- 底本
- Demosthenes. Orationes, Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg059.humanitext-grc2:114-120
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿波罗多洛敦促陪审员为了家人和法律的尊严判决奈埃拉有罪,并援引曾因不敬罪受罚的高贵密仪司祭作为先例;随后他驳斥了辩方可能提出的说辞,指出自己曾提出引渡侍女接受审讯的要求以查明真相。
ὥστε εἷς ἕκαστος ὑμῶν νομιζέτω, ὁ μὲν ὑπὲρ γυναικός, ὁ δʼ ὑπὲρ θυγατρός, ὁ δʼ ὑπὲρ μητρός, ὁ δʼ ὑπὲρ τῆς πόλεως καὶ τῶν νόμων καὶ τῶν ἱερῶν τὴν ψῆφον φέρειν, τοῦ μὴ ἐξ ἴσου φανῆναι ἐκείνας τιμωμένας ταύτῃ τῇ πόρνῃ,1 μηδὲ τὰς μετὰ πολλῆς καὶ καλῆς σωφροσύνης καὶ ἐπιμελείας τραφείσας ὑπὸ τῶν προσηκόντων καὶ ἐκδοθείσας κατὰ τοὺς νόμους, ταύτας ἐν τῷ ἴσῳ φαίνεσθαι μετεχούσας τῇ μετὰ πολλῶν καὶ ἀσελγῶν τρόπων πολλάκις πολλοῖς ἑκάστης ἡμέρας συγγεγενημένῃ, ὡς ἕκαστος ἐβούλετο.
因此,你们当中的每个人都应当意识到,有人是为了妻子,有人是为了女儿,有人是为了母亲,有人则是为了城邦、法律与圣事而投下这一票;免得那些女人们显得与这个妓女享有同等的尊荣,免得那些在亲属的大力悉心教养下秉持良好节制、并依照法律出嫁的女子,显得与这个以放荡不羁的方式、按各人意愿每日频繁与众多男子私通的女人享有同等的权益。
ἡγεῖσθε δὲ μήτʼ ἐμὲ τὸν λέγοντα εἶναι Ἀπολλόδωρον μήτε τοὺς ἀπολογησομένους καὶ συνεροῦντας πολίτας, ἀλλὰ τοὺς νόμους καὶ Νέαιραν ταυτηνὶ περὶ τῶν πεπραγμένων αὐτῇ πρὸς ἀλλήλους δικάζεσθαι. καὶ ὅταν μὲν ἐπὶ τῆς κατηγορίας γένησθε, τῶν νόμων αὐτῶν ἀκούετε, διʼ ὧν οἰκεῖται ἡ πόλις καὶ καθʼ οὓς ὀμωμόκατε δικάσειν, τί κελεύουσι καὶ τί παραβεβήκασιν· ὅταν δὲ ἐπὶ τῆς ἀπολογίας ἦτε, μνημονεύοντες τὴν τῶν νόμων κατηγορίαν καὶ τὸν ἔλεγχον τὸν τῶν εἰρημένων, τήν τε ὄψιν αὐτῆς ἰδόντες, ἐνθυμεῖσθε τοῦτο μόνον, εἰ Νέαιρα οὖσα ταῦτα διαπέπρακται.
