反一切法律强行让那些毫无关联的人成为雅典人?但我为你们传唤希帕尔科斯本人,我将依法强迫他作证或宣誓否认,否则我将对他发出传票。请为我传唤希帕尔科斯。 证词。 “阿斯莫农区的希帕尔科斯作证:他和克塞诺克雷德斯在科林斯雇用了如今受审的涅埃拉,视其为赚取报酬的高级交际花;涅埃拉在科林斯曾与他本人及诗人克塞诺克雷德斯一同饮酒。”
μετὰ ταῦτα τοίνυν αὐτῆς γίγνονται ἐρασταὶ δύο, Τιμανορίδας τε ὁ Κορίνθιος καὶ Εὐκράτης ὁ Λευκάδιος, οἳ ἐπειδήπερ πολυτελὴς ἦν ἡ Νικαρέτη τοῖς ἐπιτάγμασιν, ἀξιοῦσα τὰ καθʼ ἡμέραν ἀναλώματα ἅπαντα τῇ οἰκίᾳ παρʼ αὐτῶν λαμβάνειν, κατατιθέασιν αὐτῆς τιμὴν τριάκοντα μνᾶς τοῦ σώματος τῇ Νικαρέτῃ, καὶ ὠνοῦνται αὐτὴν παρʼ αὐτῆς νόμῳ πόλεως καθάπαξ αὑτῶν δούλην εἶναι. καὶ εἶχον καὶ ἐχρῶντο ὅσον ἐβούλοντο αὐτῇ χρόνον.
在此之后,她又有了两个情夫,即科林斯人蒂马诺里达斯和留卡斯人尤克拉特斯;由于尼卡蕾特索求无度,自以为有权向他们索取家中的一切日常花销,他们便向尼卡蕾特支付了三十明那作为购买涅埃拉肉身的价款,并依城邦法律从她手中买下涅埃拉,使其彻底成为他们自己的女奴。只要他们愿意,他们就一直占有并使用她。
μέλλοντες δὲ γαμεῖν, προαγορεύουσιν αὐτῇ, ὅτι οὐ βούλονται αὐτὴν σφῶν αὐτῶν ἑταίραν γεγενημένην ὁρᾶν ἐν Κορίνθῳ ἐργαζομένην οὐδʼ ὑπὸ πορνοβοσκῷ οὖσαν, ἀλλʼ ἡδέως ἂν αὑτοῖς εἴη ἔλαττόν τε τἀργύριον κομίσασθαι παρʼ αὐτῆς ἢ κατέθεσαν, καὶ αὐτὴν ταύτην ὁρᾶν τι ἀγαθὸν ἔχουσαν. ἀφιέναι οὖν αὐτῇ ἔφασαν εἰς ἐλευθερίαν χιλίας δραχμάς, πεντακοσίας ἑκάτερος· τὰς δʼ εἴκοσι μνᾶς ἐκέλευον αὐτὴν ἐξευροῦσαν αὑτοῖς ἀποδοῦναι. ἀκούσασα δʼ αὕτη τοὺς λόγους τούτους τοῦ τε Εὐκράτους καὶ Τιμανορίδου, μεταπέμπεται εἰς τὴν Κόρινθον ἄλλους τε τῶν ἐραστῶν τῶν γεγενημένων αὐτῇ καὶ Φρυνίωνα τὸν Παιανιέα, Δήμωνος μὲν ὄντα υἱόν, Δημοχάρους δὲ ἀδελφόν, ἀσελγῶς δὲ καὶ πολυτελῶς διάγοντα τὸν βίον, ὡς ὑμῶν οἱ πρεσβύτεροι μνημονεύουσιν.
当他们将要结婚时,便预先向她宣告:他们不愿看到曾为自己情妇的她在科林斯接客,也不愿看到她受老鸨的控制,相反,他们宁愿从她那里收回少于他们所支付的款项,并看到她自身获得某种好运。因此他们表示,为了她的自由,他们免除她一千德拉克马,每人各免除五百;他们命令她自己筹措其余的二十明那偿还给他们。她听了尤克拉特斯和蒂马诺里达斯的这番话后,便派人召唤曾为她情夫的其他人前来科林斯,尤其是派埃阿尼亚区的弗里尼翁——他是代蒙之子、代莫哈雷斯的兄弟,正如你们的长辈所记得的那样,过着放荡奢侈的生活。
ἀφικομένου δʼ ὡς αὐτὴν τοῦ Φρυνίωνος, λέγει πρὸς αὐτὸν τοὺς λόγους οὓς εἶπον πρὸς αὐτὴν ὅ τε Εὐκράτης καὶ Τιμανορίδας, καὶ δίδωσιν αὐτῷ τὸ ἀργύριον ὃ παρὰ τῶν ἄλλων ἐραστῶν ἐδασμολόγησεν ἔρανον εἰς τὴν ἐλευθερίαν συλλέγουσα, καὶ εἴ τι ἄρα αὐτὴ περιεποιήσατο, καὶ δεῖται αὐτοῦ προσθέντα τὸ ἐπίλοιπον, οὗ προσέδει εἰς τὰς εἴκοσι μνᾶς,3 καταθεῖναι αὑτῆς τῷ τε Εὐκράτει καὶ τῷ Τιμανορίδᾳ ὥστε ἐλευθέραν εἶναι.
当弗里尼翁来到她那里时,她向他转述了尤克拉特斯和蒂马诺里达斯对她所说的话,并将自己一边募集自由份金一边从其他情夫那里搜集来的银钱,连同她自己积攒的积蓄(若有的话),一并交给了他,并恳求他补齐凑足二十明那所差的余款,为她向尤克拉特斯和蒂马诺里达斯付清,以便让她获得自由。
- 24ὡς ἂν ἑταίρα οὖσα
ὡς ἄν 与分词 οὖσα 连用的结构,可理解为“宛如交际花一般”或“表现得正如高级交际花那样”。在雅典城邦的习俗中,正派的自由民女公民绝不会与外男同席宴饮,因此她在众人面前同饮共餐的举动直接证明了其作为交际花的从属身份。
- 27δέον αὐτὸν καταβάλλειν τὰς καταβολὰς εἰς τὸ βουλευτήριον κατὰ πρυτανείαν
非人称动词 δεῖ 的绝对宾格结构(accusative absolute)。与前文的分词 ἐωνημένος 并列,表示原因或背景情况(“因为他必须在每个主席团任期内向议事厅缴纳分期税款”)。作为粮食税包税人按期向议事厅交纳公款的义务,构成了后文提及的他依法享有兵役豁免特权(ἀτέλεια)的依据。
- 31οὗ προσέδει εἰς τὰς εἴκοσι μνᾶς
关系代名词 οὗ 呈属格,由表示缺乏的非人称动词 προσδεῖ(προσδέω 接属格表示“尚缺少某物”)所支配,其先行词为宾格的 τὸ ἐπίλοιπον(“凑足二十明那所尚缺之物”)。由于先行词为宾格,此处并非受先行词引力影响,而是动词 προσδέω 支配属格的常规用法。