你们切莫认为发言的我只是阿波罗多洛,也不要把那些前来辩护和帮腔的人仅仅看作公民,而应当认为这是法律本身与这个奈埃拉因她的所作所为在相互对簿公堂。当你们听取控诉时,请倾听那些治理城邦、且你们已宣誓依之判决的法律本身,听听它们有何规定,而这些人又犯下了何种罪过;当你们听取辩护时,请牢记法律的控告和对陈词的审查,并注视着她的面容,只需深思这一点:她作为奈埃拉,究竟是否做下了这些事。
ἄξιον δὲ κἀκεῖνο ἐνθυμηθῆναι, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι Ἀρχίαν τὸν ἱεροφάντην γενόμενον, ἐξελεγχθέντα ἐν τῷ δικαστηρίῳ ἀσεβεῖν θύοντα παρὰ τὰ πάτρια τὰς θυσίας, ἐκολάσατε ὑμεῖς, καὶ ἄλλα τε κατηγορήθη αὐτοῦ καὶ ὅτι Σινώπῃ τῇ ἑταίρᾳ Ἁλῴοις ἐπὶ τῆς ἐσχάρας τῆς ἐν τῇ αὐλῇ Ἐλευσῖνι προσαγούσῃ ἱερεῖον θύσειεν, οὐ νομίμου ὄντος ἐν ταύτῃ τῇ ἡμέρᾳ ἱερεῖα θύειν, οὐδʼ ἐκείνου οὔσης τῆς θυσίας ἀλλὰ τῆς ἱερείας.2
雅典的男人们,同样值得深思的是:那位曾担任密仪司祭的阿基亚斯,因违背祖制献祭而被法庭判定犯有不敬神之罪,受到了你们的惩处;针对他的控罪除了其他事项外,还包括在哈洛亚节期间,他在厄琉息斯庭院内的火坛上,为交际花西诺佩带来的祭牲行献祭礼,然而在那一天献祭祭牲并不合乎法度,且那项祭礼本不归他主持,而是属于女祭司的职权。
οὔκουν δεινὸν τὸν μὲν καὶ ἐκ γένους ὄντα τοῦ Εὐμολπιδῶν καὶ προγόνων καλῶν κἀγαθῶν καὶ πολίτην τῆς πόλεως, ὅτι ἐδόκει τι παραβῆναι τῶν νομίμων, δοῦναι δίκην3 (καὶ οὔθʼ ἡ τῶν συγγενῶν οὔθʼ ἡ τῶν φίλων ἐξαίτησις ὠφέλησεν αὐτόν, οὔθʼ αἱ λῃτουργίαι ἃς ἐλῃτούργησε τῇ πόλει αὐτὸς καὶ οἱ πρόγονοι αὐτοῦ, οὔτε τὸ ἱεροφάντην εἶναι, ἀλλʼ ἐκολάσατε δόξαντα ἀδικεῖν)· Νέαιραν δὲ ταυτηνὶ εἴς τε τὸν αὐτὸν θεὸν τοῦτον ἠσεβηκυῖαν καὶ τοὺς νόμους, καὶ αὐτὴν καὶ τὴν θυγατέρα αὐτῆς, οὐ τιμωρήσεσθε;
那么,一个出身于欧摩尔波斯家族、拥有优秀高尚的先祖且身为城邦公民的人,仅仅因为被认为违反了某项法度便受到惩罚——无论是亲属的求情、朋友的祈请,抑或是他自己和先祖为城邦承担的公益捐助,乃至身为密仪司祭的身份,都未能挽救他,相反,你们因认定他有罪而惩处了他——难道对于这个同样对该神明和法律犯下不敬之罪的奈埃拉本人及其女儿,你们反倒不予惩罚了吗?这岂非荒谬至极!
θαυμάζω δʼ ἔγωγε τί ποτε καὶ ἐροῦσι πρὸς ὑμᾶς ἐν τῇ ἀπολογίᾳ. πότερον ὡς ἀστή ἐστιν Νέαιρα αὑτηὶ καὶ κατὰ τοὺς νόμους συνοικεῖ αὐτῷ; ἀλλὰ μεμαρτύρηται ἑταίρα οὖσα καὶ δούλη Νικαρέτης γεγενημένη. ἀλλʼ οὐ γυναῖκα εἶναι αὐτοῦ, ἀλλὰ παλλακὴν ἔχειν ἔνδον; ἀλλʼ οἱ παῖδες ταύτης ὄντες καὶ εἰσηγμένοι εἰς τοὺς φράτερας ὑπὸ Στεφάνου καὶ ἡ θυγάτηρ ἀνδρὶ Ἀθηναίῳ ἐκδοθεῖσα περιφανῶς αὐτὴν ἀποφαίνουσι γυναῖκα ἔχοντα.
我实在纳闷,他们在辩护中究竟会对你们说些什么。难道能说这个奈埃拉是公民、且是依法与他同居吗?但已有证词证明她是交际花,且曾是尼卡蕾特的奴隶。难道能说她不是他的妻子,而是他在屋中蓄养的妾室吗?然而,她的儿子们已被斯特法诺斯引荐入胞族,女儿也被嫁给了一名雅典男子,这些事实已昭然揭示出他是将她作为妻子蓄养的。
ὡς μὲν τοίνυν οὐκ ἀληθῆ ἐστιν τὰ κατηγορημένα καὶ μεμαρτυρημένα, οὔτʼ αὐτὸν Στέφανον οὔτʼ ἄλλον ὑπὲρ τούτου οἶμαι ἐπιδείξειν, ὡς ἔστιν ἀστὴ Νέαιρα αὑτηί· ἀκούω δὲ αὐτὸν τοιοῦτόν τι μέλλειν ἀπολογεῖσθαι, ὡς οὐ γυναῖκα ἔχει αὐτὴν ἀλλʼ ἑταίραν, καὶ οἱ παῖδες οὐκ εἰσὶν ταύτης ἀλλʼ ἐξ ἑτέρας γυναικὸς αὐτῷ ἀστῆς, ἣν φήσει πρότερον γῆμαι συγγενῆ αὑτοῦ.
因此,要证明控告与证词不实,或者证明这个奈埃拉是公民,我认为斯特法诺斯本人或任何替他发言的人都绝不可能办到;但我听说他打算提出这样的辩解,即他并非视她为妻,而是视她为情妇,而那些孩子不是她所生,而是他与另一位身为其亲属的公民女子所生——他会声称自己早先曾娶过那位女子。
πρὸς δὴ τὴν ἀναίδειαν αὐτοῦ τοῦ λόγου καὶ τὴν παρασκευὴν τῆς ἀπολογίας καὶ τῶν μαρτυρεῖν αὐτῷ παρεσκευασμένων πρόκλησιν αὐτὸν προὐκαλεσάμην ἀκριβῆ καὶ δικαίαν,4 διʼ ἧς ἐξῆν ὑμῖν πάντα τἀληθῆ εἰδέναι, παραδοῦναι τὰς θεραπαίνας τὰς Νεαίρᾳ τότε προσκαρτερούσας ὅτʼ ἦλθεν ὡς Στέφανον ἐκ Μεγάρων, Θρᾷτταν καὶ Κοκκαλίνην, καὶ ἃς ὕστερον παρὰ τούτῳ οὖσα ἐκτήσατο, Ξεννίδα καὶ Δροσίδα·
正为了应对他这套言论的厚颜无耻,以及他的辩护准备和受雇为他作证之人的图谋,我向他提出了一个严密而公正的提议,通过这个提议,你们本可以得知全部真相:即交出奈埃拉当年从墨伽拉来到斯特法诺斯处时随侍身旁的侍女色拉塔和科卡莉涅,以及她后来跟随他生活期间所收买的克塞尼斯和德罗西斯,以供拷问审讯。
- 114τοῦ μὴ ἐξ ἴσου φανῆναι ἐκείνας τιμωμένας ταύτῃ τῇ πόρνῃ
带有冠词的属格不定式 τοῦ μή + 不定式(φανῆναι)表示否定目的(“免得……显得”)。ἐκείνας 是不定式的逻辑主语,指代前文提及的妻子、女儿与母亲。ταύτῃ τῇ πόρνῃ 是由 ἐξ ἴσου(同等)所要求的与格,意为“与这个妓女同等”。φανῆναι 后接补充性分词 τιμωμένας(受到尊荣)。
- 116οὐ νομίμου ὄντος ἐν ταύτῃ τῇ ἡμέρᾳ ἱερεῖα θύειν, οὐδʼ ἐκείνου οὔσης τῆς θυσίας ἀλλὰ τῆς ἱερείας
由连词 οὐδέ 连接的两个独立属格结构。前半句 οὐ νομίμου ὄντος 是使用中性形容词的非人称独立属格,不定式短语 ἱερεῖα θύειν 作其实质主语(“在那天献祭祭牲并不合法”)。后半句 οὐδʼ ἐκείνου οὔσης τῆς θυσίας 则是以所有格 ἐκείνου 作表语的常规独立属格(“且那项献祭并不属于他,而是属于女祭司”)。
- 117οὔκουν δεινὸν τὸν μὲν καὶ ἐκ γένους ὄντα τοῦ Εὐμολπιδῶν καὶ προγόνων καλῶν κἀγαθῶν καὶ πολίτην τῆς πόλεως, ὅτι ἐδόκει τι παραβῆναι τῶν νομίμων, δοῦναι δίκην
由 οὔκουν δεινόν(“难道不是荒谬/骇人听闻的吗?”)引导的带不定式的宾格结构。宾格主语是 τὸν μὲν ... ὄντα ... καὶ πολίτην,不定式为 δοῦναι δίκην(受到惩罚)。对应的后半部分(δέ 小句)通过破格语法(anacoluthon)转为了直接修辞疑问句(Νέαιραν δὲ ... οὐ τιμωρήσεσθε;),使 Νέαιραν 成为该限定动词的直接宾语。
- 120πρόκλησιν αὐτὸν προὐκαλεσάμην ἀκριβῆ καὶ δικαίαν
动词 προὐκαλεσάμην 的双重宾格结构,分别接人称宾格 αὐτόν 和同源宾格 πρόκλησιν(“向他提出了提议/挑战”)。名词 πρόκλησιν 的具体内容由其后的同位语不定式 παραδοῦναι(交出)予以详细阐明。
